Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 9
Aristides, Aelius9 63 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
63.p11
63.p11
τοῖς δεομένοις παρασκευάσεται, οἰόμενος δεῖν τὸν ὡς ἀληθῶς βασιλέα τῷ τῶν ὅλων ἀπεικάσθαι βασιλεῖ κατά τε τὴν φιλανθρωπίαν καὶ τὴν πρόνοιαν ἁπάντων τῶν ἀρχομένων, καὶ μὴ πρὸ μὲν τῆς βασιλείας χρηστόν τι καὶ μέτριον ἦθος ἐμφαίνειν ἑαυτοῦ, βασιλέα δὲ ἀποδειχθέντα χαλεπὸν καὶ βίαιον εἶναι περὶ τοὺς ἀρχομένους· οὐ γὰρ βασιλείας σχῆμα εἶναι τὸ τοιοῦτον ἐπιεικοῦς, ἀλλὰ σκαιότητος καὶ ἀπαιδευσίας ἔλεγχον φανερώτατον· οἷος ἦν καὶ ὁ τῶν Λακεδαιμονίων στρατηγὸς ὁ τοῖς Ἕλλησι πρὸς τοὺς βαρβάρους ἡγησάμενος, Παυσανίαν λέγω τὸν Κλεομβρότου, ὃς οἴκοι μένων ἠδύνατο σωφρονεῖν, πλεύσας δὲ εἰς Ἑλλήσποντον ἐπελέληστο μὲν τῶν οἴκοι, ἐπελέληστο δὲ αὑτοῦ, παντὶ δὲ μᾶλλον ἐῴκει ἢ ἀνδρὶ Σπαρτιάτῃ, χαλεπὸς μὲν ὢν καὶ βίαιος περὶ τοὺς συμμάχους, ἀκόλαστος δὲ καὶ ὑβριστὴς περὶ τὴν δίαιταν, τυραννικὸς δὲ περὶ τὸν τρόπον. ὁ δʼ ἐπέδειξεν ὅτι καὶ ἰδιώτην ὄντα καὶ βασιλέα οἷόν τέ ἐστι τὸν αὐτὸν εἶναι διὰ τέλους, τοιοῦτον μὲν πρὸ τῆς βασιλείας παρασχὼν ἑαυτὸν ὥστε δικαίως ἀξιωθῆναι ταύτης, ἐν δὲ τῇ βασιλείᾳ τῷ αὐτῷ νοῒ καὶ τρόπῳ χρώμενος, οὐκ ἐκστὰς ἑαυτοῦ οὐδὲ ζηλώσας τὴν ἀκολασίαν, ἀλλὰ τὸν σώφρονα βίον ἑλόμενος, τὴν μὲν ὕβριν καὶ παρανομίαν μισήσας, παράδειγμα δὲ σωφροσύνης ἑαυτὸν παρασχὼν, ὥστε τοὺς τέως ἀσελγεῖς καὶ ὑβριστὰς μεταθέσθαι τὸν τρόπον ὁρῶντας αὐτοῦ τὴν σωφροσύνην, καὶ τῆς τε πρὸς τὰ χρήματα ἐπιθυμίας παύσασθαι καὶ πρὸς τὸ σωφρονέστερον διατεθῆναι. καὶ μὴν καὶ ὅσαι ἡδοναὶ ἄρχουσιν ἀνθρώπων οὐδεμιᾶς ἴσμεν ἡττημένον τὸν βασιλέα. τοσοῦτον γὰρ ἀπέσχεν αὐτῶν εὐθὺς ἐξ ἀρχῆς ὥστε εἴ τίς ἐστιν ἐγκράτεια κατʼ ἀνθρώπους ὑμνουμένη, ταύτην περὶ τούτου μόνου λεγομένην πιστὴν εἶναι δοκεῖν. τίς μὲν γὰρ οὕτω τὰ γαστρὸς ἐγκρατὴς, τίς δὲ ἀφροδισίων, τίς δὲ τῶν ἄλλων ἡδονῶν; οὐ γὰρ, ὥσπερ ἔφην ἀρτίως, ἐξ ἡμισείας ἔσχε τὴν ἀρετὴν, οὐδὲ ὥσπερ ἄλλοι τινὲς

Intertext edge

Open linked passage

Note