Orationes 8
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius">
—
⋯
Original / primary: Perseus Grc2
56.p14
56.p14
προέστηκε δὲ καὶ πάντων ζώων γενέσεως καὶ τροφῆς, καὶ πολλὰ τῶν ἱερῶν θρεμμάτων, ὥσπερ ἄνθρωποι, πρὸς τοῦτον διαιτᾶται. οὗτος ἄγει Νεῖλον ὥρᾳ θέρους, οὗτος χειμῶνος ἀνακαλεῖ, οὗτος δύο καὶ τετταράκοντα ἱερὰ κατʼ Αἴγυπτον, οὗτος πάντας τοὺς ἐν τῇ γῇ νεὼς συνέχει τε καὶ κοσμεῖ, φύλαξ τῶν φανερῶν καὶ τῶν ἀπορρήτων, ἡγεμὼν ἀνθρώπων καὶ δαιμόνων· καὶ ἡμῶν ἤδη μεταστρέψει τὸν λόγον πρὸς αὑτὸν, καὶ προσειποῦσιν ὥρα κατεπαύειν. ὦ τὴν καλλίστην ὧν ἐφορᾷς κατέχων πόλιν, ἥ σοι τὴν διʼ ἔτους πανήγυριν πληροῖ, ὦ κοινὸν ἅπασιν ἀνθρώποις φῶς, ἡμῖν τε δὴ πρώην περιφανῶς γενόμενος, ὅτʼ ἐπιρρεούσης τῆς θαλάττης καὶ πολλῆς πάντοθεν αἰρομένης καὶ οὐδενὸς ὁρωμένου πλὴν τοῦ μέλλοντος καὶ σχεδὸν ἤδη παρόντος ὀλέθρου, χεῖρα ἀντάρας, οὐρανόν τε κεκρυμμένον ἐξέφηνας καὶ γῆν ἔδωκας ἰδεῖν καὶ προσορμίσασθαι, τοσοῦτον παρʼ ἐλπίδα ὥστʼ οὐδʼ ἐπιβᾶσι πίστις ἦν. τούτων τε δή σοι πολλὴ χάρις, ὦ πολυτίμητε, καὶ τὰ νῦν μὴ πρόῃ με, ἀλλʼ ἀνάσωσον βεβαίως, τόν τε ὕμνον τόνδε ὡς ἐν τοιούτοις πεποιημένον προσοῦ φαιδρῶς, χαριστήριον μὲν ἐκείνων τῶν ἔμπροσθεν, ἱκετηρίαν δὲ καὶ παράκλησιν περὶ τῶν μελλόντων, ἡδίω καὶ βελτίω τῶν παρόντων γενέσθαι.