Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 6
Aristides, Aelius6 40 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
40.p6
40.p6
ὥσπερ ὑπεῖπον, παρὰ σοῦ καὶ τῆς σῆς φιλανθρωπίας γεγένηται, μέγιστον δὲ καὶ πλείστης χάριτος ἄξιον καὶ σχεδὸν ὡς εἰπεῖν οἰκειότατον οἱ λόγοι. τὸ γὰρ τοῦ Πινδάρου μετέβαλες. ἐκείνου μὲν γὰρ ὁ Πὰν τὸν παιᾶνα ὠρχήσατο, ὡς λόγος, ἐγὼ δὲ, εἰ θέμις εἰπεῖν, ὧν ὑποκριτὴς εἶναι· προὔτρεψάς τε γὰρ αὐτὸς ἐπʼ αὐτοὺς καὶ τῆς ἀσκήσεως κατέστης ἡγεμών. καὶ οὐκ ἀπέχρη ταῦτα, ἀλλʼ ἃ καὶ τούτοις εἰκὸς ἦν ἀκολουθῆσαι, καὶ τούτων ἐπεμελήθης, ὅπως ἔσται μοι τὸ ἔργον ἐν δόξῃ. καὶ οὐκ ἔστιν οὐ πόλις, οὐκ ἰδιώτης, οὐ τῶν εἰς ἄρχοντας τελούντων, ὃς οὐ καὶ κατὰ μικρὸν ἡμῖν ὁμιλήσας οὐκ ἠσπάσατο εἰς ὅσον οἷός τε ἦν τὸν ἔπαινον ἐκτείνων, οὐ τῶν ἐμῶν, οἶμαι, λόγων ταῦτα ἐργαζομένων, ἀλλὰ σοῦ τοῦ κυρίου. τὸ δὲ δὴ μέγιστον τῶν περὶ ταῦτα τὸ καὶ τοῖς θείοις βασιλεῦσιν εἰς τοσοῦτον οἰκειῶσαι καὶ χωρὶς τῆς ἐπὶ τῶν γραμμάτων συνουσίας ἀποδεῖξαι λέγοντα ἐν αὐτοῖς καὶ σπουδαζόμενον ἃ μηδεὶς πώποτε, καὶ ταῦτα ὁμοίως μὲν παρὰ τῶν βασιλέων, ὁμοίως δὲ καὶ τῶν βασιλίδων γενέσθαι, καὶ παντὸς δὴ τοῦ βασιλείου χοροῦ. Ὀδυσσεῖ δὲ ὑπῆρξε παρʼ Ἀθηνᾶς ἐν Ἀλκινόου καὶ Φαίαξιν ἐπιδείξασθαι. μέγα δή που καὶ τοῦτο καὶ μάλα ἐν καιρῷ. καὶ ταῦτά τε οὕτως ἐπέπρακτο καὶ τὸ σύνθημα παρῆν ἀνακαλοῦν, ἔργῳ σοῦ δείξαντος ὅτι πολλῶν ἕνεκα προήγαγες εἰς μέσον, ὡς φανείημεν ἐν τοῖς λόγοις, καὶ γένοιντο αὐτήκοοι τῶν κρειττόνων οἱ τελεώτατοι. τούτων καὶ πολλῶν ἑτέρων οὔτε παρʼ αὐτοῖς ἡμῖν ἰδίᾳ κἀν ταῖς ὁμιλίαις ταῖς πρὸς τοὺς ἐντυγχάνοντας τὴν δυνατὴν ἔχοντες χάριν οὐ παυσόμεθα, ἕως ἄν τι μνήμης καὶ τοῦ φρονεῖν μετὸν ἡμῖν τυγχάνῃ. φαίην δʼ ἂν ἔγωγε καὶ ταύτην παρὰ σοῦ κεκομίσθαι τὴν χάριν, τὸ σὲ τὸν πάντα ἄριστον παρεῖναί τε ἡμῖν καὶ ἐπιψηφίζειν τοὺς λόγους.

Intertext edge

Open linked passage

Note