Orationes 54
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius">
—
⋯
Original / primary: Perseus Grc2
138.p93
138.p93
εἴπερ ἡμεῖς μὲν μηδὲν ἐγκαλεῖν ἔχοντες τούτοις μηδὲ μεμφόμενοι, ἀλλʼ ἑκόντες ὄντες ἐνταῦθʼ ἥξομεν, οἱ δὲ καὶ ἄκοντες καὶ τὸ παράλογον τοῦτο ἐπικαλοῦντες ἡμῖν. ὥστε λάθοιμεν ἂν διʼ ἡμῶν αὐτῶν ἐπὶ τουτουσὶ τὸ ξίφος ὠθοῦντες, μᾶλλον δʼ αὐτοῖς ἐπηρεάζειν ἐθέλοντες τοσοῦτον ἡμᾶς καταβλάψομεν, ὅσον οἱ μὲν ἅ γʼ ἔσχον ἐν δίκῃ, τούτων οὐκ ἐν δίκῃ στερήσονται, ἡμεῖς δὲ οὐχ ὅσον ἀπατεῶνες δόξομεν εἶναι, ἀλλὰ καὶ ὧν πρόσθεν παρʼ αὐτῶν ἀπελαύσαμεν, τούτων διὰ τὴν εἰς αὐτοὺς ἀγνωμοσύνην ὑφέξομεν δίκην δικαίως, τὴν εἴσπραξιν.
138.p94
138.p94
ὅσῳ τοίνυν, ὦ ἄνδρες Ἀθηναῖοι, τὸ τοῖς καλλίστοις ἐπιχειρεῖν ἐν τῷ βελτίονι κεῖται ἢ τὸ μηδὲν χρηστὸν πράττειν αἱρεῖσθαι, τοσούτῳ δεῖ μᾶλλον ἡμᾶς τὴν πρὸς αὐτοὺς πίστιν διὰ τέλους φυλάττειν ἢ κεκινηκέναι ταύτην βεβουλῆσθαι, ἀλλὰ μὴν εἴ γε οὕτω προεισενεγκόντες ἡμῖν οὕτως ἀτιμασθήσονται, καὶ οὐδὲν αὐτοῖς τὸ παράπαν ἀρκέσει τὸ γοῦν χαρίτων ὑπῆρχθαι, τί ποτʼ