Orationes 53
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius">
—
⋯
Original / primary: Perseus Grc2
9.p14
9.p14
αἴτιον τῇ πόλει δόξης εἰσήνεγκε νόμον, τῶν μὲν ἐξ ἀρχῆς καὶ πάλαι κειμένων οὐδὲν ἐλάττω, εἰ μὴ καὶ μείζω, ὅσον οὑκεῖνοι παρεῖσαν οὗτος ἐξεῦρε καὶ διωρθώσατο· ἄξιον δὲ οὐ παρὰ τοῖς τῆς Ἀθηνᾶς τροφίμοις μόνοις ἡμῖν, ἀλλὰ καὶ πᾶσιν ὡς εἰπεῖν ἀνθρώποις εὐδοκιμεῖν· δίκαιον μὲν ἀνθʼ ὧν κοινῇ πάντας λειτουργεῖν ἀναγκάζει, ὅπερ ἐστὶ δημοκρατουμένων ὡς ἀληθῶς καὶ τὴν ἰσότητα διὰ πάντων τιμώντων, ἀλλὰ μὴ διʼ ἀτελείας τὴν ἀναγκαίαν καὶ δημοτελῆ ταύτην εἰσφορὰν παραιτεῖσθαι, ὥσπερ δεδιότας μὴ δόξωμεν εὖ ποιεῖν τὴν ἡμῶν αὐτῶν. καίτοι πῶς οὐκ ἄτοπον καὶ τοῦ δικαίως ἔχοντος πόρρω τῶν μὲν παρʼ αὐτῆς ἀγαθῶν ἐξ ἴσης ἡμᾶς ἀπολαύειν ἔχειν, ἡμᾶς δʼ οὐκ ἐξ ἴσου τὰ πρὸς αὐτὴν διακεῖσθαι, ἀλλὰ τοὺς μὲν λειτουργεῖν, τοὺς δὲ μή; καὶ παραπλησίους ἀλλήλοις ὄντας τῇ πρὸς ταύτην εὐνοίᾳ, ἐνταῦθα μόνον τὴν ἰσότητα φεύγειν; καὶ πολέμου μὲν ἐπιόντος πάντας ὑπὲρ αὐτῆς κινδυνεύειν αἱρεῖσθαι καὶ τῆς αὐτῆς ἔχεσθαι προθυμίας, ἐν δὲ τοῖς ἐλάττοσι τῶν πραγμάτων καὶ κίνδυνον μὲν οὐδʼ ὁντινοῦν οὐδὲ πόνον, ὠφέλειαν δʼ ὅτι πλείστην τῇ πόλει καὶ ἡμῖν προξενοῦσιν, ἔπειτα πολίτας ὡς εἰπεῖν ἐξ ἡμισείας ὁρᾶσθαι; συμφέροντα δὲ μὴ μόνον τῷ συστάσεις ἀτεχνῶς πολιτειῶν τὰς λειτουργίας εἶναι καὶ θαυμαστὰς καὶ μεγίστας πρὸς ἐπίδοσιν ἀφορμὰς, ἀλλὰ καὶ ὅτι μηδενὸς μὲν ἀτελοῦς ὄντος, ὡς ἔφην, πάντες λειτουργήσουσιν, ἐὰν δὲ ἀτελείας μετέχωσι τινὲς, οὐδὲ εἷς. εἰ τοίνυν ᾧ μὲν χείρω τὰ τῆς πόλεως εἶναι συμβαίνει καὶ πρὸς φθορὰν αὐτῇ μᾶλλον ἢ δόξαν ἑτέροις, τοῦτο τοῦ μηδενὸς ἄξιον χρῆσθαι, ὃ δὲ μείζω ταύτην ἐπιφανῶς καὶ βελτίω ποιεῖ καὶ τοῖς ἅπασιν εὐθενοῦσαν, τοῦτʼ ἀνάγκη πᾶσα περὶ πάνυ τοι πολλοῦ πεποιῆσθαι, εἴ γʼ ἡμῶν αὐτῶν λόγος ἡμῖν· οὔτʼ ἀτελεῖς τινας εἶναι τὸ παράπαν προσῆκεν, ὡς οὐ μικρὰν ταύτην οὖσαν τοῖς πράγμασι βλάβην, ὅ τε νόμος οὕτω