Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 53
Aristides, Aelius53 25 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
25.p41
25.p41
ἔχομεν διὰ ταῦτα, ἀλλὰ τῷ τῶν πραγμάτων ἐξ ἀρχῆς ἐσχηκότι διδόναι. ὡς μὲν οὖν, ὦ Δημόσθενες, ἕκαστοι πρὸς ἀλλήλους ταύτῃ διίστανται ὁμολογῶ καὶ αὐτὸς, ἐπεὶ μηδὲ νομοθέτας κέκτηνται τοὺς αὐτοὺς, ἀλλʼ οἱ μὲν τοὺς, οἱ δὲ τοὺς, ὅπως ἡ τύχη καὶ ὁ συμπίπτων χρόνος ἑκάστοις παρεσκευάκει. σοῦ δʼ ἂν ἡδέως πυθοίμην, εἰ ἐν οἷς οὗτοι διίστανται, πότερα τῶν λυσιτελούντων ταῦτʼ ἐστὶν ἢ τῶν ἰδίᾳ καὶ κοινῇ λυμαινομένων τοῖς πράγμασιν. εἰ μὲν γὰρ τῶν λυμαινομένων ἐρεῖς, πρῶτον μὲν ἐπιεικῶς ἄτοπον καὶ δεινὸν διὰ τούτων ἡμᾶς ἐπὶ τὰ ἴσα πείθειν ἐπιχειρεῖν καὶ κακῷ τὸ κακὸν, ὡς λόγος, ἰᾶσθαι, ἀλλὰ μὴ διὰ τῶν βελτίστων ἐντεῦθεν ὡς μάλιστʼ ἀπάγειν καὶ τούτοις ὡς οἷόν τε προσάγειν. ἔπειτα μετὰ τῆς ἀτελείας καὶ ταῦτʼ ἐξαίρειν ὥσπερ τινὰς Κῆρας προσῆκε τοῦ βίου καὶ παραπέμπειν εἰκότως εἰς τὸ τῶν ποιητῶν ὄρος καὶ κῦμα· μὴ γὰρ οὖν εἴη μηδὲν τὸ παράπαν, ὃ δημοσίαν ἴσχει τὴν βλάβην. εἰ δὲ ταῦτα μὲν κοινοῦ τινος κέρδους ἕνεχʼ εὑρέθη καὶ τοῦ τὰ γιγνόμενα δύνασθαι συντελεῖν, ἀτελείας δὲ οὐδὲν μᾶλλον ταῖς λειτουργίαις ἐχθρὸν—ὅταν δὲ ταύτας λέγω, τὴν πόλιν λέγω, διʼ ὧν ταύτῃ τὸ σώζεσθαι— τί περιττὰ συλλογίζει καὶ σοφιστὴς ὧν οὐκ ἔξεστι γίγνει, τὴν μὲν πρὸς ἃ μὴ χρὴ παραβάλλων, ἡμᾶς δʼ ἐντεῦθεν ὡς ἀγαθοῦ τινος ταύτης ἀντέχεσθαι πείθων; τὸ δʼ ἐστὶν ἀτεχνῶς ἐπίβουλον καὶ πειρωμένου τὴν πόλιν ἐσχάτοις περιβάλλειν κακοῖς. ὥσπερ γὰρ τὸ τοῖς ἀδικοῦσιν ἐπεξιέναι καὶ πολεμεῖν διὰ πάντων αἱρεῖσθαι οὐδʼ ἂν εἷς φαίη μὰ τοὺς θεοὺς μὴ οὐχὶ τιμῶντος τοῦτʼ εἶναι τοὺς νόμους, οὕτως ἐάν τις τοῖς λυμαινομένοις τῇ πόλει μετὰ πολλοῦ τοῦ περιόντος συνηγορῇ, τεκμήριον ἐναργὲς παρέχεται γνώμης οὐχ ὑγιοῦς καὶ τὰ δεινότατα καθʼ ἡμῶν τεχνωμένης. καίτοι ὅταν διὰ τὴν ἐξ αὐτῶν βλάβην ἐκτρεπώμεθα σφᾶς, τίνος ἂν εἰκότως ἄξιος εἴη ὁ διʼ ὧν τούτοις συνηγορεῖ αὐτός τε τοιοῦτος ὢν καὶ τούς γʼ ἄλλους ἐπὶ τὰ ἴσα παροτρύνων; ἐπεὶ καὶ τὸ συκοφαντεῖν καὶ

Intertext edge

Open linked passage

Note