Orationes 9
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius">
—
⋯
Original / primary: Perseus Grc2
67.p16
67.p16
πάντες δὲ οἱ πανταχοῦ λιμένες ἐνεργοὶ, οὐ τὰ μὲν ὄρη τὴν αὐτὴν ἔχει τοῖς ὁδεύουσιν ἥνπερ αἱ πόλεις τοῖς οἰκοῦσιν αὐτὰς ἀσφάλειαν, χάρις δὲ πάντα ἐπέχει πεδία, πᾶς δὲ διὰ πάντων λέλυται φόβος; ποῖοι μὲν γὰρ πόροι ποταμῶν κεκώλυνται διελθεῖν; τίνες δὲ θαλάττης ἀποκέκλεινται πορθμοί; νῦν καὶ πανηγύρεις φαιδρότεραι καὶ ἑορταὶ θεοφιλέστεραι. νῦν καὶ τὸ Δήμητρος πῦρ λαμπρότερον καὶ ἱερώτερον. ὦ φῶς τῆς ἀνθρωπίνης εὐδαιμονίας. νῦν ἅπαντες ἄνθρωποι τὴν ἀληθῆ εὐδαιμονίαν εὑρηκέναι δοκοῦσιν. ὦ πάντας βασιλέας παρεληλυθὼς, σοφίᾳ μὲν τοὺς σοφοὺς, ἀνδρείᾳ δὲ τοὺς ἀνδρείους, εὐσεβείᾳ δὲ τοὺς ἐπὶ ταύτῃ διαφέροντας, εὐτυχίᾳ δὲ τοὺς εὐτυχεστάτους· ἀνθʼ ὧν οὐκ ἂν γένοιτο ἀξία σοι χάρις παρʼ ἡμῶν οὔτʼ ἐν ἐπαίνοις οὔτʼ ἐν ἄλλῃ οὐδεμιᾷ τιμῇ. σὲ δὲ, ὦ παῖ γενναῖε γενναίων, κατʼ ἴχνος εἴη βαίνειν τοῦ πατρός. τοῦτο γὰρ ὥς γε ἐν βραχεῖ πλεῖστον εἰρήσθω.