Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Acharnians
AristophanesAcharnians 1 · textus-receptusMore by Aristophanes
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristophanes" aria-label="More works by Aristophanes"> —
⋯
More
Original / primary: Textus receptus
1.1
Δικαιόπολις: ὅσα δὴ δέδηγμαι τὴν ἐμαυτοῦ καρδίαν,
1.2
ἥσθην δὲ βαιά, πάνυ δὲ βαιά, τέτταρα·
1.3
ἃ δʼ ὠδυνήθην, ψαμμακοσιογάργαρα.
1.4
φέρʼ ἴδω, τί δʼ ἥσθην ἄξιον χαιρηδόνος;
1.5
ἐγᾦδʼ ἐφʼ ᾧ γε τὸ κέαρ ηὐφράνθην ἰδών,
1.6
τοῖς πέντε ταλάντοις οἷς Κλέων ἐξήμεσεν.
1.7
ταῦθʼ ὡς ἐγανώθην, καὶ φιλῶ τοὺς ἱππέας
1.8
διὰ τοῦτο τοὔργον· ἄξιον γὰρ Ἑλλάδι.
1.9
ἀλλʼ ὠδυνήθην ἕτερον αὖ τραγῳδικόν,
1.10
ὅτε δὴ ʼκεχήνη προσδοκῶν τὸν Αἰσχύλον,
1.11
ὁ δʼ ἀνεῖπεν, εἴσαγʼ ὦ Θέογνι τὸν χορόν.
1.12
πῶς τοῦτʼ ἔσεισέ μου δοκεῖς τὴν καρδίαν;
1.13
ἀλλʼ ἕτερον ἥσθην, ἡνίκʼ ἐπὶ Μόσχῳ ποτὲ
1.14
Δεξίθεος εἰσῆλθʼ ᾀσόμενος Βοιώτιον.
1.15
τῆτες δʼ ἀπέθανον καὶ διεστράφην ἰδών,
1.16
ὅτε δὴ παρέκυψε Χαῖρις ἐπὶ τὸν ὄρθιον.
1.17
ἀλλʼ οὐδεπώποτʼ ἐξ ὅτου ʼγὼ ῥύπτομαι
1.18
οὕτως ἐδήχθην ὑπὸ κονίας τὰς ὀφρῦς
1.19
ὡς νῦν, ὁπότʼ οὔσης κυρίας ἐκκλησίας
1.20
ἑωθινῆς ἔρημος ἡ πνὺξ αὑτηί,
1.21
οἱ δʼ ἐν ἀγορᾷ λαλοῦσι κἄνω καὶ κάτω
1.22
τὸ σχοινίον φεύγουσι τὸ μεμιλτωμένον.
1.23
οὐδʼ οἱ πρυτάνεις ἥκουσιν, ἀλλʼ ἀωρίαν
1.24
ἥκοντες, εἶτα δʼ ὠστιοῦνται πῶς δοκεῖς
1.25
ἐλθόντες ἀλλήλοισι περὶ πρώτου ξύλου,
1.26
ἁθρόοι καταρρέοντες· εἰρήνη δʼ ὅπως
1.27
ἔσται προτιμῶσʼ οὐδέν· ὦ πόλις πόλις.
1.28
ἐγὼ δʼ ἀεὶ πρώτιστος εἰς ἐκκλησίαν
1.29
νοστῶν κάθημαι· κᾆτʼ ἐπειδὰν ὦ μόνος,
1.30
στένω κέχηνα σκορδινῶμαι πέρδομαι,
1.31
ἀπορῶ γράφω παρατίλλομαι λογίζομαι,
1.32
ἀποβλέπων ἐς τὸν ἀγρὸν εἰρήνης ἐρῶν,
1.33
στυγῶν μὲν ἄστυ τὸν δʼ ἐμὸν δῆμον ποθῶν,
1.34
ὃς οὐδεπώποτʼ εἶπεν, ἄνθρακας πρίω,
1.35
οὐκ ὄξος οὐκ ἔλαιον, οὐδʼ ᾔδει πρίω,
1.36
ἀλλʼ αὐτὸς ἔφερε πάντα χὠ πρίων ἀπῆν.
1.37
νῦν οὖν ἀτεχνῶς ἥκω παρεσκευασμένος
1.38
βοᾶν ὑποκρούειν λοιδορεῖν τοὺς ῥήτορας,
1.39
ἐάν τις ἄλλο πλὴν περὶ εἰρήνης λέγῃ.
1.40
ἀλλʼ οἱ πρυτάνεις γὰρ οὑτοιὶ μεσημβρινοί.
1.41
οὐκ ἠγόρευον; τοῦτʼ ἐκεῖνʼ οὑγὼ ʼλεγον·
1.42
ἐς τὴν προεδρίαν πᾶς ἀνὴρ ὠστίζεται.
