Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 9
Aristides, Aelius9 66 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
66.p15
66.p15
ἔτι τοίνυν τὸ μὲν νικᾶν ἐν ταῖς μάχαις καὶ τοῖς φαύλοις πολλάκις περιγίγνεται, φρονήσει δὲ καὶ σοφίᾳ κρατεῖν δύνασθαι μόνων ἐστὶ τῶν εἰδότων βουλεύεσθαι. καὶ μὴν οἱ μὲν τὴν ἀνδρείαν ἐπὶ παντὸς καιροῦ καὶ πάσης προφάσεως ἐπιδείκνυσθαι βουλόμενοι τυχόντες μὲν κατώρθωσαν, ἡττηθέντες δὲ συμφοραῖς μεγίσταις ἑαυτοὺς καὶ τοὺς φίλους περιβάλλουσιν, οἱ δὲ γιγνώσκοντες τὰ δέοντα καὶ λογιζόμενοι κατορθώσαντες μὲν τυγχάνουσιν οὐδὲν ἧττον ὧν ἐβουλήθησαν, διαμαρτόντες δὲ οὐδὲν βλάπτονται. ἃ δὴ γιγνώσκων καὶ ὁ βασιλεὺς οὐκ οἴεται δεῖν μιμεῖσθαι τοὺς ἀνοήτους καὶ ῥιψοκινδύνους τῶν ἀνθρώπων, ἀλλὰ τῷ εὖ βουλεύεσθαι ἀσφαλὴς εἶναι πρὸς τοὺς βαρβάρους. καὶ μὴν οὐδʼ ἐν ταῖς μάχαις καὶ τοῖς ὅπλοις αὐτὸν ἐμέμψαντο οἱ πολέμιοι, ἀλλʼ ἐπέδειξεν αὐτοῖς οὐ μόνον συνέσει καὶ τῇ ἄλλῃ παιδείᾳ, ἀλλὰ καὶ ἀνδρείᾳ κρατεῖν αὐτῶν δυνάμενος. ὅπου γὰρ Κελτοὶ μὲν οἱ μέγιστοι καὶ φονικώτατοι τῶν ὑφʼ ἡλίῳ πολλὰ δὴ καὶ παντοῖα τολμήσαντες νῦν προσκυνοῦσι τὸν δεσπότην, γνόντες τὸ τὴν ἡσυχίαν ἄγειν ὡς ἄμεινον ἦν καὶ ποιεῖν τὸ προσταττόμενον τοῦ πολεμεῖν, τοῦτο δὲ τὸ ὄνομα λείπεται μόνον τοῦ γένους· πᾶν δὲ ὅσον Εὐφράτου τε καὶ Τίγρητος ἐπέκεινα πρὸς ἀνατολὰς οἰκεῖ διακινηθὲν καὶ δὴ κατήρτισταί τε καὶ πεπαίδευται τοὺς κρείττους εἰδέναι· ἡσυχάζει δὲ πᾶσα ἡ ἤπειρος, γῆ δὲ καὶ θάλαττα τὸν προστάτην στεφανοῦσιν, Ἕλληνες δὲ καὶ βάρβαροι ταυτὸν ἤδη φθέγγονται, ἡ δὲ ἀρχὴ καθάπερ ναῦς τις ἢ τεῖχος ἐπεσκεύασταί τε καὶ ὠχύρωται καὶ τὸ αὑτῆς βεβαίως κεκόμισται ἀγαθὸν, τίνα ταῦτα οὐχ ὑπερβέβληκεν ἀνδρείαν, ἢ τίς ἀμείνων καὶ λυσιτελεστέρα γένοιτʼ ἂν ταύτης κατάστασις; οὐ πᾶσα μὲν ἄδεια πᾶσιν ὅπη βούλεταί τις,

Intertext edge

Open linked passage

Note