Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 52
Aristides, Aelius52 436 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
436.p19
436.p19
ἀποσφάξωσιν, ἢ καὶ λαβόντες αἰχμάλωτον αὖθις ἄγωσι πρὸς ἑαυτούς; ἢ νῦν αὕτη κεφάλαιόν ἐστι πάντων τῶν πραγμάτων; ἡδέως δʼ ἄν σου πυθοίμην, εἰ τότε αὐτὴν παραλαβὼν Ἀγαμέμνων ἀπέκτεινεν, ἢ καὶ παρὰ σοὶ μένουσαν, τί χρῆν αὐτὸν ποιεῖν νῦν, ἢ πόσα τὰ ὑποφόνια καταθέντα εὐμενοῦς τυχεῖν, εἰ δὴ νῦν ζῶσαν ἀποκαθιστάντος καὶ προσέτι ὀμνύντος ἃ μάλιστʼ ἂν σὺ βουληθείης, εἶτʼ οὐ παύσει, ἀλλʼ εἰς τοσοῦτον ἥξεις ὀργῆς, ὥστʼ εἰ μὴ παρὰ πάντων λήψει τὴν δίκην κατὰ ἔθνη καὶ κατὰ πόλεις καὶ κατὰ σῶμα ἕκαστον, ἀβίωτον ἠγήσει τὸν βίον σαυτῷ. ὅρα μὴ αὐτὴν τὴν παῖδα μισήσῃς, ὅταν διʼ αὐτὴν διαφθαρῇ πασσυδὶ τὸ στρατόπεδον.
436.p20
436.p20
βούλομαι δέ σοι καὶ τοῦ διδασκάλου Χείρωνος λόγον εἰπεῖν, ὅν ποτʼ ἐν τῷ Πηλίῳ διελέχθη πρός τινα τῶν ἀπʼ Αἰτωλίας. θυμοῦ γὰρ ἔφη μετρίου μὲν οὐδὲν ἂν κάλλιον ἀνθρώπῳ γενέσθαι, τοῦ δὲ ὑπερβάλλοντος οὐδὲν αἴσχιον· ὃς τοὺς μὲν ἐχθροὺς ἀντιλυπήσας ἀπήλλακται, τὸν δὲ ἔχοντα ἀεὶ καὶ συνεχῶς ἀπόλλυσι. σὺ δὲ μήτε ἐργάσῃ περαιτέρω μηδὲν μήτε αὐτὸς πάθῃς. ἐνθυμοῦ δὲ ὅτι πᾶσι πράγμασιν ὥσπερ ὅρους ἡ φύσις ἐστήσατο καὶ οὐδέν ἐστιν ἀθάνατον τῶν ἐν ἀνθρώποις, οὐ πόλεμος, οὐκ εἰρήνη, οὐ χάρις, οὐκ ὀργὴ, οὐκ ἄλλο τῶν πάντων οὐδέν· ἢ τῆς μὲν φιλίας τῆς ὑπαρχούσης σοι πρὸς τὸν βασιλέα λύσις εὑρέθη, τῆς δὲ ὀργῆς οὐ φανεῖται πάλιν; καὶ μὴν πολὺ βέλτιον τὰς φιλίας ἀθανάτους ἀξιοῦν εἶναι ἢ ʼκείνων ἐρχομένων ὑπὸ τὴν τύχην τῆς ἔχθρας μὴ βούλεσθαι πορίζεσθαι λύσεις· δύο γὰρ τούτω θεὰ περιέρχεσθον ἅπαντα τὰ τῶν ἀνθρώπων, Νέμεσις καὶ Δίκη, οὐκ ἐῶσαι μεῖζον τῆς φύσεως φρονεῖν, ἀλλὰ ῥᾳδίως μικροὺς ἐκ μεγάλων ποιοῦσαι, ἐάν τις αὐτῶν μηδένα ποιῆται λόγον. καὶ τούτου σοι τὸ παράδειγμα ἐγγύθεν· ὃς σοῦ τότʼ ἐφρόνησε μεῖζον, τίνος

Intertext edge

Open linked passage

Note