Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 53
Aristides, Aelius53 3 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
3.p4
3.p4
βοῶν, ὡς οὐδένα ποιοῦμαι τῆς πόλεως λόγον, ἀλλὰ λῆρος πάντʼ ἐμοὶ πρὸς τὸ γένος. ἀμέλει καὶ ὃν ἐξ ἀρχῆς ἔδει κεῖσθαι τῇ πόλει νόμον, μηδένα τῶν πολιτῶν ἀτελῆ μήτʼ εἶναι μήτʼ ἂν γενέσθαι, τοῦτον ἤδη καλῶς ὑπὸ Λεπτίνου τεθέντα, ὡς καὶ πάντων τῶν εὖ φρονούντων, ὡς εἰκὸς, αὐτὸν ἐπαινούντων, καὶ πάνυ τοι συνηδομένων αὐτῷ τε καὶ τῷ νόμῳ, τῷ μὲν τῆς κοινῆς ὠφελείας, τῷ δὲ τοῦ πρόνοιαν ταυτησὶ πεποιῆσθαι, μόνος οὗτος, ἢν εὖ πάθωμεν ὡς ἔοικε δυσχεραίνων, ἀντὶ τοῦ συγκροτεῖν αὐτὸν καὶ θαυμάζειν καὶ ὅπως εἰς ἀεὶ κύριος ἔσται παρασκευάζειν. ὁ δὲ καὶ ὅπως ἄκυρος ἔσται πάντα ποιεῖ· οὐ τὸ ξυμφέρον, ὡς ἂν εἴποι τις, ἀγνοῶν· τίς γὰρ τούτου τὰ τοιαῦτα δεινότερος; ἀλλʼ ὅπως εἰς τὴν πατρῴαν ἀτέλειαν καὶ αὖθις ἐγκαταστήσῃ Κτήσιππον, οὐκ εἰδὼς ὡς ἐν μὲν τῷ τὴν πόλιν εὖ πράττειν καὶ αὐτὸν εὖ πράττειν ἀνάγκη, ἐν δὲ τῷ τὸν μὲν νῦν εὖ ἔχειν ἐθέλειν, τὴν δὲ μὴ, καὶ αὐτὸν ὅσον οὐκ ἤδη τῶν αὐτῶν πεπειρᾶσθαι.
3.p5
3.p5
ἔτι τοίνυν εἰ μὲν, ὦ Δημόσθενες, οὐκ εὖ ἔχειν ὁ νόμος ἐδόκει οὐδὲ τοῦ γιγνομένου διὰ πάντων τυγχάνειν, ἀλλὰ φλυαρίαν ταῦτʼ εἶναι καὶ οὐδὲν ὑγιὲς, αὐτόν σε πρῶτον ἐχρῆν εἰς μέσον παριόντα διακωλύειν τοῦτον, αἰτιᾶσθαι, παρανόμων γράφεσθαι, οὐ τούτους ἢ ʼκείνους ἐξ ἀφανοῦς καθιέντα διʼ αὐτῶν ἐλέγχειν τοῦτον πειρᾶσθαι, καὶ κατὰ τοῦδε σφίσι συνηγορεῖν. σοὶ γὰρ, εἴπερ τῳ, τὰ τοιαῦτα μάλιστα μέλει. οἷς δὲ τότε μὲν σιγᾶν ᾤου δεῖν, νυνὶ δὲ μετʼ αὐτῶν αὐτὸν διαβάλλειν, ἀμφότερα βεβαιοῖς, τόν τε νόμον ὡς κάλλιστα ἔχειν, αὐτόν τέ σε μάτην κατʼ αὐτοῦ κεκινῆσθαι· ὅς γε καὶ ἵνα μὴ τοῦ μὲν Κτησίππου μόνου δόξας ἀντιποιεῖσθαι, τὸ δὲ τῆς πόλεως παρὰ

Intertext edge

Open linked passage

Note