Orationes 53
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius">
—
⋯
Original / primary: Perseus Grc2
6.p10
6.p10
μὲν οὐδὲν ἐρεῖ περὶ αὐτοῦ, φήσει δʼ ἀναξίους τινὰς ἀνθρώπους εὑρομένους ἀτέλειαν ἐκδεδυκέναι τὰς λειτουργίας, καὶ τούτῳ πλείστῳ χρήσεται τῷ λόγῳ. ὁρᾶτε, ὦ ἄνδρες Ἀθηναῖοι, ὥσπερ ἐπαγγέλλεται τοῦτον ταῦτʼ ἐρεῖν καὶ τούτῳ πλείστῳ χρήσεσθαι τῷ λόγῳ. οὐκ ἀλόγως γε μὴν οὐδὲ τὸ τῶν ἀναξίων ἐμνήσθη, ἀλλὰ μετὰ πάνυ τοι πονηροτάτης τῆς γνώμης, ἵνα τῶν ἀναξίων ἀτελείας ἐκβεβλημένων ταύτης ἀξιόχρεως Κτήσιππος δόξῃ, καὶ αὐτὸς ἐφʼ ἑαυτοῦ καὶ διὰ τὸν πατέρα Χαβρίαν. ἀλλʼ εἰς κενὸν, ὦ ἄνδρες Ἀθηναῖοι, τὰ τῆς ἐπινοίας τἀνδρὶ, καὶ οὐδὲν ἔσται πλέον ταῦτʼ αὐτῷ τεχνωμένῳ, ὑμῶν τὰ δίκαια ποιούντων καὶ ἃ μάλιστα τῇ πόλει προσῆκε καὶ προσέτι τοὺς τἀληθῆ διαστρέφειν ἐπιχειροῦντας μισούντων. ἐπεί τοι καὶ αὐτὸς τοσούτου δέω τούτοις πεπεῖσθαι καὶ προσέχειν τὸν νοῦν ὡς πάντα μᾶλλον ἢ ταῦτʼ ὀρθῶς ἔχειν νομίζειν. ἄνευ γὰρ τοῦ ταῦτʼ αὐτὸν, ὡς ἔφην, πεπραγματεῦσθαι καὶ τὴν αἰτίαν Κτήσιππον εἶναι, οὐδὲ τὸ τῶν ἀναξίων ὅλως ἔχω γιγνώσκειν ὡς εἰς καιρὸν εἰρημένον καὶ τῶν πραγμάτων ἀξίως, κἂν ὅτι μάλιστʼ αὐτὸς τούτοις ἐπιχειρῇ. εἰ μὲν γὰρ ἐξέτασις προὔκειτο γένους καὶ μόνους ἔδει τοὺς εὖ γεγονότας τιμᾶσθαι, καλῶς ἂν εἶχε τοὺς εὖ πεισομένους φυλοκρινεῖν· εἰ δʼ ἁπλῶς εὖ πάσχειν ἀνάγκη τοὺς εὖ πεποιηκότας, καὶ τῆς ἀρετῆς οὗτος μισθὸς, ἀτέλειαν δὲ οὐδὲν ἕτερον ἴσμεν ἀλλʼ ἢ κατωρθωμένων ἀντίδοσιν, οὐχ ὁρῶ τίνʼ ἔχει λόγον ἀναξίων τε καὶ μὴ μνημονεύειν, ἔνθα πάντας ἀνάγκη κατʼ αὐτὸ δὴ τοῦθʼ ὁμοίως τιμᾶσθαι, κἂν φαῦλός τις ὢν τύχῃ καὶ τῆς κάτω φρατρίας κἂν εἰς Κόδρον ἀνήκων. τί γὰρ Ἀχιλλεὺς μᾶλλον Θερσίτου πρὸς τὸ τὴν παρὰ τῶν Ἑλλήνων φέρεσθαι χάριν, ἂν ἐξ ἴσης ἄμφω τοὺς Τρῶας ἕλωσιν; [ἐπειδὴ ὁ μὲν ἐκ θεῶν, ὁ δʼ οὐ τοιοῦτος.] χωρὶς δὲ τούτων εἰ τοῖς ἀξίοις μόνοις ἀτελείας μετέσται, οὐκ ἔσθʼ ὅ τι μᾶλλον καθʼ ἡμῶν αὐτῶν ἔσται.