Orationes 6
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius">
—
⋯
Original / primary: Perseus Grc2
39.p5
39.p5
κατακλίσεις ἀπόρους ὁδῶν μήκεσιν ἰώμενος, τροφῆς δʼ ἐνδείᾳ συνεχεῖ τὰς ἀμυθήτους καθάρσεις προστιθεὶς, ἀναπνεῖν δὲ ἀποροῦντι λέγειν καὶ γράφειν προστάττων, ὥστʼ εἴ τι καὶ τοῖς οὕτω θεραπευθεῖσιν ἔπεστιν αὔχημα, μηδʼ ἡμᾶς ἀμοίρους εἶναι τούτου. καὶ μὴν οἱ μὲν καρτερήσεις ἑαυτῶν διηγοῦνται καὶ ὅσα καὶ οἷα ὑπέμειναν τοῦ θεοῦ καθηγουμένου, οἱ δὲ ὡς ῥᾳστώνην εὕροντο ὧν ἐδέοντο. ἡμῖν δὲ πλεῖστα μὲν δή που κεκαρτέρηται κατὰ πολλοὺς καὶ παντοδαποὺς τρόπους, τὰ δὲ πάνυ κούφως ἐν ἡδονῇ γεγένηται, ὡς μηδαμοῦ τοὺς τρυφῶντας ἂν εἶναι, εἰ βούλοιο ἀντεξετάζειν. καὶ τὰς μὲν ἄλλας ἂν ἔχων εἰπεῖν πόλεις Ἀσίας καὶ Εὐρώπης καὶ τὰς περὶ ταύτας ὁμιλίας καὶ συνευφραινομένων ὡς ἐπʼ οἰκείοις ἀγαθοῖς, πῶς οὐκ ἐπέκεινα τρυφῆς θήσομαι; τί δʼ ἂν εἴποις θορύβους ἐν βουλευτηρίοις καὶ σπουδὰς ἔξω παραδείγματος, τὸ δὲ καὶ πρὶν εἰπεῖν ὁτιοῦν πεπιστεῦσθαι προέχειν; ἆρʼ οὐ θεία τις χάρις καὶ τὰ πρῶτα τῆς ῥᾳστώνης ἔχουσα; φαίην ἂν ἔγωγε, εἴπερ εἴη μεμνῆσθαι τῶν κρειττόνων. ἤδη τοίνυν τινῶν ἤκουσα λεγόντων ὡς αὐτοῖς πλέουσι καὶ θορυβουμένοις φανεὶς ὁ θεὸς χεῖρα ὤρεξεν. ἕτεροι δέ γε φήσουσιν ὡς πράγματα ἄττα κατώρθωσαν ὑποθήκαις ἀκολουθήσαντες τοῦ θεοῦ. οὐδὲ ταῦτα ἀκούειν μᾶλλον ἢ λέγειν ἔχομεν πεπειραμένοι. ὅσα δʼ αὐτῶν οἷόν τε ἀπομνημονεῦσαι ἐν τοῖς ἱεροῖς καὶ ταῦτα ἔνεστι λόγοις. ἀλλὰ καὶ σοφίσματα πυκτικὰ πύκτῃ τινὶ τῶν ἐφʼ ἡμῶν ἐγκαθεύδοντι προειπεῖν λέγεται τὸν θεόν· οἷς ἔδει χρησάμενον καταβαλεῖν τινα τῶν πάνυ λαμπρῶν ἀνταγωνιστῶν. μαθήματα δὲ ἡμῖν γε καὶ μέλη καὶ λόγων ὑποθέσεις καὶ πρὸς τούτοις ἐννοήματα αὐτὰ καὶ τὴν λέξιν, ὥσπερ οἱ τοῖς παισὶ τὰ γράμματα. ἐπιθεὶς τοίνυν ὥσπερ κεφάλαιον τῶν εὐεργεσιῶν τοῦ θεοῦ καὶ δὴ κατακλείσω τὸν λόγον ἐνταῦθά που. ἐμοὶ γὰρ, ὦ δέσποτα Ἀσκληπιὲ, πολλὰ καὶ παντοῖα,