Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 8
Aristides, Aelius8 55 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
55.p12
55.p12
ἐμπόρων καὶ ναυκλήρων, οὐ μόνον δεκάτας ἀναγόντων, ἀλλὰ καὶ μερίτην ἐξ ἴσου ποιουμένων, ὥσπερ συνέμπορον καὶ κοινωνὸν τῶν διὰ μέσου πάντων· ἐπὶ τοσοῦτον ἀνθρώποις ἐγκαταμέμικται. οὗτός ἐστιν ὁ τῷ ὄντι ταμίας ἀνέμων πολὺ μᾶλλον ἢ ὁ νησιώτης, ὃν Ὅμηρος ἐποίησεν, οὗτος κύριος ἠμὲν παυέμεναι ἠδʼ ὀρνύμεν ὅν κʼ ἐθέλῃσιν· οὗτος ὕδωρ ἀνῆκε πότιμον ἐν μέσῃ θαλάττῃ, οὗτος κειμένους ἀνέστησεν, οὗτος περισπούδαστον ἡλίου φῶς τοῖς θεαταῖς ἔδειξεν, ὧν ἱεραὶ θῆκαι βίβλων ἱερῶν ἀπείρους ἀριθμοὺς ἔχουσι. μεσταὶ δὲ ἀγοραὶ, φασὶ, καὶ λιμένες καὶ τὰ εὐρύχωρα τῶν πόλεων τῶν καθʼ ἕκαστα ἐξηγουμένων. ἐμοὶ δʼ ἐγχειροῦντι λέγειν ἀπέραντον ἡμερῶν πλῆθος ἐπιρρυὲν ἀτέλεστον ὁμοίως ἕξει τὸν κατάλογον. οὐδὲ γὰρ ἕστηκεν αὐτοῦ τὰ ἔργα, οὐδὲ τοσαῦτά ἐστιν ὁπόσα γέγονεν, ἀλλʼ ἐφʼ ἡμέρᾳ καὶ νυκτὶ πρόσεισιν ἄλλα ἐπʼ ἄλλοις. καὶ ὥσπερ τοῦ παντὸς αἰῶνος καθʼ ἡμέραν ἑκάστην προϊόντος οὐκ ἔστιν εἰπεῖν τὸ ἀπανηλωμένον, ἀλλʼ ἀεὶ τὸ ἴσον λείπεται, οὕτως οὐδʼ ὧν ὁ θεὸς ἔργων ἐργάζεται οὐκ ἔνεστιν εἰπεῖν πότερʼ ἃ εἰλήφαμέν ἐστι τὰ πλείω, ἢ τὰ μέλλοντα ἔσεσθαι· τοσαῦτα γίγνεται. εἰ δή τις οὖν ταῦτα καταλέγειν ἐπιχειροίη, τὰ ἐκφεύγοντα διώξεται, οἷον οἱ τὰ τῶν ποταμῶν ῥεύματα κατόπιν διώκοντες, καὶ ὅμοιον ποιήσει ὥσπερ ἂν εἰ πάντα τὸν αἰῶνα ἀξιοίη ζῆν· πάντως γὰρ αὐτῷ δεήσει.
55.p13
55.p13
ἀλλὰ ταῦτα μὲν ἀνὰ χρόνους ἄλλα ἄλλοι βοήσονται, οἱ μὲν ἐν σφίσιν αὐτοῖς, οἱ δὲ ἐν ἑτέροις ὁρῶντες γιγνόμενα. καὶ ἡμῖν ἤδη προειρήσθω κοινῷ λόγῳ ὥσπερ ἐν σπονδῶν ἀπαγγελίᾳ. πάντως οὐ δέος μὴ ψευσώμεθα. ὃ δʼ οὖν ὑπεθέμεθα ἐν ἀρχῇ, διὰ πάντων δείκνυται, οἷς τὸ ἀνθρώπειον φῦλον ἄγεται, ταῦτʼ εἶναι ἔργα Σαράπιδος καὶ μηδέποτε ἐκφεύγειν ἡμᾶς τὸ τούτου κράτος, ἀλλὰ καὶ σώζειν, καὶ ὕστερον εἶναι τὴν παρὰ τούτου πρόνοιαν.

Intertext edge

Open linked passage

Note