Orationes 8
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius">
—
⋯
Original / primary: Perseus Grc2
49.p3
49.p3
βαδίζειν, οἶμαι, μᾶλλον ἢ ὀχούμενον φέρεσθαι. οὐ γὰρ μέτρα πρῶτον ἐγένετο, εἶθʼ οὕτως εὑρέθη λόγος καὶ διαλέγεσθαι, οὐδὲ ποιηταὶ γενόμενοι τὰ ὀνόματα οἷς δεῖ χρῆσθαι διέθηκαν, ἀλλʼ ὄντων ὀνομάτων καὶ λόγου πεζοῦ χάριτός τινος ἕνεκα καὶ ψυχαγωγίας ἡ τούτων ἐργάτις ὕστερον εἰσῆλθε ποιητική. ὥστʼ εἰ τὴν φύσιν τιμῶμεν, τὴν αὐτῶν τῶν θεῶν διάταξιν καὶ βούλησιν τιμῶντες ἂν εἴημεν καὶ τὸ πρότερον καὶ πρεσβύτερον καὶ κατʼ αὐτοὺς ἄμεινον τοὺς ποιητὰς τιμιώτερον ἂν ποιοῖμεν τῇ τοιᾷδε προσρήσει προσαγορεύοντες τοὺς ἅπαντα ταῦτα διαθέντας θεοὺς, ὥσπερ γε καὶ ἡμᾶς αὐτοὺς ἄνευ μέτρων προσαγορεύοντες οὐκ αἰσχυνόμεθα.
49.p4
49.p4
ταῦτα οὐ τὸ τῶν ποιητῶν ἀτιμάζων γένος εἶπον οὐδʼ ἀφαιρούμενος ἣν ἔχει τάξιν, ἀλλʼ ἐξ αὐτῶν τῶν ἐκείνοις συγκεχωρημένων ἀποδεικνὺς ὅτι καὶ ταῦτα δικαίως ἂν προσνομίζοιμεν ὥσπερ ἱερεῖα πρὸς τοῖς οὖσι. καὶ εἰ τὸ κατὰ φύσιν ἐφʼ ὅτου ποτʼ ἂν εἴπῃς μᾶλλον κεχαρισμένον τοῖς θεοῖς, μᾶλλον ἂν ἐκ τῶν εἰκότων χαριζοίμεθα αὐτοῖς οὕτω τιμῶντες ἢ ʼκείνως, καὶ μᾶλλόν γʼ ἂν ἡμᾶς οἱ θεοὶ τιμῷεν, εἰ τὰ πρεσβεῖα ἀποδιδοῖμεν τοῖς αὐτοῖς οἷσπερ ἐκεῖνοι, ἐπεὶ καὶ τὸ μέτρον αὐτὸ τὴν μὲν εὐφημίαν τοῦ ὀνόματος τοῖς ποιηταῖς νέμει, τῇ δὲ χρείᾳ πολὺ μᾶλλον ἡμέτερόν ἐστιν. ἐκεῖ μὲν γὰρ τὸ ἔπος ἰαμβεῖον μετρεῖ μόνον, εἰ πληροῖ τὸν τόνον, ἐνταῦθα δὲ ὅλον καταμετρεῖ τὸν λόγον καὶ διὰ παντὸς ὡς ἀληθῶς δίεισι, καὶ ἄρχεταί γε εὐθὺς ἐκ τοῦ ὀνόματος. οὔτε γὰρ ὑπερβαλεῖν οὔτʼ ἐνδοτέρω τῆς ἀξίας ἐλθεῖν ἐᾷ, ἀλλʼ ἑκάστῳ τὸ γιγνόμενον ἀποδιδόναι κελεύει. ἔπειτα παρεμβαλεῖν οὐκ ἐᾷ περιττὰ, ὃ γελοῖόν ἐστιν, ἕνεκα τοῦ μέτρου· ἔπειτα ἐπὶ τὰς περιόδους ἐλθὸν ἀπαιτεῖ τὸ αὔταρκες, ἁπάντων, οἶμαι, μέτρων χαλεπώτατον, καὶ ἐπὶ πᾶσιν ἂν δὴ τοῦθʼ ὃ προεῖπον, εἰ τὰ σύμπαντα συμμετρίαν ἔχει, καὶ τὸν σκοπὸν τὸν προτεθέντα εἰ πεπλήρωκεν ἐπισκοπεῖ. ὥσπερ