Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 8
Aristides, Aelius8 50 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
50.p5
50.p5
οὖν τὰ κατʼ ἀγορὰν μέτρα οἷς νομίζομεν ἔστιν, οἶμαι, τοῦθʼ ὃ καλεῖται, οὐ μέντοι τό γε τοῦ μέτρου τυγχάνειν παρὰ τοῖς καπήλοις μάλιστʼ ἂν φήσαιμεν εἶναι, ὅτι χοίνικα καὶ κοτύλην κέκτηνται, ἀλλὰ ταῦτα μέν ἐστι τὰ καθʼ ἕκαστα μέτρα, μᾶλλον δὲ ὀνόματα ὡς εἰπεῖν μέτρου, τὸ δὲ ὅλον μέτρον, εἰς ὃ καὶ τούτων δεῖ πολλάκις καὶ πρὸς ὃ πάντα ἀναφέρειν χρὴ περὶ παντὸς πράγματος καὶ τὸ ὡς ἀληθῶς τοῦ παντὸς ἄξιον καὶ φέρον εἰς ἀρετὴν ἄλλο τι καὶ εἰδέναι καὶ ἔχειν φαῖμεν ἂν, οὕτω καὶ ἐνταῦθά ἐστι τὰ μέτρα παρὰ τοῖς ποιηταῖς τὰ καθʼ ἕκαστα, οἶμαι, ταῦτα, οὐ μέντοι τό γε ὅλον μέτρον παρʼ αὐτοῖς. καὶ μάλιστα οὐδʼ ὀκνητέον διὰ τὴν τοῦ ὀνόματος εὐφημίαν, ὡς τῶν ποιητῶν μόνων εἰδότων τὸ μέτρον τῶν λόγων. ἔνι γὰρ καὶ χωρὶς μέτρων τῶν γε τοιούτων τυγχάνειν τοῦ μέτρου καὶ τοὐναντίον, ὥσπερ ἰατρὸν ἄνευ σταθμῶν καὶ μέτρων ἔνεστι τὸ δέον συλλογίσασθαι καὶ αὖ τὸν τούτοις χρώμενον διαμαρτεῖν ἀπειρίᾳ τοῦ πράγματος εἰς ὃ δεῖ τῶν μέτρων. ἐγὼ δὲ οὐκ ἀγνοῶ μὲν, ὅπερ εἶπον, ὡς πολὺ ῥᾷον διʼ ᾠδῆς ἢ λόγῳ ταῦτα ποιεῖν, καὶ ὡς τοῖς ποιηταῖς παρακεχώρηται τῶν τοιούτων ἀγωνισμάτων· εἰκότως. πολλὰ γὰρ αὐτοῖς ὑπάρχει πλεονεκτήματα καὶ εἰσὶν αὐτοκράτορες ὅ τι ἂν βούλωνται ποιεῖν. ἡμῖν δὲ οὔτε ἀνοῖξαι πίθον ὕμνων οὔθʼ ἅρμα μουσαῖον οὔθʼ ὁλκάδα μυριοφόρον οὔτε νεφέλας, οὐ γρῦπας οὐδὲ τῶν τοιούτων οὐδὲν ἔξεστιν εἰπεῖν, οὔτε θρασύνασθαι οὔτʼ ἐπεμβαλεῖν λόγον ἔξω τοῦ πράγματος, ἀλλʼ ὡς ἀληθῶς δεῖ μένειν ἐν τῷ μέτρῳ καὶ μεμνῆσθαι παρὰ πάντα ἑαυτοῦ, οἷον ἐπὶ στρατείας τὴν τάξιν φυλάττοντα. ὅμως δὲ πειρατέον τήν γε πρόσρησιν ἐκτελέσαι, ἄλλως τε καὶ εὐχὴν ἀποπληροῦντας, ἐπειδήπερ ἐσώθημεν, καὶ ἅμα διατρίβειν περὶ μέτρου διαλεγομένους οὐ συμβαῖνόν ἐστιν. εἶεν. σὲ γὰρ δὴ πᾶς τις ἐν παντὶ καιρῷ βοηθὸν καλεῖ, Σάραπι· δὸς λέξαι τὸν λόγον

Intertext edge

Open linked passage

Note