Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 6
Aristides, Aelius6 38 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
38.p4
38.p4
εὐεργεσίαν εἰς ἅπαντας κατέθετο ἀθάνατον ποιήσας τὸ γένος τῇ διαδοχῇ, γάμους τε καὶ παίδων γενέσεις καὶ τροφῶν ἀφορμὰς καὶ πόρους διὰ τῆς ὑγιείας ἐργασάμενος. τὰ δʼ ἐν μέρει πρὸς ἄνδρα ὁρῶν ἤδη διεδίδου, οἷον δὴ τέχνας καὶ ἐπιτηδεύματα καὶ βίους πάντας, κοινῷ τινι φαρμάκῳ πρὸς ἅπαντας πόνους καὶ πράξεις πάσας τῇ ὑγιείᾳ χρώμενος. ἰατρεῖα δʼ εἰς τὸ μέσον κατεστήσατο, καὶ φιλοτεχνεῖν ἀνέθηκεν ἑαυτῷ νύκτα καὶ ἡμέραν, ὑπὲρ εὐθυμίας τῶν ἀεὶ δεομένων τε καὶ δεησομένων. ἄλλοι μὲν οὖν ἄλλα ᾁδουσί τε καὶ ᾁσονται τὸν ἀεὶ χρόνον, ἐγὼ δὲ τῶν εἰς ἐμαυτὸν οὑτωσὶ μνησθῆναι βούλομαι. εἰσὶν οἵ φασιν ἀναστῆναι κείμενοι, ὁμολογούμενα δή που λέγοντες καὶ πάλαι τῷ θεῷ μελετώμενα. ἡμεῖς τοίνυν οὐχ ἅπαξ, ἀλλʼ οὐδὲ ῥᾴδιον εἰπεῖν ὁσάκις τῆς εὐεργεσίας ταύτης ἐτύχομεν. ἔτι καὶ χρόνους ἔστιν οἷς ἐπέδωκεν ἐκ προρρήσεως· τούτων ἡμεῖς ἐσμέν· τοῦτο γὰρ εἰπεῖν ἀλυπότατον. ἀλλὰ καὶ μέλη τοῦ σώματος αἰτιῶνταί τινες, καὶ ἄνδρες λέγω καὶ γυναῖκες, προνοίᾳ τοῦ θεοῦ γενέσθαι σφίσι, τῶν παρὰ τῆς φύσεως διαφθαρέντων. καὶ καταλέγουσιν ἄλλος ἄλλο τι, οἱ μὲν ἀπὸ στόματος οὑτωσὶ φράζοντες, οἱ δὲ ἐν τοῖς ἀναθήμασιν ἐξηγούμενοι. ἡμῖν τοίνυν οὐχὶ μέρος τοῦ σώματος, ἀλλʼ ἅπαν τὸ σῶμα συνθείς τε καὶ συμπήξας αὐτὸς ἔδωκε δωρεὰν, ὥσπερ Προμηθεὺς τἀρχαῖα λέγεται συμπλάσαι τὸν ἄνθρωπον. πολλὰς ὀδύνας τε καὶ ἀλγηδόνας καὶ ἀπορίας μεθημερινάς τε καὶ νυκτερινὰς ἀφεῖλε πολλοῖς, οὐ μὲν οὖν ἔχοι τις ἂν εἰπεῖν ὅσοις. τὰς δέ γε ἡμετέρας περὶ ταῦτα τρικυμίας αὐτὸς μὲν ἄριστα σύνοιδεν, αὐτὸς δὲ καὶ παύσας φαίνεται. καὶ μὴν τό γε παράδοξον πλεῖστον ἐν τοῖς ὁράμασι τοῦ θεοῦ, οἷον τὸν μὲν γύψου πίνειν, τὸν δὲ κωνείου, τὸν δὲ γυμνοῦσθαι καὶ λούειν ψυχρῷ, θέρμης οὐδʼ ὅλως, ὡς ἄν τις δόξαι, δεόμενον. ἡμᾶς τοίνυν καὶ τοῦτον τὸν τρόπον τετίμηκε, κατάρρους καὶ ψύξεις ποταμοῖς καὶ θαλάττῃ παύων,

Intertext edge

Open linked passage

Note