Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 8
Aristides, Aelius8 48 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
48.p2
48.p2
Ἴστρον, ἢ ὡς αὐτοὶ θρέμματα Μουσῶν εἰσι καὶ ἄμαχοί τινες εἰς σοφίαν ἀναφθεγξάμενοι, αὐταρκῶς σφίσιν ὑμνῆσθαι νομίζουσι, καὶ οὐδὲ τῶν ἰδιωτῶν οὐδεὶς πλέον ἐπιζητεῖ παρʼ αὐτῶν. οὕτω δὲ σφόδρα αὐτοὺς ἱεροὺς ἄγομεν καὶ σεμνύνομεν ὥστε καὶ αὐτὸ τὸ ποιεῖν τοὺς ὕμνους τοῖς θεοῖς καὶ προσαγορεύειν τούτοις παρακεχωρήκαμεν, ὥσπερ προφήταις ὡς ἀληθῶς οὖσι τῶν θεῶν. καὶ οὐδὲ ᾧ τὸ προσῆκον ὀρθῶς ὑποθέσθαι καὶ διαχειρίσαι τοῖς πᾶσιν ἐξητασμένως ἐστὶ καὶ διὰ πάσης ἐλθεῖν ἀκριβείας εἰς ὅσον ἀνθρώπῳ δυνατὸν τέτακται, οὐδὲν ἡγούμεθα δεῖν πρός γε τοὺς θεοὺς χρῆσθαι, ἀλλʼ ἐπὶ μὲν τὰ ἄλλα πάντα ἀγωνίσματα τῷ λόγῳ χρώμεθα, καὶ πανηγύρεις τε ἐγκωμιάζομεν καὶ πράξεις ἀνδρῶν καὶ πολέμους ἀφηγούμεθα, καὶ μύθους ποιοῦμεν, κἀν τοῖς δικαστηρίοις ἀγωνιζόμεθα, καὶ πρὸς πάνθʼ, ὡς ἔπος εἰπεῖν, ἡμῖν ἔπεισιν ὁ λόγος, πρὸς δὲ τοὺς θεοὺς αὐτοὺς τοὺς δόντας ἡμῖν αὐτὸν οὐ παντάπασιν ἀξιοῦμεν χρῆσθαι τούτῳ. ἀλλʼ ὑπὲρ μὲν τῶν ἱερῶν αὐτῶν καὶ τῶν τελουμένων θυσιῶν λόγῳ πεζῷ διῃρήκαμεν ἃ χρὴ ποιεῖν, νόμους γράψαντες. ὕμνους δὲ οὐχ ἡγούμεθα δεῖν κατὰ τοῦτον τὸν τρόπον ποιεῖν. πότερον οἱ μὲν ποιηταὶ χρῄζουσι τῶν θεῶν, ἡμεῖς δὲ ὃ μὴ θέμις εἰπεῖν; ἀλλὰ μὴν τοῦτό γε καὶ παρʼ αὐτῶν τῶν ποιητῶν μαρτυρεῖται, ὅτι πάντες δὲ θεῶν χατέουσʼ ἄνθρωποι. πάντας οὖν καὶ τιμᾶν αὐτοὺς εἰκὸς ἀπὸ τῆς ὑπαρχούσης ἑκάστοις δυνάμεως. ἀλλʼ οἱ ποιηταὶ μόνοι θεοφιλεῖς εἰσι καὶ παρὰ τούτων οἱ θεοὶ ἥδιστα δέχονται τὰ δῶρα; τί οὖν οὐ καὶ ἱερέας τῶν θεῶν μόνους τοὺς ποιητὰς ἐποιήσαμεν; ἀλλʼ ὅτι νὴ Δία καὶ οἱ προφῆται τῶν θεῶν ὁπόσοι μαντικοὶ μέτρῳ σημαίνουσιν ἃ χρὴ ποιεῖν; τὰ δέ γε πλείω νὴ Δία χωρὶς μέτρου ἡ πρόμαντις αὐτὴ ἡ ἐν Δελφοῖς, αἱ ἐν Δωδώνῃ ἱέρειαι, Τροφώνιος, τὰ ἐξ Ἀσκληπιοῦ καὶ Σαράπιδος ὀνείρατα. ἀλλὰ μὴν κατὰ φύσιν γε μᾶλλόν ἐστιν ἀνθρώπῳ πεζῷ λόγῳ χρῆσθαι, ὥσπερ γε καὶ

Intertext edge

Open linked passage

Note