Orationes 53
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius">
—
⋯
Original / primary: Perseus Grc2
20.p34
20.p34
κεχρῆσθαι, καὶ μηδὲν αὐτὴν μηδενὶ τὸ παράπαν βεβλάφθαι τίς ἀτελείας ἀνάγκη καὶ τοῦ τοῖς ἡμετέροις αὐτῶν ἐντεῦθεν λυμαίνεσθαι; ὥστε καὶ ἃ Δημοσθένης λαμπρῶς ἄγαν ὑπὲρ ἀτελείας προΐσχεται, τῶν ἀτοπωτάτων εἶναι φάσκων καὶ τῆς εἰς ἅπαντʼ ἀνάξιον μεγαλοψυχίας ἡμῶν, ἐὰν ἃ δεδώκαμεν ἀφελώμεθα, ταῦτʼ εἰς κενὸν αὐτῷ καθειστήκει τοῦτον τὸν τρόπον. οὐ γὰρ μόνον τοὺς εὖ παθόντας ἀφαιρησόμεθα τοῦθʼ, ὡς αὐτὸς οἴεται, οὐδʼ ἧς παρʼ ἡμῶν ἀπέλαυσαν δόξης, ταύτης ἐκπεσοῦνται διὰ τὸν νόμον, ἀλλὰ καὶ καλλίω καὶ περιφανεστέραν ταύτην νῦν κομιοῦνται, ἀντʼ ἀτελείας θαυμαστῶν τινων ἐπιγραμμάτων καὶ εἰκόνων τυχόντες, καὶ κατὰ παντὸς εἰσέπειθʼ ἑστήξοντες δημοσίᾳ τοῦ χρόνου· ὡς καὶ τοῖς ἐπιγιγνομένοις σαφῶς μανθάνειν ἐξεῖναι ὁπόσον τι τούτοις ἡ πόλις τῆς εἰς αὐτὴν ἕνεκʼ εὐνοίας ἐχρῆτο· ὃ τίνος ἀτελείας οὐ μεῖζον; εἴπερ ἡ μὲν οὐ διηνεκὴς οὐδὲ διὰ πάντων ἥκουσα τῷ γιγνώσκεσθαι, τὸ δʼ ἀθάνατον ὡς εἰπεῖν καὶ οὐδένα τῶν πάντων οἷόν τε λανθάνειν, οὐ μᾶλλόν γε ἢ τὴν πόλιν ὁντινοῦν ἔστι λανθάνειν. οὐκοῦν καὶ Ἐπικέρδης καὶ Λεύκων καὶ ὅστις ἕτερος, εἰ ὅτʼ αὐτοὺς ἡ πόλις ἐτίμα, δυοῖν αἵρεσις ἦν, ἢ ἀτελείας ἢ ἀνδριάντων μετέχειν, οὐκ ἄν μοι δοκοῦσι μηδʼ ὅσον περὶ ἀτελείας ἀκοῦσαι δεδέχθαι, ἐξὸν πολλῷ τινι μείζονι τετιμῆσθαι καὶ ὃ τοὺς μετασχόντας παραπλησίους εἶναι δοκεῖν ποιεῖ τοῖς θεοῖς· τοὺς τοίνυν τότʼ ἂν οὕτω διατεθέντας καὶ ὅλῳ θυμῷ πρὸς ταῦτʼ ἐσχηκότας εὖ οἶδα καὶ νῦν μὴ μόνον τῆς προσούσης ἀτελείας περὶ πλείονος ἂν πεποιῆσθαι τὴν ἐν ταῖς εἰκόσιν ἐπιτιμίαν, καὶ αὐτοὺς καὶ τούς γʼ αὐτῶν παῖδας, ἐάν γε μὴ περιῶσιν, ἀλλὰ καὶ τοσοῦτον ἡσθῆναι ὡς καὶ πλείστην χάριν ὁμολογῆσαι δή που τῇ πόλει τοῦ τε ταυτὶ διανενοῆσθαι τοῦ τʼ ἐψηφίσθαι συμφέροντα μὲν ἑαυτῇ, συμφέροντα δὲ καὶ σφίσιν αὐτοῖς.