Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 53
Aristides, Aelius53 19 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
19.p32
19.p32
τοῦτʼ αὐτὸ πείσονται, οἰχήσονται μὲν αἱ πόλεις, οἰχήσεται δὲ καὶ τὰ τῶν πόλεων ἆθλα. οὐ γὰρ μόνον ἐξ ἀτελειῶν οὐδὲν αὐταῖς ἔπειθʼ ὑπάρξει, ἀλλὰ καὶ τὸ τάχιστʼ ἐφθάρθαι μᾶλλον αὐταῖς προσυπάρξει, εἴπερ ἐκ μὲν λειτουργιῶν ταῖς πόλεσι σωτηρία, ἐν δὲ τῷ ταύτας εὖ ἔχειν καὶ τὸ ταῦτʼ ἔχειν διδόναι προσέσται. εἶτα τούτων οὕτως ἐχόντων καὶ τοσαύτης ἑκατέρων οὔσης διαφορᾶς, ὡς τὸ μὲν πλείστην ὄνησιν ἔχειν, τὸ δὲ πᾶν τοὐναντίον, ἔπειθʼ ἡμεῖς Δημοσθένει πεισθέντες ἢ οὐκ οἶδʼ ὅτῳ καὶ φῶ, οὐχ ὃ πρὸς ἡμῶν ἐστιν ἀτεχνῶς, ἀλλʼ ὃ καθʼ ἡμῶν αἱρησόμεθα; καὶ ὃν ἐξ ἀρχῆς ὑπὲρ τῆς ἡμετέρας αὐτῶν ἀσφαλείας τε καὶ προνοίας ἔδει νόμον τεθεῖσθαι, καὶ νῦν αὐτῷ τὰ πλείστου φασὶν ἄξια χρῆσθαι, τούτῳ χαίρειν εἰπόντες τὴν ἐπὶ καθαιρέσει τῆς πολιτείας ἀτέλειαν ὡς πάνυ λυσιτελὲς νομιοῦμεν; διʼ ἧς οὐδʼ αὐτὴν ταύτην, ὡς ἔφην, ἔτʼ ἔχειν τοῖς βουλομένοις ἐξέσται, ἀλλὰ πρὸς σφίσιν αὐτοῖς καὶ τήνδε προσαπολοῦσιν καὶ τίσιν οὐκ ἂν δόξαιμεν κακοδαιμονᾶν, εἰ τὸ συμφέρον ἡμῖν παντὸς μᾶλλον εἰδότες, ἡμεῖς δʼ ἐξεπίτηδες δρῶμεν ἃ παντὸς ἡμᾶς μᾶλλον ἐκτρίψει;
19.p33
19.p33
ὅλως δὲ εἴ τις ἔροιθʼ ὑμᾶς, ὦ ἄνδρες Ἀθηναῖοι, πότερον τοῖς μὲν ἔχουσι μείζονος καὶ περιφανεστέρας καθέστηκε δόξης, τῇ δὲ πόλει μηδʼ ὁτουοῦν δυσχεροῦς, πότερον ἀτέλεια καὶ τὸ μὴ λειτουργεῖν ἔτʼ ἔχειν, ἢ τὸ τυγχάνειν εἰκόνων καὶ μεθʼ Ἁρμοδίου καὶ Ἀριστογείτονος τὸν ἀεὶ πρεσβεύεσθαι χρόνον, εὖ οἶδʼ ὅτι τοῦτʼ ἂν φήσαιτʼ· εἰκότως. τί γὰρ δὴ βλάβος τῇ πόλει, ἐὰν οὐχ ὁ δεῖνα ἢ ὁ δεῖνα λέγω, ἀλλʼ ὁμοῦ πάντες Ἀθηναῖοι, ἢ, εἰ βούλει, πάντες ὡς εἰπεῖν ἄνθρωποι εἰκόνων ἢ στεφάνων μετάσχωσι παρʼ αὐτῇ; μᾶλλον μὲν οὖν καὶ δύο τὰ πάντων κάλλιστʼ ἐντεῦθεν προσγίγνεται, οὐ μόνον ἔπαινός τε καὶ δόξα τοῖς τε ταυτὶ τιμωμένοις τῇ τε τιμώσῃ πόλει, ἀλλὰ καὶ θαυμαστή τις ἐπὶ τὰ ἴσα παράκλησις ἔσται. ὅτε τοίνυν καὶ ἄλλως ἔνι τῇ πόλει καὶ μεγαλοψυχίᾳ πρὸς οὓς ἔδει

Intertext edge

Open linked passage

Note