Orationes 8
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius">
—
⋯
Original / primary: Perseus Grc2
51.p6
51.p6
εὐμενῶς, πάντως οὐδέν γε σοὶ ἀδύνατον, ἀρχήν τε ἥτις σοι φίλη πορίζειν, καὶ ὥσπερ τὰ πρῶτα ἔδωκας, οὕτω καὶ τὰ δεύτερα εἰσακούσας γενοῦ. καὶ πάντα γὰρ πανταχοῦ διὰ σοῦ τε καὶ διὰ σὲ ἡμῖν γίγνεται ἃ μάλιστʼ ἂν ἡμῖν γίγνεσθαι βουλοίμεθα.
51.p7
51.p7
ὅστις μὲν δὴ καὶ ἥντινα τὴν φύσιν ἔχων ἐστὶν ὁ θεὸς ἱερεῦσί τε καὶ λογίοις Αἰγυπτίων παρείσθω λέγειν τε καὶ εἰδέναι, ὅσων δὲ καὶ οἵων ἀγαθῶν αἴτιος ἀνθρώποις δείκνυται, ἀρκούντως τʼ ἂν ἐγκωμιάζοιμεν ὡς ἐν τῷ παρόντι λέγοντες καὶ ἅμα καὶ τὴν φύσιν αὐτοῦ διὰ τῶν αὐτῶν τούτων ἔξεστιν ἐπισκοπεῖσθαι. ἂν γὰρ ἃ δύναταί τις καὶ διαδίδωσιν εἴπωμεν, καὶ τὸ ὅστις ἐστὶ καὶ τὸ ἥντινα ἔχει τὴν φύσιν σχεδὸν εἰρήκαμεν. οὐ γὰρ ἀλλοῖός ἐστιν ἢ οἷος ἐκ τῶν ἔργων ἐπιφαίνει καὶ δείκνυται. τίνα οὖν ἔργα Σαράπιδος; οὐκ ἀνθρωπείας μοι δοκεῖ δεῖσθαι τοῦτʼ ἔτι τῆς ἀποκρίσεως. ἀλλʼ Ὅμηρος δέκα γλώττας καὶ δέκα στόματα οὐκ ἄν φησιν οἷός τε εἶναι λαβὼν τὸν τῶν νεῶν ἀριθμὸν εἰπεῖν ὅσαι τοῖς Ἀχαιοῖς εἵποντο, εἰ μὴ αἱ Μοῦσαι εἴποιεν αὐτῷ καὶ ἡγήσαιντο τοῦ λόγου· ἐμοὶ δὲ τὰ τοῦ μεγίστου τῶν θεῶν ἔργα τε καὶ δῶρα εἰς ἀνθρώπους ἀεὶ τελούμενα ἦ που σφόδρα ἀμήχανον ἁπάντων ἀνθρώπων στόματα καὶ πᾶσαν ὅση ἀνθρωπίνη φωνὴ κτησαμένῳ, εἰ μὴ θεοί τινες ὡς ἀληθῶς ἡγεμόνες τῷ λόγῳ γένοιντο. καὶ δὴ θεοὶ μὲν κεκλήσθων αὖθις, τὰ δὲ ἔργα τοῦ θεοῦ λέγωμεν· βούλεται γὰρ καὶ δίδωσι λέγειν αὐτοῖς οἷς ὁ τῶν ἀνθρώπων βίος διοικεῖται καὶ σώζεται, ταῦτά ἐστιν ἔργα Σαράπιδος. ἀρκτέον δὲ, φασὶν, ἐξ ἀρχῆς. τρία ταῦτα ἐπὶ παντὸς ἀνθρώπου θεωρεῖται καὶ συνέχει τὸν βίον, ψυχὴ, σῶμα, ὅσα τούτων ἐκτὸς εἰς χρείαν ἔρχεται. τούτοις δὴ πᾶσιν ἐφέστηκεν οὗτος ὁ θεὸς, ἐξ ἀρχῆς τε ἡμᾶς ἄγων εἰς φῶς καὶ τὴν ἑαυτοῦ ἀρχὴν καὶ γενομένοις ὅπως ἕκαστα ὑπάρξει προνοούμενος, τὴν μὲν ψυχὴν σοφίᾳ κοσμῶν ἡμῶν, ἣ μόνη τὴν πρὸς θεοὺς