Orationes 53
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius">
—
⋯
Original / primary: Perseus Grc2
31.p50
31.p50
διαβάλλων, ὅπως τὸν μὲν, ὦ θεοὶ καὶ νόμοι, δοῦναι δίκην παρασκευάσῃς, ὡς διʼ ὧν εἰσηγεῖται τοῖς πράγμασι δυσμενῆ· ἀτέλειαν δʼ ὥσπερ τινὰ φυγάδα καὶ ὑπερόριον καταγαγεῖν αὖθις τῇ πόλει, προπίνων ἐντεῦθεν Κτησίππῳ τὸ ταύτης συμφέρον.
31.p51
31.p51
ἀλλὰ γὰρ τὸ προσγράψαι, φησὶ, μηδὲ τὸ λοιπὸν ἐξεῖναι δοῦναι, ἢ θανάτου τὸν τἀναντία γεγραφότα τιμᾶσθαι, οὐ μόνον τυράννου δίκην τὸ ταῦτʼ ἔχειν συνήθως ἐν τῷ τοῦ καιροῦ φιλοτιμεῖσθαι καλοῦντι, ἀλλὰ καὶ τὸ κατʼ ἐξουσίαν ἀνῃρήκει τῇ πόλει. εἰ μὲν οὖν καθάπαξ ἡμᾶς, ὦ ἄνδρες Ἀθηναῖοι, Λεπτίνης μεγαλοψυχίας ἀπείργει, ὡς μήτε τοὺς εὐεργέτας ἀντευποιεῖν οἵους τʼ εἶναι μήθʼ ὅλως τοὺς εὖ πάσχειν ἀξίους τοῖς γιγνομένοις δωρεῖσθαι, ἀγνωμοσύνης ἂν εἰκότως φέροιτο μέμψιν καὶ τοῦ μηδέν τι τῶν δεόντων συμβεβουλευκέναι δύνασθαι, καὶ δεῖ τοῦδε τῷ νόμῳ νόμων ἐξούλης λαχεῖν. εἰ δὲ πλὴν ἀτελείας πάντων εἶναι λέγει κυρίους, καὶ σίτησιν ἐν πρυτανείῳ καὶ συνοικίας καὶ ἀρχὰς καὶ γῆς πλέθρα καὶ πάντα τὰ τοιαῦθʼ οἷς ἔξεστι νέμειν, ποῦ ταῦτʼ ἐστὶν ἐγκαλεῖσθαι δίκαιος; ὥσπερ ἂν εἰ καὶ ἰατρὸν ἠξίους κακίζειν, ὡς ἀσιτίαν παντελῆ τοῖς κάμνουσιν ἐπιτάττει, παρὰ τὸ μὴ συγχωρεῖν τοῖς βλάπτουσι χρῆσθαι· ἢ καὶ γεωργὸς ἐδόκει σοι φαῦλος καὶ ταῖς ἀρούραις παντάπασι πολεμῶν ὁ τῶν λυμαινομένων ἐκκαθαίρων τὴν βλάστην. ἐγὼ δὲ καὶ τοῦτο λέγω, ὡς εἰ μὲν παρανόμων, ὦ Δημόσθενες, γράφει τὸν νόμον, τί περὶ τοῦ μέλλοντος δυσχεραίνεις; αὐτὸ γὰρ τοῦτο τὸ παρανομοῦντʼ αὐτὸν εἶναι τὸ μηδὲ τὸ παράπαν εἶναι τοῦτόν ἐστι· μάταιον οὖν περὶ τοῦ μὴ νῦν ὄντος ὡς ἔτʼ ἐσομένου φροντίζειν· εἰ δʼ εὖ ἔχειν τοῦτον ὁμολογεῖς, καὶ τὸ μηκέτʼ ἂν ἐξεῖναι λελύσθαι τοῦτον οὐδὲν ἧττον προσωμολόγηκας· οὐ γὰρ δὴ νῦν μὲν φήσεις τοῦτον