Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 8
Aristides, Aelius8 52 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
52.p8
52.p8
συγγένειαν ἀνθρώποις δείκνυσι καὶ ᾗ τῶν ἄλλων θνητῶν ἢ ζώων διαφέρομεν, ἣ θεῶν τε αὐτῶν ἔννοιαν ἔδωκεν ἀνθρώποις καὶ ἱερὰ καὶ τελετὰς καὶ τιμὰς πάσας εὗρεν, ἔτι δὲ νόμους καὶ πολιτείαν καὶ μηχανήματα πάντα καὶ τέχνας πάσας ἐδίδαξε καὶ κατεστήσατο, καὶ ψευδοῦς καὶ ἀληθοῦς ἔδωκε διάγνωσιν, ὡς δʼ εἰπεῖν, ἐποίησε τὸν βίον· τὴν μὲν δὴ ψυχὴν, ὅπερ εἶπον, σοφίᾳ καθαίρων, τὸ δὲ σῶμα ὑγίειαν διδοὺς σώζει, ἧς χωρὶς οὔτε τοῖς τῆς ψυχῆς ἀγαθοῖς χρῆσθαι οὔτʼ ἄλλης οὐδεμιᾶς εὐτυχίας ἀπολαύειν ἔστι. τοσαύτην δʼ ἔχει δύναμιν καὶ τιμὴν παρὰ θεοῖς καὶ ἀνθρώποις ὥστε ἐκ μὲν θεῶν οἴκων οὐδὲ ἐξέρχεται, οὐ πρότερόν γε ἢ ἄστρα τε ἐξ οὐρανοῦ καὶ αὐτὸς οὐρανὸς ἐξέλθοι ποτʼ ἂν τῆς αὑτοῦ χώρας, ἀνθρώπων δὲ οὓς ἂν προλίπῃ ζῶντες οἰκτείρονται μᾶλλον ἢ τελευτήσαντες. μόνος δὲ ὁμοίως μὲν βασιλεῦσιν, ὁμοίως δὲ ἰδιώταις τίμιος, ὁμοίως δὲ σοφοῖς καὶ φαύλοις, καὶ μεγάλοις καὶ ἐλάττοσι, καὶ καλῶς καὶ τοὐναντίον πράττουσι, τοῖς μὲν τῆς ὑπαρχούσης εὐδαιμονίας ὄνησιν διδοὺς, τοῖς δὲ ἀντὶ τῶν ἄλλων δυσχερῶν μόνος γιγνόμενος. τὴν δʼ αὖ μεθʼ ὑγίειαν περισπούδαστον ἀνθρώποις χρημάτων κτῆσιν καὶ ταύτην Σάραπις δίδωσιν ἄνευ πολέμων καὶ μάχης καὶ κινδύνων· οὕτω διὰ παντὸς ἡμῖν εὐμενής ἐστι τοῦ βίου καὶ οὐδεμία ἀργὸς χώρα παρείθη τῷ θεῷ τούτῳ, ἀλλὰ μεθʼ ὧν ἄνθρωπον δεῖ νοεῖν, πάνθʼ οὗτος ἐξετάζει καὶ κατὰ πᾶν μέρος εὐεργεσίαν ἔχει, ἀπὸ τῆς ψυχῆς ἀρξάμενος καὶ τελευτῶν εἰς τὰς ἔξωθεν εὐπορίας. καὶ πεποίηκεν ἡμῖν οἷον ἁρμονίαν τὸν βίον καὶ συνῆψε ταῖς δωρεαῖς, σοφίας ἐρᾶν διʼ ὑγιείας ποιήσας, ὑγίειαν δὲ ἡδίω σὺν εὐπορίᾳ καταστήσας, τῷ δὲ μέσῳ τὰ ἄκρα οἷον γόμφῳ συλλαβὼν καὶ βεβαιωσάμενος τῇ ὑγιείᾳ τὰ τῆς ψυχῆς ἀγαθὰ καὶ τὴν τῶν ὄντων ὄνησιν. πῶς οὖν οὐ τοῦτον ἀνακηρύττειν

Intertext edge

Open linked passage

Note