Orationes 54
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius">
—
⋯
Original / primary: Perseus Grc2
132.p89
132.p89
ἀφαιρεθέντα δυσχερανεῖν. εἰ δʼ ἐπὶ τὸ λαβεῖν εἶχες ἀσμένως, ὥσπερ οὖν εἶχες καὶ οὐδεὶς ἀντερεῖ, καὶ πρὸς τὴν ἀφαίρεσιν, εὖ οἶδα, δυσχερανεῖς, καὶ μάλιστʼ εἰ καὶ πρότερος αὐτὸς εὖ ποιήσας τοῦτον ἐτύγχανες. εἶθʼ ὧν οὐκ ἄν ποτʼ αὐτὸς ἕλοιο πεπειρᾶσθαι, ταῦθʼ ὑφʼ ἡμῶν ἑτέρους παθεῖν ἀξιοῖς, καὶ μόνος τῶν πάντων νομοθετεῖν οἴει δεῖν ἃ καὶ εἰ πόρρωθεν ἐτύγχανε νομισθέντα, ὡς μηδὲν ὅλως πρὸς ἡμᾶς ὄντα διαγράφειν ἔδει καθάπαξ, καὶ μᾶλλον νόμον τιθέναι τῷ καὶ εἰσαῦθις ἐπιχειρήσοντι τούτοις θανάτου τιμᾶν; καὶ εἰ μὲν ὑφʼ ὁτουοῦν αὐτὸς ὑβρισμένος ἐτύγχανες, οὐκ ἄν ποτʼ ἴσως ἠνέσχου, ἀλλʼ ἤμυνας ἂν ἐκ τῶν ἐνόντων σαυτῷ· σὺ δὲ τούς τε νῦν ὄντας ἡμῶν τούς τε ἐσομένους εἰς ὄνειδος διʼ ὧν νομοθετεῖς καθιστὰς, ἔπειτʼ οὐκ ἄγεις ἐν ψήφοις; ἐὰν γὰρ ἅ τις ἐπαγγειλάμενος τύχοι, ταῦτα μὴ δοὺς ὡς εἰς ἀπατεῶνας τελῶν πολλοὺς ἴσχει τοὺς κατηγόρους, ὁ καὶ ἃ δέδωκεν ἀφελόμενος τίνʼ οὐκ ἂν παρὰ πάντων δέξαιτο μέμψιν;
132.p90
132.p90
ἐχρῆν τοίνυν ἡμᾶς, ὦ ἄνδρες Ἀθηναῖοι, ἐχρῆν,