Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 54
Aristides, Aelius54 160 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
160.p110
160.p110
ὀλυμπιονίκας μεταδεδωκότας ποτʼ ἴσμεν τοῖς παισὶ τοῦ κοτίνου, οὐ μᾶλλόν γε ἢ τοῦ προσρήματος σφῶν, οὔθʼ οἷόν τʼ αὐτοῖς μετὰ τοῦ γένους καὶ τὴν ἀρετὴν ἐκδέχεσθαι, ἀλλὰ καὶ πολλάκις ἐκ διαμέτρου ταῦτα ξυμβαίνει. πῶς οὖν ὡς ὁμολογουμένων ἀγαθῶν τούτων ἐμνήσθης, εἰ καὶ ὅλως ἔδει μεμνῆσθαι; εἰ γὰρ τῶν ὡς ἀληθῶς ἀγαθῶν οὐκ ἐχρῆν διʼ ἅπερ ἔφην μεμνῆσθαι, ἦ πού γε τὸ τῶν οὐκ ὄντων μνημονεύειν ὡς ὄντων εἰς γέλωτα φέρει.
160.p111
160.p111
καὶ οὐ λέγω ὅτι περ ἐν αὐτοῖς τούτοις καὶ Ἁρμόδιον καὶ Ἀριστογείτονα, οὓς τοσούτου δή τινος ἄγεις, ὡς διʼ αὐτοὺς τούτους καὶ τοῖς ἐξ ἐκείνων τὰς δωρεὰς ξυγχωρεῖν, λανθάνεις τῶν εἰκόνων ἀποστερῶν, ἃς ὡς τυραννοκτόνοι γέρας ἴσχουσι, καὶ τῆς θαυμαστῆς ταύτης τόλμης ἀξιόχρεων δῶρον καὶ μάλα σφίσι προσῆκον. ποτέρως δʼ ἂν ἦσθα καλλίων καὶ πιστεύεσθαι ἀξιώτερος, πότερον καθάπαξ τὰς δωρεὰς συνιστὰς καὶ πᾶσιν ἀνθρώποις κατὰ τοῦτο ξυμβαίνων, ἢ ταύτας ἐκ μέρους μὲν συνιστὰς, ἐκ μέρους δὲ διαβάλλων, καὶ τοῖς μὲν εἰς ἅπαν

Intertext edge

Open linked passage

Note