Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 53
Aristides, Aelius53 17 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
17.p29
17.p29
τηνικαῦτʼ ἐπιχειρεῖν ἀντιλέγειν τῷ νόμῳ· νῦν δʼ οἷς αὐτὸν πρὶν ἢ τοῦτο γενέσθαι διώκεις ἔοικας οὐκ ἐν καιρῷ τὴν γραφὴν πεποιῆσθαι. εἶτα θαυμάζειν ἔπεισί μοι, πῶς οἴει, ὅτι σοι ταῦτʼ ἔπεισι λέγειν, οὐ μόνον ὅτι τοῖς οἰκείοις πτεροῖς καὶ λόγοις ἁλίσκει, ὃ δεινότατόν ἐστι πάντων καὶ συμφορὰ τοῖς χρωμένοις, καὶ προσέτʼ αὐτὸς διαφερόντως κακίζεις, τὸ μετὰ τὰ πράγματα λέγω τῷ βουλεύεσθαι χρῆσθαι, τούτου νῦν ἡμᾶς ὡς δὴ χρηστοῦ τινος ἔχεσθαι πείθων, ἀλλʼ ὅτι καὶ, δεινὸν εἶναι φάσκων, λανθάνεις σαυτὸν ἃ μὴ ἔξεστι φάσκων. οὔτε γὰρ οὐδεὶς, οἶμαι, τῶν πάντων φρενῶν κύριος ὢν, ἐξὸν, ὅπως μὴ πείσεται κακῶς, εὖ βεβουλεῦσθαι, ὁ δʼ ὅπως πείσεται κακῶς πρόσθεν ἐάσας, ἔπειθʼ ὑπὲρ ἀπαλλαγῆς ἕλοιτʼ ἂν βεβουλεῦσθαι, ὅτʼ οὐδὲ τοῦτʼ ἴσως ἐξέσται· οὔθʼ ἡμεῖς, τὴν κάκιστʼ ἀπολουμένην ἀτέλειαν νῦν ἔχοντες ἐκποδὼν πεποιῆσθαι, εἶτα διὰ τοὺς σοὺς λόγους ἀναμενοῦμεν τὸ μέλλον, ὥσπερ ὅ τί ποτʼ ἐστὶν ἀγνοοῦντες καὶ διὰ τοῦτο τῆς ἐκεῖθεν δεόμενοι πείρας. ἄνευ γὰρ τοῦ τῆς ἐσχάτης παραπληξίας τοῦτʼ ἄντικρυς εἶναι, περὶ ὧν μάλιστα ἴσμεν, ταῦτʼ ἀφέντας ἃ οὐκ ἴσμεν διώκειν, οὐδὲ τοὺς λόγους καθʼ οὓς ἔδει ταῦθʼ αἱρεῖσθαι γιγνώσκειν ἔχω. εἰ μὲν οὖν ὡς μηδὲν μηδέπω περὶ ἀτελείας σαφὲς εἰδότας παραπέμπεις τῷ χρόνῳ καὶ ταῖς ἔπειτα ψήφοις, ἔοικας ἀγνοεῖν ὅτου χάριν τοὺς κατʼ αὐτῆς ἤδη κεκινήκαμεν λόγους· εἰ δʼ ἐπισταμένους, ὡς ἀληθῶς οὐδὲν ἄλλο μοι δοκεῖς συμβουλεύειν ἢ ἡμῶν αὐτῶν μετὰ τὸ καθάπαξ ἐφθάρθαι πεποιῆσθαι φροντίδα. ἀλλʼ οὔτε σύ γʼ αὐτὸς, εὖ ἴσθι, ἄν σέ τις ἀνέλῃ, ἔπειτʼ εἰς Ἄρειον πάγον οἷός τʼ ἂν εἴης τουτονὶ προκαλεῖσθαι· οὐ μᾶλλόν γε ἢ οἱ μηκέτʼ ὄντες τοὺς ἔτʼ ὄντας ἀδικίας εἰσάγειν· τῆς τʼ ἀτελείας, ὡς ἔφην, ἀνατετραφυίας τὴν πόλιν οὐδὲν πλέον ἔσται πρὸς τὸ τὴν μὲν ἐξελεῖν βεβουλῆσθαι, ἡμᾶς δʼ αὐτοὺς ἀνασώσασθαι, ἀλλὰ μεθʼ ἡμῶν ἀνάγκη, καὶ ταύτην ἐφθάρθαι, καθάπερ τινὰ

Intertext edge

Open linked passage

Note