Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 54
Aristides, Aelius54 112 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
112.p75
112.p75
ἠτυχηκότα καὶ τῆς Σφιγγὸς καθαιρέτην Οἰδίποδα τὸν Λαΐου, ἐξεληλαμένον μὲν Θηβῶν τε καὶ πάσης τῆς Βοιωτίας ὑπὸ τοῦ συγγενοῦς Κρέοντος, καταφυγόντα δὲ ὡς ἡμᾶς, καὶ μεγίστης ἀξιωθέντα προνοίας· ἀλλὰ καὶ Θηβαίους αὐτοὺς, ὕστερον κακῶς ὑπὸ τῆς φρουρᾶς τῆς Λακωνικῆς διακειμένους. καὶ μὴν καὶ Ταναγραίοις καὶ Θετταλοῖς τοῖς μὲν στάσει χρησαμένοις καὶ πρὸς τὸ μηδὲν ἤδη χωροῦσι, Ταναγραίοις δὲ ὑπὸ Θηβαίων ἐξῳκισμένοις γεγόναμεν ἐν καιρῷ, τοῦ μὴ διεφθάρθαι καθάπαξ αἴτιοι μετὰ τοὺς θεοὺς αὐτοῖς καταστάντες. ταυτὸ δὲ τοῦτο Μεσσήνιοι καὶ Πλαταιεῖς ἔχουσι λέγειν, οἱ μὲν ὑπὸ Λακεδαιμονίων καὶ Θηβαίων κατασκαφέντες, ὑφʼ ἡμῶν δὲ σωθέντες, οἱ Πλαταιεῖς, τοῖς δʼ ὑπὸ Λακεδαιμονίων κατασκαφεῖσι τὰ μέγιστα ξυνηράμεθʼ ἡμεῖς, καὶ νῦν εἰσι Μεσσήνιοι διὰ τὴν πόλιν. καὶ σιωπῶ Δρύοπας καὶ Πελασγοὺς καὶ πάντας τοὺς ἄλλους, οὓς ἐδέξατο μὲν κινδυνεύοντας, οὕτω δʼ ἀντʼ ἀγαθοῦ του δαίμονος σφίσι κατέστη ὡς ἐπιλελῆσθαι διʼ ὧν εὖ πεπόνθασι καὶ τῶν συμφορῶν.
112.p76
112.p76
καὶ οὐχὶ πάλαι μὲν οὕτω πρὸς πάντας θαυμαστῶς καὶ μεγαλοψύχως ἔσχεν ἡ πόλις, νῦν δὲ ὡς ἑτέρως καὶ παρὰ πολὺ τῶν προγόνων καὶ τῆς ὑποθέσεως ἀναξίως, ἀλλὰ χθὲς καὶ πρώην ἐπὶ τῶν Μηδικῶν, τοῦ μὲν βαρβάρου μεγάλων καὶ ὧν οὐκ ἄν τις ἤλπισεν ἡμᾶς ἀξιοῦντος, ἐφʼ ᾧ συμμάχους αὐτῷ προσλαβεῖν δεδυνῆσθαι, τῶν δʼ αὖ Λακεδαιμονίων ἑτέρωθεν ἐν τούτῳ δέους διὰ ταῦτα μάλιστα καταστάντων, ὡς καὶ παῖδας ἡμῖν καὶ γυναῖκας καὶ πρεσβύτας, ἕως ἂν ὁ πόλεμος ᾖ, διὰ πάντων εὖ ποιεῖν ὑπεσχῆσθαι, ποίους τινὰς παρέσχομεν ἡμᾶς αὐτοὺς καὶ πῶς τουτοισὶ διετέθημεν δή

Intertext edge

Open linked passage

Note