Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 7
Aristides, Aelius7 46 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
46.p9
46.p9
θυσιῶν, παιάνων, προσόδων, ἔργων ἃ πράττουσιν. ὦ μακαριστοὶ μὲν ὑμεῖς τῶν ἄνω προγόνων ἐπʼ ἀμφότερα, εὐδαίμονες δὲ τῶν ἀφʼ ὑμῶν φύντων, ἔτι δὲ ὑμῶν τε αὐτῶν καὶ ἀδελφῶν, οἷς Ἰασώ τε καὶ Πανάκεια καὶ Αἴγλη σύνεστι καὶ Ὑγίεια, ἡ πάντων ἀντίρροπος, Ἠπιόνης δὴ παῖδες ἐπώνυμοι· οὐδʼ ὑμῖν θᾶκοι χωρὶς ἀλλήλων οὐδὲ διεσκηνώσατε. ὦ κάλλιστος μὲν αὐτοὶ χορὸς τῷ πατρὶ, πολλοὺς δὲ ἀνάγοντες παρὰ ἀνθρώπων, χοροποιοὶ μακρῷ πάντων ἄριστοι, καὶ προσέτι ἱεροποιοί τε καὶ ἐπιστάται κρατήρων καὶ χαρίτων ἁπασῶν, αἱ μὲν ἄλλαι θυσίαι τε καὶ ἑορταὶ νόμῳ καθεστᾶσιν, ὡς εἰπεῖν, αἱ δʼ ἀφʼ ὑμῶν καὶ τοῦ περὶ ὑμᾶς ἐργαστηρίου πλεῖσται μὲν ἐφʼ ἡμέρᾳ καὶ πρὸς ἁπάσας τὰς ἄλλας, καθαρῶς δὲ ἀπὸ καρδίας ἔρχονται, τὴν εὐθυμίαν ἀφʼ ὧν σύνισμεν φέρουσαι, ὑμῶν ἴχνη πλεῖστα καὶ φανερώτατα. ἀεὶ δʼ ὥσπερ ἀνθρώπῳ σκιὰ, φῶς ὅποι κινοῖσθε ἕπεται. ὦ Διοσκούροις ἰσόμοιροι καὶ ἡλικιῶται ἐν ἑτέρῳ χρόνῳ τῆς γενέσεως, οἳ πολλὰς μὲν ἤδη τρικυμίας κατεπαύσατε, πολλοὺς δὲ καὶ στιλπνοὺς λαμπτῆρας ἔν τε νήσοις καὶ κατʼ ἤπειρον ἀνήψατε, οὗτος ὑμῖν ὁ παρʼ ἐμοῦ λόγος ἐξ ὕπνου τε καὶ ἐνυπνίου συντεθεὶς εὐθύς. ὑμεῖς δὲ τῇ ὑμετέρᾳ πρᾳότητι καὶ φιλανθρωπίᾳ διαθέντες αὐτὸν εἰς καλλίους, τῆς τε νόσου παύετε καὶ διδοίητε ὑγιείας τε ὅσον οἷς ἡ ψυχὴ βούλεται τὸ σῶμα ὑπακούειν, καὶ τὸ σύμπαν εἰπεῖν, βίου ῥᾳστώνην.

Intertext edge

Open linked passage

Note