Orationes 54
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius">
—
⋯
Original / primary: Perseus Grc2
158.p109
158.p109
νομίζειν ὡς μόνοις τουτοισὶ ἐξ ἁπάντων ὥσπερ τι γέρας ταύτας διδόναι. οὐκοῦν ὑπερφυὲς καὶ παντάπασιν ἐναντίον ἐνταῦθα μὲν ὡς βελτίστας χώραν αὐτὰς φάσκειν κεκτῆσθαι, ἐπὶ δὲ τῶν ἄλλων γε πάντων ὡς οὐδενὸς ἀποδοκιμάζειν ἀξίας. χωρὶς δὲ τούτων οὐδὲ καθʼ ἕνα δή που τῶν τρόπων τοὺς ἀφʼ Ἁρμοδίου καὶ Ἀριστογείτονος μνημονεύειν προσῆκεν. ἐάν τε γὰρ ὡς φαύλων τῶν δωρεῶν ἀπέχεσθαι φάσκῃς, ἐναντίον οὑτοιί σοι καθιστᾶσι τὸν λόγον, ἐάν τε πλείστου ἀξίας, πάντες αὐτῶν ἐπʼ ἴσης μεθέξουσι, καὶ οὐχ οἱ τῶν ἀφʼ Ἁρμοδίου καὶ Ἀριστογείτονος μόνοι. ἔτι τοίνυν Ἁρμόδιον μὲν καὶ Ἀριστογείτονα οὕτω θαυμαστούς τινας νομίζομεν ἡμῖν γεγενῆσθαι. καὶ τῶν ἄλλων ἀμείνους ὡς καὶ τιμᾶς ἐθελῆσαι τούτους εἰκόσι κατὰ ταὐτὰ τοῖς θεοῖς, καὶ πλὴν θυσιῶν μηδενὸς εἰς φιλοτιμίαν ἐλλείπειν. οὐ μὴν καὶ τοῖς ἐξ αὐτῶν τῶν ἴσων ἀξιοῦσθαι δώσομεν, οὐδʼ ἐγγύς. οὔτε γὰρ