Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 54
Aristides, Aelius54 174 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
174.p120
174.p120
φανείς. εἶτα τὸν βέλτιστον μὲν οὕτω τοῖς ὅλοις, ἐπαινούμενον δὲ ὑφʼ ἁπάντων, τοσούτοις δὲ καὶ τηλικούτοις κοσμηθέντα τροπαίοις, ἀήττητον δὲ διαγεγονότα καθάπαξ, μεγίστας δὲ εἰς εὐπορίαν ἀφορμὰς παρασχόντα τῇ πόλει, τοῦτον τοίνυν τῶν μεγίστων ἀξιόχρεων ὄντα καὶ ὑπὲρ πάντας τοὺς ἄλλους τιμᾶσθαι δίκαιον, ἡμεῖς δὲ καὶ ἧς παρὰ πολὺ τῆς αὐτοῦ δόξης ἠξιώκαμεν ἀτελείας ἀποστερήσομεν; καὶ πῶς οὐ δόξει καὶ νῦν καὶ τόθʼ ὑφʼ ἡμῶν τὰ μέγιστα ἀδικεῖσθαι, τότε μὲν τῶν οὐ προσηκόντων τυχὼν, νῦν δʼ, ὦ θεοὶ, καὶ τούτων ἐκπεπτωκώς; ὃς εἰ μὴ τοιοῦτός τις ἐτύγχανεν ὢν μηδʼ ὧν ἔφην αὐτῷ περιῆν, οἷς οὕτως ὑπὲρ ἡμῶν ἐτελεύτησε δίκαιός ἐστι καὶ διὰ πάντων ὡς εἰπεῖν τῶν ἐκγόνων τιμῆς ἀξιοῦσθαι.

Intertext edge

Open linked passage

Note