Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 8
Aristides, Aelius8 53 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
53.p9
53.p9
χρὴ ἐν πανηγύρεσί τε καὶ πάσαις ἡμέραις κηδεμόνα καὶ σωτῆρα πάντων ἀνθρώπων αὐτάρκη θεόν;
53.p10
53.p10
καὶ μὴν καὶ τὰ ὅλα γε τοῦ βίου μέτρα συνέχων ἀνθρώποις καὶ ταμίας ὢν τοῦ βιωσίμου, κατὰ τοῦτʼ ἂν δικαίως ἅπαντα περιειληφέναι νομίζοιτο καὶ πάντα οἷον κυβερνᾶν ἡμῶν τὸν βίον. οἱ μὲν δὴ τῆς μεγάλης πρὸς Αἰγύπτῳ πόλεως πολῖται καὶ ἕνα τοῦτον ἀνακαλοῦσι Δία, ὅτι οὐκ ἀπολέλειπται δυνάμει περιττῇ, ἀλλὰ διὰ πάντων ἥκει καὶ τὸ πᾶν πεπλήρωκε. τῶν μὲν γὰρ ἄλλων θεῶν διῄρηνται αἱ δυνάμεις τε καὶ αἱ τιμαὶ, καὶ ἄλλους ἐπʼ ἄλλα ἄνθρωποι καλοῦσιν, ὁ δὲ ὥσπερ κορυφαῖος πάντων ἀρχὰς καὶ πέρατα ἔχει. μόνος δὲ καὶ ἕτοιμος τῷ τινὸς δεομένῳ τοῦτον καλεῖν· ὥστε καὶ ἄνθρωποι περὶ μὲν τῶν ἄλλων οὐ κατὰ τὰ αὐτὰ φέρονται, ἀλλὰ τιμῶσιν ἄλλοι ἄλλους θεοὺς, τοῦτον δὲ μόνον πάντες ὁμοίως τοῖς σφετέροις νομίζουσι. διὰ γὰρ τὸ τὰς πάντων ἔχειν δυνάμεις οἱ μὲν ἀντὶ πάντων τοῦτον θεραπεύουσιν, οἱ δὲ οἷς νομίζουσιν ἐφʼ ὁτῳοῦν καὶ τοῦτον προσνομίζουσιν ὡς κοινὸν ἁπάσης ὄντα τῆς γῆς ἐξαίρετον. οὐ μόνον δὲ τὰς ἐν τῇ γῇ πάσας ἔχει δυνάμεις οὗτος εἷς ὢν καθʼ ἑκάστην, οὐδʼ ὥσπερ ἄλλος ἄλλῃ τέτακται θεὸς, οὐδὲ κατὰ τὸν Ὁμήρου κλῆρον τριῶν μοῖραν ἔλαχε λαβὼν, ὡς τὸν Δία καὶ τὸν Ποσειδῶ καὶ τὸν Πλούτωνα ἐκεῖνος ἔφη διαλαχεῖν, ἀλλὰ καὶ ἐν θαλάττῃ μέγας οὗτος ὁ θεὸς καὶ ὁλκάδες καὶ τριήρεις ὑπὸ τούτῳ κυβερνῶνται καὶ ἐν αἰθέρι καὶ νεφέλαις, ἐκείνῳ μέλειν γῆς καὶ θαλάττης ἀνάγκης λόγος αἱρεῖ. Ὅμηρος μὲν οὖν ἔφη τὴν γῆν ἐπίκοινον λελεῖφθαι καὶ τὸν Ὄλυμπον τοῖς θεοῖς, ὁ δὲ γῆς τε κληροῦχος αὐτὸς διαφέρων καὶ τῶν ἰδίων αὖ τῶν ἄλλων μερῶν κοινωνὸς ἑκάστῳ προσφαίνεται, πάντα αὐτὸς εἷς ὢν ἅπασιν, εἷς ταυτὸν δυνάμενος, πάσας πράξεις καὶ πάσας εὐπορίας

Intertext edge

Open linked passage

Note