Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 53
Aristides, Aelius53 5 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
5.p8
5.p8
περιφανὴς καὶ ἀπόδειξις ἐναργὴς τοῦ μηδὲν συκοφαντίας ἐλλείπειν. ἃ γὰρ οὐκ ἂν οὔτʼ ἐνεθυμήθη Λεπτίνης οὔτʼ εἰ κατὰ νοῦν ἔσχε δοκεῖ μοί ποτʼ ἂν εἰρηκέναι, ὡς οὐχ ἱκανὰ πρὸς ὃ βούλοιτο δρᾶσαι, ταῦθʼ οὗτος, ὦ ἄνδρες Ἀθηναῖοι, ὡς ἂν ἀτεχνῶς εἰρηκότος κατηγορεῖ, ταυτόν τι ποιῶν ὥσπερ ἂν εἴ τις πρὸς ἀνταγωνιστὴν ἰσχυρὸν καὶ ἄμαχον ἔχων, φαρμάκοις ἀνελεῖν τοῦτον ἠξίου, ὅτι μὴ χερσὶν οἷός τʼ ἦν· καὶ σὺ τοίνυν αὐτὸς οὐκ ἔχων ἄλλως ἐξελέγξαι τὸν νόμον πλάττεις αἰτίας διὰ κενῆς, τὰ μὲν αὐτὸς κακουργῶν καὶ πονηρευόμενος, ἔστι δʼ ἃ καὶ παρʼ αὐτὸς σαυτοῦ συντιθεὶς καὶ συρράπτων. οὐκοῦν θάτερον τούτων ἡμῖν εἰκάζειν παρέχεις, ἢ μηδʼ ὁπωστιοῦν ἐντυχεῖν τῷ βιβλίῳ, ἢ, εἴ μοι δίδως εἰπεῖν, ἐντετυχηκὼς καὶ θαυμάσας τὸ τῶν βασκαινόντων καὶ αὐτὸς πεπονθέναι, ἐκστῆναί πως ὑπὸ λύπης σαυτοῦ, ὅτι σοι πρᾶγμα πάλαι προσῆκον Λεπτίνης ἤδη παραλαβὼν ἤνυσεν, ὥστε μηδὲ καθαρῶς ἐντεῦθεν τοῦ νόμου μεμνῆσθαι δύνασθαι. εἰ γὰρ ὁ μὲν τοῦ μὴ παντάπασιν ἂν ἐπιλελοιπέναι τὰς λειτουργίας τὴν πόλιν, τούτου χάριν ἐγεγράφει τὸν νόμον, ὁρῶν ὑπὸ πλήθους ἀτελειῶν ταυτασὶ σπανιζούσας καὶ τὴν τῆς πόλεως εὐδαιμονίαν ὥσπερ ἐντεῦθεν ὑποδιδοῦσαν, ὁ δὲ τοῦθʼ ἑκὼν σιωπῶν, φάσκει δὲ διά τινας ἀναξίους εὑρομένους ἀτέλειαν ταυτὶ νενομίσθαι, πῶς οὐχ ὃ λέγω συνίστησι; πῶς δὲ οὐκ αὐτὸς ἐξελέγχεται μήτε τὰ ὄντα λέγων καὶ προσέθʼ ἡμᾶς ὥσπερ τινὰς παῖδας φενακίζειν ἐπιχειρῶν;
5.p9
5.p9
καὶ ὅτι ταῦτα λέγων οὐδὲν ἀληθὲς λέγει δῆλον ἔκ τε ὧν ἔφην καὶ οἷς αὐτὸς τὸν Λεπτίνην εἰσάγει οὐ ταῦτʼ εἰρηκότα, ἀλλʼ ὡς ἔοικεν εἰσέπειτʼ ἐροῦντα. φησὶ γοῦν ἔστι δʼ οὐκ ἄδηλον, ὦ ἄνδρες Ἀθηναῖοι, τοῦθʼ ὅτι Λεπτίνης, κἄν τις ἄλλος ὑπὲρ τοῦ νόμου λέγῃ, δίκαιον

Intertext edge

Open linked passage

Note