Orationes 54
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius">
—
⋯
Original / primary: Perseus Grc2
116.p77
116.p77
που; τοῖς μὲν γὰρ ὡς ἀνάξια τῆς ἡμετέρας προαιρέσεως καὶ φιλανθρωπίας διʼ ὧν ἐπηγγέλλοντο βεβουλευμένοις μεμψάμενοι, τοῦ δʼ ὡς ἀδυνάτοις ἐπιχειροῦντος οὐδʼ ἀκοῦσαι ὅλως οὐδʼ ὁπωστιοῦν ἀνασχόμενοι, τὸν μὲν αἰσχρῶς ἀναχωρῆσαι τῆς Ἑλλάδος παρεσκευάκαμεν, τοὺς δὲ μετὰ τῆς Ἑλλάδος ἐξειλόμεθα τῶν κινδύνων. πάλιν τοίνυν κοινῇ πάντες ξυνεισενεγκεῖν Λακεδαιμονίοις τὰ χρήματʼ ᾠήθημεν δεῖν, ἅπερ ἐδανείσαντο μὲν παρʼ αὐτῶν οἱ τριάκοντα κατὰ τῶν ἐν Πειραιεῖ· ὡς δὲ τὰ πράγματα κατέστη καὶ Λακεδαιμόνιοι ταῦτʼ ἀπῄτουν, οἱ μὲν ἄλλοι πάντες ἀποδοῦναι τοὺς δανεισαμένους