Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 53
Aristides, Aelius53 30 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
30.p49
30.p49
οὐκέτʼ ἀξιοῖς· οὐ τῷ μὴ βούλεσθαι Λεπτίνην ἐκ περιουσίας ἐλέγχειν, ἀλλὰ τῷ μηδέν τι περὶ αὐτῶν σαφὲς ἔχων εἰπεῖν, ἔπειτʼ ἐκ περιουσίας αὐτὸς ἐληλέγχθαι βούλεσθαι. οὐ γὰρ ἂν, εἰ εἶχες ὀνομαστὶ τούτων μεμνῆσθαι, σιγᾶν ἠνέσχου, οὐδʼ ἂν παρόντων ἐφείσω, ὁ καὶ μὴ παρόντων ὡς ἂν παρόντων εἰς τοὺς περὶ τούτων λόγους ἐμπίπτων· οὐ μόνον ὅτι πάντων μάλιστα τὰ τοιαῦτʼ αὐτὸς ἑτοιμότατος εἶ, ἀλλʼ ὅτι σοι καὶ τοῦτο πρὸς τὸν ἀγῶνα τὸν σὸν συνήρατʼ ἂν οὐ μικρῶς. νῦν δʼ οἷς ἀνωνύμως προήνεγκας οὐ μόνον ἀπειθοῦντας ἅπαντας ἔχεις, ἀλλὰ καὶ δόξαν παρέχεις μηδʼ ὅλως τούτους αὐτοὺς εἶναι, ἀλλʼ ὑπὸ σοῦ συντεθεῖσθαι. οὕτω διὰ μὲν τοῦ μεμνῆσθαι μόνον προστρίψασθαι δόξαν οὐ καλὴν ἐθέλων Λεπτίνῃ, διὰ δʼ αὖ τοῦ μὴ πρὸς ὄνομα φάσκειν αὐτὸς τὸν ἔλεγχον φεύγων, ἔλαθες, ὦ Δημόσθενες, καὶ σαυτὸν ὡς οὐκ ἀληθῆ λέγεις ἐλέγξας καὶ Λεπτίνην ὡς ἀληθῶς, ἀλλʼ οὐχ ἡττώμενος πάθους εἰσῆχε τὸν νόμον. καὶ τὴν μὲν ἐκ Μιλήτου φασὶ Διοτίμαν, ἐπεὶ δέκα ἔτη ἀναβαλέσθαι τῇ πόλει δυνηθεῖσα τῆς νόσου οὐχ οἵα θʼ ὑπῆρξε καὶ τὸ πᾶν ἐξειργάσθαι, οὐδὲ τοῦτʼ εἰργάσθαι νομίσαι, οὐδὲ γενέσθαι τοῖς πράγμασιν ἐν καιρῷ, ὥστε διχόθεν αὐτὴν βεβοῆσθαι, ἔκ τε ὧν ἠδυνήθη τοσοῦτον ἔκ τε ὧν ὅπως οὐ τὸ πᾶν ἠδυνήθη, ἡ δʼ ὥσπερ μηδὲν ἐπιδεδειγμένη οὕτω δυσχεραίνουσα ἦν· σὺ δὲ τοσοῦτον χρόνον νοσοῦσαν ἐξ ἀτελείας τὴν ἐνεγκαμένην ὁρῶν οὔτʼ αὐτὸς ᾤου δεῖν ταύτης ἀπαλλάξαι τῆς νόσου καὶ ταῖς τῶν λόγων ἐπῳδαῖς ὡς εἰκὸς ὑπὲρ ταύτης κεχρῆσθαι, ῥᾴδιον ὂν παντὸς μᾶλλον, τόν τε καλὸν κἀγαθὸν τουτονὶ Λεπτίνην κάλλιστα πάντων καὶ τῇ τῶν θεῶν τοῦτʼ εἰργασμένον προνοίᾳ ἥδιστα ἂν, εἴπερ ἦν, εἰς τοὺς Σικελικοὺς ὤσας κρατῆρας, πανταχόθεν ἐπιχειρῶν τοῦτον ἐλαύνειν καὶ πᾶσιν οἷς ἔξεστι

Intertext edge

Open linked passage

Note