Orationes 9
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius">
—
⋯
Original / primary: Perseus Grc2
60.p6
60.p6
ἀπειθὲς, ἐκφερόμενος μὲν ὑπʼ αὐτοῦ, πολλάκις δὲ κατέχων καὶ ἀνακόπτων τὰς συνεχεῖς καὶ ἀλόγους καὶ βιαίους ὁρμὰς, ἔπραττεν αὐτῷ καὶ προεώρα τὰ συμφέροντα. τοιοῦτος μὲν δὴ πρὸ τοῦ βασιλεῦσαι ἦν. ἐπεὶ δὲ ἡ τὰ πάντα διοικοῦσα πρόνοια καὶ διατάττουσα καὶ τοῦτον ἐκάθισεν εἰς τὸν βασίλειον θρόνον τὸν δικαιότατον καὶ ὁσιώτατον βασιλέων, τί ἄν τις πρῶτον καὶ μέγιστον εἰπεῖν ἔχοι ὧν τῆς ἀγαθῆς αὐτοῦ τύχης καὶ προνοίας ἀπολαύομεν; ὃς ἁπάντων μὲν κεκινημένων καὶ μεθισταμένων, ὡς ἔπος εἰπεῖν, εἰς ἑτέραν γῆν, σαλευούσης δὲ τῆς ἀρχῆς ὥσπερ ἐν μεγάλῳ χειμῶνι ἢ σεισμῷ, κᾆτα ὥσπερ νεὼς καταδύεσθαι μελλούσης ἀποφερομένης πρὸς ἔσχατα γῆς, οὗ καὶ πρότερον ἀπεπλανήθησάν τινες τῶν ἐν ἀρχαῖς καὶ βασιλείαις γενομένων, κἄπειτα ὥσπερ ἐν λαβυρίνθῳ πολλαῖς καὶ χαλεπαῖς ἀπορίαις ἐντυχόντες, τελευτῶντες αὑτοὺς ἀπεῖπον ἀποκλεισθέντες τῆς ὀπίσω ὁδοῦ ἐπανελθεῖν μὴ δυνηθέντες, ταῦτα ὁρῶν οὐχ ὡς ἄπειρος κυβερνήτης εἴασεν ὅπως ἔτυχε φέρεσθαι οὐδὲ κινδυνεύειν, ἀλλʼ ὡς ἂν ἐμπειρότατος βασιλέων καὶ γνώμῃ προέχων πρῶτον μὲν ἐπέσχε καὶ ἔπαυσε τῆς ἐκεῖσε ὁρμῆς, ἔπειτα κατέστησεν εἰς ὅρμον ἄγων. καὶ νῦν ἡ μὲν ἐν ἀσφαλεστάτῳ ὁρμεῖ, ὥσπερ ναῦς ἐκ πολλοῦ καταστᾶσα χειμῶνος, ὁ δὲ οὕτως ἐξηγεῖται καὶ διέπει τὸ τῆς ἀρχῆς ὅνπερ χρὴ τρόπον, τὴν εὐσέβειαν μὲν καὶ δικαιοσύνην, ἔτι δὲ σωφροσύνην καὶ ἐγκράτειαν καὶ φρόνησιν καὶ τὴν ἄλλην * * κόσμου γε ἀρετήν. ἤρξατο μὲν γὰρ, ὥσπερ προσήκει, ἀπὸ εὐσεβείας, διεξῆλθε δὲ καὶ διὰ τῶν ἄλλων μερῶν τῆς ἀρετῆς. τίς μὲν γὰρ δικαιοσύνης, τίς δὲ φιλανθρωπίας, τίς δὲ τῆς ἄλλης ἀρετῆς τοσαῦτα δείγματα καὶ τοιαῦτα ὅσα καὶ οἷα ὁ βασιλεὺς οὗτος ἐξήνεγκε;
60.p7
60.p7
καὶ πρῶτόν γε τὴν εἰς χρήματα δικαιοσύνην αὐτοῦ θεασώμεθα. τῆς γὰρ συντάξεως ὑπερβαλλούσης τῆς εἰς τὴν διοίκησεν συντεταγμένης καὶ φόρων ἐπιταχθέντων