Orationes 8
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius">
—
⋯
Original / primary: Perseus Grc2
54.p11
54.p11
ἐν ἅπασι καιροῖς καὶ τόποις συγκατεργαζόμενος, γῆς καὶ θαλάττης, φαῖεν ἂν ποιηταὶ, κλῇδας ἔχων, ἐπεὶ καὶ μετὰ τὴν ἀναγκαίαν τοῦ βίου τελευτὴν ἔτι οὗτος ἄρχων ἀνθρώποις μένει. καὶ παρὰ τοῦτον δεῖ βαδίζειν παρʼ αὐτοῦ, τοῦτο δὴ τὸ λεγόμενον οἴκοθεν οἴκαδε, ὡς αὐτόν. χώρους τε ὁ διαιρῶν ἑκάστοις οὗτός ἐστι πρὸς ἀξίαν τῆς ἐν τῇ γῇ διαίτης καὶ δίκης τῆς τῶν ὕστερον γιγνομένων, ἡμέρας μὲν τὰ ὑπὲρ γῆς ἐπιὼν, νυκτὸς δὲ τὰς ἀθεάτους ζῶσι κρίσεις ποιούμενος, σωτὴρ αὐτὸς καὶ ψυχοπομπὸς, ἄγων εἰς φῶς καὶ πάλιν δεχόμενος, πανταχῆ πάντας περιέχων. εἰ δέ του θεῶν, καὶ Σαράπιδος μνησθεὶς ἀνὴρ εὐθυμίας ἅμα καὶ δέους ἐμπίπλαται. φιλανθρωπότατος γὰρ θεῶν καὶ φοβερώτατος αὐτὸς, τὸν λυσιτελῆ φόβον ἀνθρώποις ἔχων, ὅπως μήτε ποιήσουσι μήτε πείσονται κακῶς ἀλλήλους μηδʼ ὑπʼ ἀλλήλων. πρὸς δʼ οὖν τὸν ἔλεον μᾶλλον τέτραπται καὶ ὅπερ εἶπε περὶ πάντων τῶν θεῶν Ὅμηρος, στρεπτοὺς εἶναι καὶ παραιτητοὺς, μάλιστα οὗτος βεβαιοῖ, τοσαύτας στρέφεται στροφὰς ἐπὶ σωτηρίᾳ τῶν ἀεὶ δεομένων. καὶ τοίνυν καὶ θυσιῶν μόνῳ τούτῳ θεῷ διαφερόντως κοινωνοῦσιν ἄνθρωποι τὴν ἀκριβῆ κοινωνίαν, καλοῦντές τε ἐφʼ ἑστίαν καὶ προϊστάμενοι δαιτυμόνα αὐτὸν καὶ ἑστιάτορα, ὥστε ἄλλων ἄλλους ἐράνους πληρούντων κοινὸς ἁπάντων ἐράνων οὗτός ἐστι πληρωτὴς, συμποσιάρχου τάξιν ἔχων τοῖς ἀεὶ κατὰ ταυτὸν συλλεγομένοις. ὥσπερ Ὅμηρος ἔφη τὴν Ἀθηνᾶν αὐτὴν ἅμα σπένδειν τε καὶ τελεῖν ἕκαστα, αὐτὸς ὢν ὁμόσπονδός τε καὶ ὁ τὰς σπονδὰς δεχόμενος, ἐπὶ κῶμόν τε ἀφικνούμενος καὶ καλῶν ὡς αὑτὸν κωμαστὰς, οἳ χορεύοντες ὑπʼ αὐτῷ τὴν ἀδεᾶ κακῶν χορείαν, ἅμα τοῖς στεφάνοις τὴν ἀγαθὴν εὐθυμίαν οἴκαδε εἰσενεγκάμενοι, τὴν δευτέραν ἀποδιδόασιν ἐπικαλεσάμενοι. παραπλησία δὲ καὶ ἡ κατὰ τὰ ἄλλα πρὸς αὐτὸν κοινωνία ὁμότιμος, οὐ πρὸς ὁμότιμον, οἷον