Orationes 53
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius">
—
⋯
Original / primary: Perseus Grc2
8.p12
8.p12
διαφερόντων ἑκάστῳ, τοὺς δὲ δημοτελεῖς τινας εἶναι συμβαίνειν, μόνον δὲ τοῦτον ἡμῖν κοινότατον καὶ λυσιτελέστατον καὶ διαρκῆ καὶ βεβαίαν καὶ διὰ πάντων ἥκουσαν τὴν ὠφέλειαν ὡς μάλιστα παρεχόμενον· στρατεύεσθαι γοῦν καὶ τριηραρχεῖν καὶ πρεσβείας τὸ μὲν πέμπειν, τὸ δὲ δέχεσθαι, καὶ προσέτι συμμάχοις χρῆσθαι, σπένδεσθαι πολεμίοις, ἀμύνεσθαι πολεμίους, τῶν οἰκείων ἀντιποιεῖσθαι καὶ σώζειν, καὶ νὴ Δία γε ταὐτὰ φρονεῖν πρὸς ἀλλήλους καὶ πάντας ἓν εἶναι τὴν γνώμην, καὶ συλλήβδην εἰπεῖν ὧν δεῖ πόλει τοσῇδε καὶ τοσούτων ἐθνῶν καὶ νήσων ἐπιστατούσῃ, πάντα ταῦθʼ ἑτοίμως καὶ μετὰ πολλοῦ τοῦ περιόντος καὶ βουλεύεσθαι καὶ ποιεῖν, ἐξ ἄρʼ ἡμῖν τούτου τοῦ νόμου μετὰ τὴν τῆς Ἀθηνᾶς ῥοπὴν κάλλισθʼ ὑπάρξει· καὶ τοῦθʼ ὡς ἂν οἷός τε ὦ πειράσομαι δεῖξαι καὶ πᾶσι ποιῆσαι καταφανὲς, ἵνα ἀκριβῶς εἰδῆτε, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ γνῶτε ὅσον τῷ νόμῳ τοῦ βελτίστου περίεστι καὶ ὡς, εἴπερ τις ἀνθρώπων, Λεπτίνης δημοτικὸς καὶ περὶ τὴν πόλιν χρηστός.
8.p13
8.p13
πᾶσα τοίνυν πολιτεία καὶ δυναστεία καὶ ὅλως οἱ τῶν ἀνθρώπων καθʼ ἕνα οὐκ εἴ τι πράξουσι μόνον σκοποῦσιν, ἀλλʼ εἰ συμφέρον τοῦτʼ αὐτοῖς ἔσται, καὶ διὰ πάντων ὡς εἰπεῖν πρὸς αὐτῶν. βούλονται μὲν γὰρ, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ μάλα βούλονται καὶ τοῦ δικαίου τυγχάνειν ἐν τούτοις καὶ μηδὲν ἐλλείπειν τούτου τοῦ μέρους, ὡς μόνην ταύτην οὖσαν πρᾶξιν ἀρίστην· ἂν δʼ ἄρʼ ἀμφότερα μὴ ἐξῇ, καὶ δίκαια πράττειν καὶ συμφέροντα αὑτοῖς, οἱ δʼ αἱροῦνται συμφέροντα μᾶλλον ἢ δίκαια πράττειν. μᾶλλον δὲ οὐδὲ τὴν ἀρχὴν πράττειν οἴονται δεῖν, ὅταν ἃ μέλλουσι πράττειν ἢ μὴ συμφέρονθʼ αὑτοῖς αἴσθωνται ταῦτʼ εἶναι ἢ κατὰ σφῶν αὐτῶν. τὸ μὲν γὰρ μανία σαφὴς, ἑκόντα τινὰ καθʼ αὑτοῦ πράττειν αἱρεῖσθαι· τὸ δʼ ὡς ἀληθῶς κουφότητος καὶ ἀνοίας καὶ τῆς περὶ τὸν Μαργίτην, ὡς εἰπεῖν, συμμορίας, εἰκῆ πονεῖν καὶ πράττειν διὰ κενῆς καὶ εἰς οὐδὲν δέον. Λεπτίνης τοίνυν οὐ μόνον δίκαιον, ἀλλὰ καὶ συμφέροντα καὶ προσέτʼ