Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 54
Aristides, Aelius54 130 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
130.p87
130.p87
ὃ νῦν Λεπτίνης μηδὲν αἰσχυνόμενος γράφει· ἔπειθʼ ἡμεῖς νομοθέτην τουτονὶ προσεροῦμεν, ἐφʼ ὃν τύμπανα καὶ κύφωνας, τὸ τῆς κωμῳδίας, διὰ ταῦτʼ ἔδει καλεῖν, ὡς τοῦ τῆς πόλεως καταψευδόμενον ἤθους, καὶ ταύτην ἐκπολεμοῦντα πρὸς οὓς ἥκιστʼ ἐχρῆν;
130.p88
130.p88
ἡδέως δʼ ἄν σου, Λεπτίνη, πυθοίμην, ἐὰν ἣν παρά του χάριν εἰλήφεις, ταύτην ἔπειτʼ ἀφαιρεθῇς, πότερον δυσχερανεῖς ἢ μή; μᾶλλον δὲ εἰ μὲν, ὅτε ταύτην εἰλήφεις, οὐ προσεῖχες ὅλως τὸν νοῦν, πρῶτον μὲν οὐκ οἶδʼ ὅτου χάριν εἰλήφεις· οὐ γὰρ οἷόν τε ταύτην λαβεῖν μὴ περὶ πλείστου ποιούμενον. πλὴν, εἰ βούλει, δεδόσθω μήτε τότε μηδένα ταυτησὶ πεποιῆσθαι λόγον μήτε νῦν

Intertext edge

Open linked passage

Note