Orationes 9
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius">
—
⋯
Original / primary: Perseus Grc2
58.p3
58.p3
ἀκολουθίαν καὶ διαδοχὴν σώζοντες οὕτως τὴν βασιλείαν ἐκτήσαντο· ὅστις δὲ αὐτὸς μὲν οὔτε παραγγείλας οὔτε δεηθεὶς, δεηθέντων δὲ ἁπάντων αὐτοῦ γενέσθαι, ἔδωκε τοῖς δεηθεῖσιν ἑαυτὸν καὶ παρακαλέσασι, πάλαι τούτῳ καὶ διʼ ἀρετὴν τοῦτο τὸ γέρας ὠφείλετο. καὶ γάρ τοι ἐκείνοις μὲν περὶ τῆς βασιλείας ἀμφισβητοῦσι πολλοὶ, τούτῳ δὲ οὐδείς. καίτοι εἴτε φόβῳ τῷ πρὸς αὐτὸν εἴτε αἰδοῖ τοῦ κρείττονος εἴθʼ, ὅπερ ἔφην, γνώμῃ τῇ βελτίστῃ καὶ δικαιοτάτῃ συγχωρεῖν οἴονται δεῖν, πῶς οὐκ ἐξ ἁπάντων τούτων φανερὸν ὅντινʼ ἐχρῆν εἶναι τὸν βασιλέα; οὐ μὴν ἀλλὰ καὶ τοῖς βασιλεύσασι πρὸ αὐτοῦ τεκμαίρεσθαι πάρεστι περὶ αὐτῶν ὅσον εὐθὺς ἐν αὐτοῖς τουτοισὶ πρῶτον διήνεγκεν αὐτῶν. ἐκεῖνοι μὲν γὰρ μετὰ πολέμων καὶ φόνων πολλῶν εἰσῆλθον εἰς τὰ πράγματα, πολλοὺς μὲν τῶν ἐν τάξει ἀπολέσαντες, πολλοῖς δὲ ἀνηκέστων συμφορῶν αἴτιοι γενηθέντες, ὥστε πολλὰς μὲν ἐρημωθῆναι πόλεις ὑπηκόους, πολλὴν δὲ χώραν ἀνάστατον γενέσθαι, πλεῖστα δὲ ἀναλωθῆναι σώματα, ὥστε μὴ πάντα ὁσίως αὐτοῖς συμβῆναι μηδʼ ἂν αὐτοὺς τοῦτʼ εἰπεῖν ἔχειν περὶ αὑτῶν· ὁ δὲ οὕτως ὁσίως καὶ καλῶς ἐπέστη τοῖς πράγμασιν ὥστε οὔτε καθιστάμενος οὔτε ἐν ἀρχῇ τῆς βασιλείας οὐδενὸς φόνου προσεδεήθη· οὐδὲ ὥσπερ ἐν μεταβολῇ καὶ καταστάσει πραγμάτων οὐδεὶς οὐδενὸς ἐπειράθη χαλεποῦ, οὐδʼ ἔστιν ἃ πολλὰ εἴωθε καὶ ἀναγκαῖα ἐν τοῖς τοιούτοις συμβαίνειν, οὐδὲν τούτων ἐπράχθη· οὐδʼ ἔπαθον ἀνήκεστον οὐδὲ δεινὸν οὐδὲν, οὐκ ἄνδρες, οὐ πόλεις, οὐκ ἔθνος. ἀλλʼ οὕτως ἐμέλησεν αὐτοῦ τοῖς θεοῖς, ὅπως ὁσίως καὶ εὐσεβῶς ἐπιστήσεται τοῖς πράγμασιν, ὥστε ἃ μὲν τῆς μανίας καὶ ἀπονοίας ἔργα ἦν ἑτέροις ἀνέθηκαν, ἃ δὲ τῆς δικαιοσύνης καὶ φιλανθρωπίας καὶ τῆς ἄλλης εὐσεβείας, τούτῳ διεφύλαξαν. καὶ μὴν οὐδʼ ὡς ἔσχε τὴν ἀρχὴν, οὐδὲν ἔπραξε σκυθρωπὸν οὐδὲ ἐμιμήσατο, οὐδὲ ἐζήλωσε τούτων οὐδὲν, οὐδὲ ὥσπερ ἄλλοι τῶν πρὸ αὐτοῦ βασιλέων τῶν ἐν τέλει τινὰς φοβηθέντες ἐπιβουλεύειν αὑτοῖς