Orationes 53
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius">
—
⋯
Original / primary: Perseus Grc2
11.p17
11.p17
τὴν πόλιν εὐνοίας ταῦτʼ ἐνδεδεῖχθαι, καθάπερ ἐπὶ τοῦ Μηδικοῦ πολέμου Θεμιστοκλεῖ τῷ Νεοκλέους ὑπῆρξε καὶ Παυσανίᾳ τῷ Κλεομβρότου, καὶ ἔτι πρὸ τούτων τῷ γʼ Εὐφορίωνος Κυναιγείρῳ καὶ Καλλιμάχῳ τῷ Πολεμάρχου· οὗτοι γὰρ πάντες οὔτε πρὶν ἧφθαι τῆς μάχης πρὸς ἀριστείων μέγεθος ἀφεορακότες ἐθάρρησαν τὸν ἀγῶνα οὔτʼ, ἐπεὶ μηκέτʼ εἶναι κινδυνεύουσαν διεσώσαντο τὴν Ἑλλάδα, ἔτυχον ὧνπερ εἰκὸς, ἀλλʼ ἀποχρῶσάν σφισιν αὐτοῖς ᾤοντο δόξαν τό τε μείζω στεφάνων εἰργάσθαι τό τε διʼ αὑτῶν τὴν Ἑλλάδα σεσῶσθαι.
11.p18
11.p18
οὐ μὴν ἀλλʼ εἰ καὶ δοίημεν εἶναί τι παρʼ ἀτελείᾳ συμφέρον, ὡς ἔγωγʼ οὐκ οἶμαι, ἀλλὰ πρῶτον μὲν οὐχ ὅσον ἐκ λειτουργίας, οὐδʼ ὥστε καὶ παραβεβλῆσθαι, οὐδʼ ἐγγύς. ἔπειτα τὸ μὲν εἰς πᾶσαν ἥκει τὴν πόλιν, τὸ δʼ εἰς ὀλίγους δή τινας. καὶ τὸ μὲν ἥκιστʼ ἂν λυμήναιτο παροφθὲν, ἐκ δὲ τῶν μὴ λειτουργούντων τὰ μέγιστʼ ἂν αἱ πόλεις βλαφθεῖεν. καὶ νὴ Δία γε τὸ μὲν ταυταισὶ ξυνυπέστη· ἅμα γὰρ πόλις, ἅμα καὶ λειτουργεῖν· μᾶλλον δὲ ἢν ἀκριβῶς ἐξετάσῃς, εὑρήσεις καὶ τὸ τὰς πόλεις ἐξ ἀρχῆς γεγενῆσθαι λειτουργίαν ἄντικρυς οὖσαν καὶ οἷόν τινα κοινὴν τῶν ἀνθρώπων ἐπὶ συστάσει τῆς οἰκουμένης δήπουθεν εἰσφοράν· ἀτέλεια δέ τισιν ὕστερον κατὰ τὸ τῆς γνώμης ἐπινενόηται δόξαν, ὥσπερ τι φιλοτιμίας φάρμακον. ὅσον δὴ καὶ μέγιστον καὶ ἀναγκαιότατον τοῦτο καὶ τοῖς ἅπασιν ὑπεραῖρον, τοσοῦτον δεῖ καὶ ἡμᾶς παντὸς μᾶλλον προστίθεσθαι καὶ σεμνύνειν. καὶ μὴν εἰ τῶν πραγμάτων ἐκεῖνα πλείονος ἄξια καὶ τούτοις ἐπαίνων διαφερόντως προσῆκεν ὧν ἡγεμόνες θεοὶ, οὐκ ἂν φθάνοιμεν εὖ ἴσθι τὸ λειτουργεῖν ὅτου τις ἂν εἴποι μεῖζον τιθέντες. μὴ γὰρ οὖν οἴεσθε, ὦ ἄνδρες Ἀθηναῖοι, ὥσπερ τὰ ἄλλα καὶ τοῦθʼ ἡμῖν ἐξευρῆσθαι μηδʼ ἐντεῦθεν τὴν ἀρχὴν ἐσχηκέναι, ἀλλʼ εἴπερ τι παρʼ ἀνθρώποις διοπετὲς, καὶ τοῦτʼ ἐκεῖθεν ἀφῖχθαι·