Orationes 53
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius">
—
⋯
Original / primary: Perseus Grc2
26.p42
26.p42
δωροδοκεῖν καὶ ἀσελγαίνειν καὶ λάθρα τοῖς πολεμίοις κεχρῆσθαι καὶ φάρμακα καθʼ ὁτουοῦν συντιθέναι καὶ νὴ Δία γε λῃσταὶ καὶ τοιχωρύχοι καὶ τοῦ πονηροῦ κόμματος ὁστισοῦν τότε μᾶλλον μισοῦνται καὶ δίκην ὑπέχουσι μείζω, ὅταν οἷς δρῶσιν, ἐγκαλύπτεσθαι δέον καὶ τρέμειν, οἱ δʼ ἐπὶ τούτοις τοσοῦτον φρονῶσιν ὡς καὶ σεμνύνειν ταῦτʼ ἐθέλειν πρὸς πάντας, διττὰ δή που νοσοῦντες, κακίαν καὶ θράσος, καὶ μηδʼ ἑκάτερον συνιέντες, ἀλλὰ καὶ δίκην τίνοντες ταύτην τὸ δημοσίᾳ σφᾶς αὐτοὺς ἐξελέγχειν.
26.p43
26.p43
καὶ μὴν οἷς ἡμᾶς κἀκείνως φενακίζειν ἐπιχειρῶν οἴει λανθάνειν, τούτοις οὐδὲν ἧττον ἁλίσκει πονηρευόμενος καὶ κατʼ αὐτὸς σαυτοῦ μᾶλλον ἢ ἡμῶν αὐτῶν. οὐ γὰρ ὡς ἔννομόν τι καὶ τῆς ἐκεῖθεν ἐξημμένον ἀνάγκης ἔχων ἀτέλειαν δεῖξαι, οὐδὲ τοὺς ταύτης πέρι διαγορεύοντας νόμους εἰς μέσον θεῖναι κἀντεῦθεν, ὡς νομίζεις, ἐξελέγξαι Λεπτίνην, σὺ δὲ καὶ οὕτως σφόδρʼ ἑτέρως ποικίλλεις καὶ περιάγεις τὸν λόγον ὡς καὶ πείθειν ἔχειν ἐκ τοῦ παραχρῆμα δοκεῖν καὶ τοὺς μὴ πάνυ τοι προσεσχηκότας ἑτοίμως χειροῦσθαι. εἰ γὰρ οἱ μὲν νόμοι κελεύουσι, φῂς, διαρρήδην βεβαίας εἰς τέλος εἶναι τοῖς εἰληφόσι τὰς δωρεὰς καὶ μηδὲ καθʼ ὅντινα δήποτε τρόπον ταυτασὶ κεκινῆσθαι, ὁ δὲ ἃς δεδώρηταί τισιν ἀτελείας ἡ πόλις ἐν παντὶ τῷ παρασχόντι, ταύτας διʼ ὧν νομοθετεῖ νῦν ἀκύρους καθάπαξ ποιεῖ καὶ νῦν καὶ εἰσαῦθις, πῶς οὕτω παραβαίνων τοὺς νόμους καὶ κατὰ τοῦτο δίκαιος ὢν τὴν τῶν παρανομούντων καὶ αὐτὸς ὑποσχεῖν δίκην, ἔπειθʼ οἷος ἔσται περὶ ὧν συμβουλεύει παρʼ ἡμῶν πεπιστεῦσθαι; οὐ ταῦτα λέγεις ἄνω καὶ κάτω στρέφων καὶ συνεχῶς ἐρωτῶν εἰ μὴ δίκαιον τοὺς εὖ πεπονθότας διὰ τέλους εὖ πάσχοντας εἶναι καὶ μετέχειν εἰς ἅπαν τοῦ γέρως; ἔχε δὴ καὶ σκοπόν. ἐπέταξεν ὁ τοὺς νόμους τιθεὶς μὴ χρῆναι τὰς δωρεὰς ἀφαιρεῖσθαι· ἀτελείας δὲ οὐδʼ ὁντινοῦν τὸ