Orationes 54
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius">
—
⋯
Original / primary: Perseus Grc2
164.p113
164.p113
οὗτος περὶ ὧν λέγει δόξαν ᾖ κεκτημένος, σχολῇ γʼ ἂν ὁτῳοῦν τῶν ἁπάντων ἀξιόπιστος δόξαι.
164.p114
164.p114
ἐμοὶ δὲ, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ Λεπτίνου θαυμάζειν ἔπεισιν, ὅπως πανοῦργος ὢν καὶ δεινὸς πράγμασι χρῆσθαι τοῦτʼ ἠγνόηκεν ὅτι περ οἷς τοὺς ἄλλους ἀφαιρεῖται τὰς δωρεὰς, κατʼ αὐτὸς αὑτοῦ κινεῖ τὸν ἀνάγυρον, ἑαυτὸν ἀποστερῶν τῶν μεγίστων, παρρησίας καὶ δόξης καὶ λόγων καὶ τοῦ περὶ ὧν ἂν ἑκάστοθʼ αἱρῆται παρελθεῖν εἰς μέσους ἐξεῖναι. οὐ γὰρ ὁ τὴν ἐν πρυτανείῳ σίτησιν ἢ ἀτέλειαν ἢ πλέθρα γῆς ἤ τι τοιοῦτον λαμβάνων, μόνος οὗτος δῶρα λαμβάνει, ἀλλὰ καὶ ὃν ἂν ὁ δῆμος ἀξιώσῃ ταυτησὶ τῆς παρόδου, καὶ οὗτος αὐτὸ τοῦτο δῶρα λαμβάνει· καὶ τοσοῦτον μᾶλλον ταῦτα δεῖ δῶρα καλεῖν