Orationes 9
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius">
—
⋯
Original / primary: Perseus Grc2
59.p4
59.p4
αἰτιασάμενοι τοὺς μὲν φυγαῖς, τοὺς δὲ θανάτοις ἐζημίωσαν, οὐδὲν τούτων ἐποίησεν, οὐδὲ τὸν τρόπον μετέθετο, ἀλλʼ οὕτως ἐστὶ πάντων πόρρω τῶν τοιούτων καὶ τοσοῦτον ἀπέχει τοῦ σφαγὰς καὶ θανάτους βούλεσθαι ποιεῖν, ὥστε καὶ τῶν ἐπιβουλευόντων τινὰς καὶ τῶν φανερῶς ἐξελεγχομένων, καὶ τούτους περιεῖναι καὶ ζῆν τῇ τούτου φιλανθρωπίᾳ· καὶ ταῦτʼ οὐ μόνον πραότητός ἐστιν ἐπίδειγμα οὐδὲ τοῦ πρὸς πάντας ὁσίως ἔχειν αὐτὸν καὶ μὴ φθονερῶς διακεῖσθαι πρός τινας τῶν ἐντίμων καὶ ὑπερεχόντων, ἀλλὰ καὶ τοῦ μὴ καταπεπλῆχθαι ὑπὸ φόβων τὴν ἀρχὴν, μηδὲ ταραχωδῶς ἔχειν πρὸς τὰ συμβαίνοντα, μηδὲ ὀξύρροπον εἶναι πρός τε ὀργὴν καὶ θυμὸν, ἀλλὰ βεβαίᾳ καὶ ἀκινήτῳ χρῆσθαι τῇ διανοίᾳ πρὸς ἅπαντας· εἰκότως. τὸν γὰρ μαθόντα ἃ χρὴ καὶ παιδευθέντα καὶ μηδενὸς τῶν καλῶν ἀμελήσαντα μηδὲ ἀμαθῆ γενόμενον, ἀλλὰ πᾶσι τοῖς τῆς ἀρετῆς μέρεσι κατακοσμήσαντα τὴν ψυχὴν, εἰκὸς ἦν πάσης ἔξω γενέσθαι ἁμαρτίας.
59.p5
59.p5
ταύτην τοίνυν τὴν παιδείαν καὶ ὁ βασιλεὺς παιδευθεὶς καὶ πάντων τῶν καλλίστων μετασχὼν τῶν μὲν καὶ ἀπὸ φύσεως ὑπαρξάντων αὐτῷ, τῶν δὲ καὶ ἀπὸ παιδείας γενομένων, οὐ μέσως οὐδʼ ὥσπερ ἄλλοις τισὶν, ἀλλὰ πρὸς ὑπερβολὴν ἑκάστου, ἦν μὲν μέγα ὄφελος τῇ βασιλείᾳ καὶ πρὶν εἰς ταύτην καταστῆναι. μόνῳ γὰρ δὴ καὶ τούτῳ βασιλέων ἢ ἐν ὀλίγοις διαφερόντως ὑπῆρξε, τί οὖν ἐστι τοῦτο; ἐκεῖνοι τὸν μὲν ἄλλον χρόνον πράττουσι τὰ αὑτῶν, ἐπειδὰν δὲ εἰσέλθωσιν εἰς τὴν ἀρχὴν, τηνικαῦτα ἐπιμελεῖσθαι αὐτῆς ἄρχονται· ὁ δὲ οὕτω καθωσίωτο τῇ βασιλείᾳ ὥστε τὴν πρώτην τεταγμένος ὅπως ἔτυχε ταχθεὶς, ἀδήλου ὄντος τοῦ μέλλοντος, ὁρῶν πολλὰ τῆς βασιλείας οὐ καλῶς οὐδὲ ὁσίως διοικούμενα, ἀλλὰ πολλὴν αὐθάδειαν καὶ ὕβριν καὶ ἀκολασίαν ἐγγενομένην, οὐκ εἴα αὔξεσθαι οὐδὲ περαιτέρω χωρεῖν, ἀλλʼ ὥσπερ μεγάλου σώματος καὶ οὐχ ὑγιαίνοντος ἰώμενος τὰ ὕπουλα καὶ νενοσηκότα αὐτοῦ, ἢ καθάπερ ἵππου χαλεποῦ καὶ βιαίου κατέχων τὸ ἄγριον καὶ