Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 53
Aristides, Aelius53 32 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
32.p52
32.p52
λυσιτελεῖν, ὕστερον δὲ οὐκέτι, ἀλλὰ τὸν αὐτὸν διὰ τέλους εἶναι προσῆκεν, εἴ γε μέλλει ταῖς ἀληθείαις τὸ πρόσρημα σώζειν.
32.p53
32.p53
ἐκεῖνο δʼ ἴσως ἐρεῖς, ὡς εἰ τῷ νόμῳ τὸ δίκαιον πρόσεστι, καὶ σύνοιδε Λεπτίνης βεβαίως καὶ ἀσφαλῶς ἔχοντι, τοῦ χάριν καὶ τῆς εἰσέπειτʼ ἀσφαλείας προσδεῖν τούτῳ νομίζει; οὐδεὶς γὰρ τῶν νομοθετῶν περὶ ὧν ἔθεσαν νόμων ταύτην ἔσχον τὴν γνώμην, οὐδʼ ἐγγὺς, ἀλλʼ ἀποχρῆν ᾤονθʼ αὑτοῖς, εἰ μετὰ τοῦ δικαίου πᾶσι προσφέροιντο. νῦν δʼ οἷς αὐτὸς μόνος τὰ τοιαῦτα διανοεῖ ἔοικας οὐκ ἀγαθὴν περὶ τοῦ νόμου δόξαν κεκτῆσθαι. ὡς μὲν οὖν ὁ νόμος κάλλιστα καὶ δικαιότατα καὶ ἀσφαλέστατα πάντων ἔχων κοινοφελές ἐστιν ἀγαθὸν, οὐ μόνον, ὦ ἄνδρες Ἀθηναῖοι, ἐξ ὧν ἔφην γέγονε δῆλον, ἀλλὰ καὶ οἷς ἐδείξαθʼ ὑμεῖς, τῷ τοιοῦτον εὐθὺς ὁρμῇ τινι θεοφορήτῳ καὶ ὅλῳ καὶ παντὶ δεδέχθαι θυμῷ, ὡς καὶ τῆς συνήθους χειροτονίας καὶ ψήφου κοινῆς αὐτὸν ἀξιῶσαι. ὅτι δὲ οὐκ ἄπο λόγου καὶ τὸ τοῖς μὲν ἄλλοις ἅπασι νόμοις μηδὲν μηδʼ ὁτιοῦν προσγεγράφθαι, αὐτῷ δὲ μόνῳ τοῦτʼ ἐκ περιουσίας ὑπάρξαι, οὐχ ὅπως εἴσεσθε σαφῶς, ὦ ἄνδρες Ἀθηναῖοι, ἀλλὰ καὶ φήσετʼ, εὖ οἶδα, μὴ χρῆναι ταῦτʼ ἄλλως ἢ τοῦτον ἐσχηκέναι τὸν τρόπον, εἰ τὰς αἰτίας ἀμφοῖν λογιεῖσθε. εἰ γὰρ δὴ Σόλων μὲν καὶ Λυκοῦργος καὶ ὅστις ἕτερος τῶν νομοθετῶν, οὐδεμιᾶς τινος ἐπικειμένης ἀνάγκης, ἀλλʼ ἀπὸ δημοτικωτάτου τῆς γνώμης ἐπὶ τοὺς νόμους ἧκον καὶ τὰς κοινὰς εἰσηγήσεις, Λεπτίνης δʼ ὑπʼ ἀνάγκης καὶ τοῦ μηκέθʼ οἷός τε εἶναι κινδυνεύουσαν ὁρᾶν ἐξ ἀτελείας τὴν πόλιν. καὶ οἱ μὲν οὐδένα τῶν πάντων διʼ ὧν ἐνομοθέτουν ἐλύπουν· οὐδὲ γὰρ οὐδὲ γερῶν ἀπεστέρουν· ὁ δὲ πᾶν τοὐναντίον πολλοὺς καὶ παντοδαποὺς τοὺς ταύτης διὰ τὸν νόμον ἐκπεπτωκότας ἐκπεπολεμωκὼς ἑαυτῷ· οὔτʼ ἐκείνους ἐχρῆν, διὰ τὸ μηδὲ τηνικαῦτα τοὺς ἀντιλέγοντας ἴσχειν, πρόνοιαν τοῦ μέλλοντος ἡντινοῦν πεποιῆσθαι·

Intertext edge

Open linked passage

Note