Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 6
Aristides, Aelius6 37 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
37.p2
37.p2
ἐξ ἀρχῆς. ἐμοὶ δὲ ἐπιμελὴς μὲν δή που καὶ ἡ διὰ τῶν θυμάτων τε καὶ θυμιαμάτων χάρις τε καὶ τιμὴ, εἴτε κατὰ τὴν Ἡσιόδου παραίνεσιν γιγνομένη εἴτε καὶ προθυμότερον τῆς δυνάμεως. ἡ δʼ ἐπὶ τοῦ λόγου μοι πολὺ δὴ μάλιστα προσήκειν φαίνεται. εἰ γὰρ οὖν ὅλως μὲν κέρδος ἀνθρώπῳ τοῦ βίου καὶ ὡσπερεὶ κεφάλαιον ἡ περὶ τοὺς λόγους διατριβὴ, τῶν δὲ λόγων οἱ περὶ τοὺς θεοὺς ἀναγκαιότατοι, φαίνεται δὲ ἡμῖν γε καὶ τὸ κατʼ αὐτοὺς τοὺς λόγους παρʼ αὐτοῦ τοῦ θεοῦ γενόμενον, οὔτε τῷ θεῷ καλλίων χάρις, οἶμαι, τῆς ἐπὶ τῶν λόγων οὔτε τοῖς λόγοις ἔχοιμεν ἂν εἰς ὅ τι κρεῖττον χρησαίμεθα. καὶ δὴ λέγωμεν ἀπʼ ἀρχῆς ἀρξάμενοι, κοινὰ μὲν οἶδʼ ὅτι καὶ βοώμενα, πῶς γὰρ οὔ; τοσούτῳ δʼ ἡμῖν δικαιότερα, ὅσῳ προστιθέντες καὶ πλεονάζοντες ταῖς θεραπείαις ἀμείνους ἂν εἴημεν ἢ παραλείποντες ἃ μηδεὶς τῶν πάντων ἀξιοῖ σιγᾶν. Ἀσκληπιοῦ δυνάμεις μεγάλαι τε καὶ πολλαὶ, μᾶλλον δʼ ἅπασαι, οὐχ ὅσον ὁ τῶν ἀνθρώπων βίος χωρεῖ. καὶ Διὸς Ἀσκληπιοῦ νεὼν οὐκ ἄλλως οἱ τῇδε ἱδρύσαντο. ἀλλʼ εἴπερ ἐμοὶ σαφὴς ὁ διδάσκαλος, εἰκὸς δὲ παντὸς μᾶλλον, ἐν ὅτῳ δὲ ταῦτʼ ἐδίδαξε τρόπῳ καὶ ὅπως ἐν τοῖς ἱεροῖς λόγοις εἴρηται, οὗτός ἐσθʼ ὁ τὸ πᾶν ἄγων καὶ νέμων σωτὴρ τῶν ὅλων καὶ φύλαξ τῶν ἀθανάτων, εἰ δὲ θέλεις τραγικώτερον εἰπεῖν, ἔφορος οἰάκων, σώζων τά τε ὄντα ἀεὶ καὶ τὰ γιγνόμενα. εἰ δʼ Ἀπόλλωνος παῖδα καὶ τρίτον ἀπὸ Διὸς νομίζομεν αὐτὸν, αὖθις αὖ καὶ συνάπτομεν τοῖς ὀνόμασιν, ἐπεί τοι καὶ αὐτὸν τὸν Δία γενέσθαι λέγουσί ποτε, πάλιν δὲ αὐτὸν ἀποφαίνουσιν ὄντα τῶν ὄντων πατέρα καὶ ποιητήν.
37.p3
37.p3
ἀλλὰ ταῦτα μὲν, ὥς φησι Πλάτων, ὅπως αὐτοῖς τοῖς θεοῖς φίλον ἐχέτω καὶ λεγέσθω. ἐπανέλθωμεν δὲ ὅθεν ἐξέβημεν. πάσας ἔχων ὁ θεὸς τὰς δυνάμεις διὰ πάντων ἄρα εὐεργετεῖν προείλετο τοὺς ἀνθρώπους ἑκάστῳ τὰ προσήκοντα ἀποδιδούς. μεγίστην δὲ καὶ κοινοτάτην

Intertext edge

Open linked passage

Note