Orationes 9
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius">
—
⋯
Original / primary: Perseus Grc2
61.p8
61.p8
πλειόνων καὶ οὐδὲ τούτων ἀρκούντων, ἀλλὰ κεκενωμένων μὲν τῶν πανταχοῦ ταμιείων, ἀεὶ δὲ μείζονος ὄντος τοῦ περὶ τοῦ μέλλοντος φόβου, οὐ τοῦ πλείονος ἐδεήθη οὐδʼ ἐζήτησεν οὐδὲ διὰ χρήματα κακὸς ἐγένετο, ἀλλʼ ἀνῆκε καὶ ἐπεκούφισεν, οὐ μόνον δικαιότατος, ἀλλὰ καὶ φιλανθρωπότατος βασιλέων περὶ ταῦτα γενόμενος. καὶ τοιοῦτος μὲν εἰς χρήματα. τὴν δὲ πρὸς τὰς δίκας δικαιοσύνην καὶ φιλανθρωπίαν τίς ἂν ἀξίως ἐπαινέσειε; τίς γὰρ Ῥαδάμανθυς ἢ τίς Αἰακὸς οὕτω δίκαιον ἑαυτὸν πρὸς ἅπαντα δικαστὴν διεφύλαξε; μᾶλλον δὲ τὸ μὲν δίκαιον οὐκ ἀεὶ οὐδὲ πανταχῆ φιλάνθρωπον, ὁ δὲ τὸ μὲν δίκαιον ἀκριβῶς οἶδεν, ὡς αὐτὸς νομοθέτης ὢν καὶ εὑρετὴς αὐτοῦ, οὐδὲν δὲ ἔξω τοῦ δικαίου ποιῶν, ὅμως αὐτῷ τούτῳ βεβαιοῖ τὴν φιλανθρωπίαν, ὥστε δικαιοσύνης τὴν ἀκριβεστάτην ταυτὸν δύνασθαι φιλανθρωπίᾳ τῇ καθαρωτάτῃ. τούτου δὲ αἴτιον ὅτι οὐκ εἰς ἑτέρους ὁρῶν ἑρμηνέας οὕτω λαμβάνει τὸ δίκαιον, ἀλλʼ αὐτὸς ἔχων ἐκ παιδείας τῶν ὡς ἀληθῶς καλῶν καὶ τῶν ἀγαθῶν ἐπιστήμην τὴν ἀπὸ τῶν νόμων ἐμπειρίαν προσειληφὼς, ὥστε μή τι τῶν γεγραμμένων διαφεύγειν αὐτὸν, οὕτως τὰς κρίσεις ποιεῖται περὶ πάντων. οὐδεὶς γοῦν ἔστιν ὅστις οὐ τῶν δικαίων ἀπῆλθε τυχὼν, οὐδʼ ἐμέμψατο τῶν κριθέντων ἐπʼ αὐτοῦ, οὔτε διώκων ἡττηθεὶς οὔτε φεύγων ἁλοὺς, ἀλλὰ στέργοντες ἀμφότεροι καὶ προσκυνοῦντες ἀπέρχονται, καὶ τὴν αὐτὴν ψῆφον περὶ τῶν ἐγνωσμένων ὅ τε ἡττηθεὶς καὶ ὁ νικήσας φέρει. κἂν ἄρα συμβῇ τισι τὴν τιμωρίαν ὑποσχεῖν, οὐ τὸ παθεῖν καὶ δοῦναι δίκην δεινὸν νομίζουσιν, ἀλλὰ μὴ μείζω προσπαθεῖν κέρδος τίθενται· οὐ γὰρ μῖσος αὐτῷ τῶν δεδρακότων αἱ τιμωρίαι δύνανται, ἀλλὰ παιδείαν, μάλιστα μὲν, εἴ πως οἷόν τε, καὶ αὐτῶν, εἰ δὲ μὴ, τῶν ἀκουσομένων. εἰ δʼ αὖ τὸ φιλέλληνα εἶναι καλὸν καὶ πρέπον βασιλεῖ, τῷ προσήκων ὁ ἔπαινος οὕτως; οὕτω γὰρ σφόδρα φιλέλλην ἐστὶν