Orationes 52
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius">
—
⋯
Original / primary: Perseus Grc2
437.p21
437.p21
οὐκ ἔλαττον φρονεῖ νῦν; ἡγεῖσθαι δὲ χρὴ λόγῳ μὲν ἀκούειν ταῦτα παρʼ ἡμῶν, τῇ δὲ ἀληθείᾳ καὶ τοῖς γιγνομένοις Ἕκτορα πρεσβεύειν καὶ διαλέγεσθαί σοι· ὃς τὰ μὲν ἄλλα ὅσα ὑβρίζει καὶ προπηλακίζει τί τις ἂν λέγοι; σὲ δὲ ἀπειλεῖ καθεύδοντα λήψεσθαι. πάντως δὲ οὐδὲ τὸν Δάρδανον τὸν ἑαυτοῦ πρόγονον οὐδὲν εἶναι χείρω τοῦ Αἰακοῦ τοῦ σοῦ, σέ τε σκήπτεσθαι τὴν μῆνιν, τὸ δʼ ἀληθὲς αὐτὸν ὀρρωδεῖν. ἃ πῶς ἀνεκτὰ ἀκούειν ἐμοί; τίς ὑπὲρ σοῦ τούτων λήψεται δίκην; οὐκ ἀναστήσει πρὸς θεῶν; οὐ δυσχερανεῖς ὅτι μὴ πάλαι, οὐχ ὅσον τοῦ χρόνου προεῖται ζημίαν θήσει; οὐκ εἰ δεῖ καὶ τῆς κόρης ἕνεκα ὀργισθῆναι, εἰς τοὺς Τρῶας ἀφήσεις τὸν θυμὸν τοὺς ἁπάντων τούτων αἰτίους; εἰ γὰρ ἐκεῖνοι μηδὲν παρεκίνησαν ἐξ ἀρχῆς, τί τῶν πάντων ἂν ἢ μεῖζον ἢ ἔλαττον ἐνταυθοῖ συνέβη δυσχερές; ἐνθυμοῦ δὲ ὅτι Πηλεὺς μέσος Αἰακοῦ καὶ σοῦ, Αἰακοῦ ἐκείνου, εἰς ὅν ποτʼ ἦλθε τὰ τῶν Ἑλλήνων πράγματα. σοὶ δὲ ὑπάρχει καὶ τοῦτο ὡς κάλλιστα· μιμούμενος γὰρ τὴν τοῦ προγόνου γνώμην ὑπεραίρεις τῷ σχήματι. ὁ μὲν γὰρ εὐξάμενος ὤνησε, σὺ δʼ ἔργῳ βοηθήσας ἐκπλήσεις τὰς ἁπάντων εὐχάς. κἀκεῖνα ἔτι πρὸς τούτοις λογίζου, ἔξιμεν δὴ αὐτίκα μάλα ἐκ τῆς σκηνῆς, ποίοις ποσὶν, ὦ πρὸς τοῦ Διὸς, εἰ μὴ σοὶ ταῦτα συνδόξειε; τίνας λόγους ἐροῦμεν ἀπελθόντες, ἢ ποίας ἀποκρίσεις ἀποκρινούμεθα; καραδοκοῦσι δὲ δή που πάντες, εἰ ἄσμενοι περιχυθέντες ἄλλος ἄλλοθεν πεύσονται. τί χρὴ πρὸς αὐτοὺς λέγειν; ἀπόκριναι· σπεῖσον μεθʼ ἡμῶν τῷ Διὶ τῷ σωτῆρι, μὴ τὴν τελευταίαν τοῦ νῦν εἶναι, ἀλλʼ αἰσχυνθεὶς τήν τε χρείαν τὴν κοινὴν καὶ τοὺς πρέσβεις ἡμᾶς καὶ τῆς πρεσβείας τὴν ὥραν, νύκτα ταύτην, ἢ καὶ ἄστρα ταυτὶ καὶ θεοὺς καὶ ἥρωας τοὺς κοινοὺς τῶν Ἑλλήνων, ἐκδὺς τὴν ὀργὴν ὥσπερ νόσον φάνηθι τοῖς βαρβάροις ἅμα τῷ ἡλίῳ.