Orationes 54
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius">
—
⋯
Original / primary: Perseus Grc2
176.p121
176.p121
καὶ γὰρ ἂν εἴη τῶν ἀτόπων τοὺς μὲν ἐν τῷ πολέμῳ τετελευτηκότας αὐτούς τε καθʼ ἕκαστον ἐνιαυτὸν λόγοις ἐπιταφίοις τιμᾶν τούς τε παῖδας αὐτῶν δημοσίᾳ μάλιστα τρέφειν, ἕως ἂν ηὐξηκότες εἰς ἥβην ἀναχωρήσωσιν οἴκαδε μετὰ τῶν πανοπλιῶν· τὸν δʼ ὑπὲρ ἡμῶν καὶ ζῶντα καὶ μέχρι θανάτου κεκινδυνευκότα πολλάκις καὶ τὴν τελευτὴν τῆς προαιρέσεως ἀξίαν ἐπιθέντα τῷ βίῳ, αὐτόν τε δή που καὶ τοὺς υἱεῖς οὐχ ὅσον τῶν ἴσων ἀξιοῦν ἐκείνοις ἐθέλειν, ἀλλὰ καὶ τῶν δοθέντων ἀποστερεῖν, καὶ τοὺς μὲν οὐκ ὀλιγάκις ἐν ταῖς μάχαις ὑπʼ αὐτοῦ πεπονθότας κακῶς οὕτω καὶ πάλαι καὶ νῦν ἄνδρα ἀγαθὸν τοῦτον ἡγεῖσθαι καὶ διαφερόντως τιμᾶν, ὡς καὶ συνήδεσθαι μὲν τούτῳ τῶν ἔργων καὶ τῆς ὑπερφυοῦς εὐψυχίας, σφίσι δʼ αὐτοῖς τὸ τοιούτου δή τινος εὐτυχηκέναι πολίτου συνεύχεσθαι, ἡμᾶς δʼ ὑπὲρ ὧν οὕτω λαμπρῶς παρετάξατο, καὶ οὓς μεγάλοις καὶ θαυμαστοῖς ἤγαλε τοῖς τροπαίοις,