1.43
Κῆρυξ: πάριτʼ ἐς τὸ πρόσθεν,
1.44
πάριθʼ, ὡς ἂν ἐντὸς ἦτε τοῦ καθάρματος.
1.45
Ἀμφίθεος: ἤδη τις εἶπε;
1.45b
Κῆρυξ: τίς ἀγορεύειν βούλεται;
1.46
Ἀμφίθεος: ἐγώ.
1.46b
Κῆρυξ: τίς ὤν;
1.46c
Ἀμφίθεος: Ἀμφίθεος.
1.46d
Κῆρυξ: οὐκ ἄνθρωπος;
1.46e
Ἀμφίθεος: οὔ,
1.47
ἀλλʼ ἀθάνατος. ὁ γὰρ Ἀμφίθεος Δήμητρος ἦν
1.48
καὶ Τριπτολέμου· τούτου δὲ Κελεὸς γίγνεται·
1.49
γαμεῖ δὲ Κελεὸς Φαιναρέτην τήθην ἐμήν,
1.50
ἐξ ἧς Λυκῖνος ἐγένεʼ· ἐκ τούτου δʼ ἐγὼ
1.51
ἀθάνατός εἰμʼ· ἐμοὶ δʼ ἐπέτρεψαν οἱ θεοὶ
1.52
σπονδὰς ποιεῖσθαι πρὸς Λακεδαιμονίους μόνῳ.
1.53
ἀλλʼ ἀθάνατος ὢν ὦνδρες ἐφόδιʼ οὐκ ἔχω·
1.54
οὐ γὰρ διδόασιν οἱ πρυτάνεις.
1.54b
Κῆρυξ: οἱ τοξόται.
1.55
Ἀμφίθεος: ὦ Τριπτόλεμε καὶ Κελεὲ περιόψεσθέ με;
1.56
Δικαιόπολις: ὦνδρες πρυτάνεις ἀδικεῖτε τὴν ἐκκλησίαν
1.57
τὸν ἄνδρʼ ἀπάγοντες, ὅστις ἡμῖν ἤθελε
1.58
σπονδὰς ποιεῖσθαι καὶ κρεμάσαι τὰς ἀσπίδας.
1.59
Κῆρυξ: κάθησο, σῖγα.
1.59b
Δικαιόπολις: μὰ τὸν Ἀπόλλω ʼγὼ μὲν οὔ,
1.60
ἢν μὴ περὶ εἰρήνης γε πρυτανεύσητέ μοι.
1.61
Κῆρυξ: οἱ πρέσβεις οἱ παρὰ βασιλέως.
1.62
Δικαιόπολις: ποίου βασιλέως; ἄχθομαι ʼγὼ πρέσβεσιν
1.63
καὶ τοῖς ταὧσι τοῖς τʼ ἀλαζονεύμασιν.
1.64
Κῆρυξ: σίγα.
1.64b
Δικαιόπολις: βαβαιάξ. ὦκβάτανα τοῦ σχήματος.
1.65
Πρέσβυς: ἐπέμψαθʼ ἡμᾶς ὡς βασιλέα τὸν μέγαν
1.66
μισθὸν φέροντας δύο δραχμὰς τῆς ἡμέρας
1.67
ἐπʼ Εὐθυμένους ἄρχοντος.
1.67b
Δικαιόπολις: οἴμοι τῶν δραχμῶν.
1.68
Πρέσβυς: καὶ δῆτʼ ἐτρυχόμεσθα διὰ Καϋστρίων
1.69
πεδίων ὁδοιπλανοῦντες ἐσκηνημένοι,
1.70
ἐφʼ ἁρμαμαξῶν μαλθακῶς κατακείμενοι,
1.71
ἀπολλύμενοι .
1.71b
Δικαιόπολις: σφόδρα γὰρ ἐσῳζόμην ἐγὼ
1.72
παρὰ τὴν ἔπαλξιν ἐν φορυτῷ κατακείμενος.
1.73
Πρέσβυς: ξενιζόμενοι δὲ πρὸς βίαν ἐπίνομεν
1.74
ἐξ ὑαλίνων ἐκπωμάτων καὶ χρυσίδων
1.75
ἄκρατον οἶνον ἡδύν.
1.75b
Δικαιόπολις: ὦ Κραναὰ πόλις
1.76
ἆρʼ αἰσθάνει τὸν κατάγελων τῶν πρέσβεων;
1.77
Πρέσβυς: οἱ βάρβαροι γὰρ ἄνδρας ἡγοῦνται μόνους
1.78
τοὺς πλεῖστα δυναμένους καταφαγεῖν καὶ πιεῖν.
1.79
Δικαιόπολις: ἡμεῖς δὲ λαικαστάς τε καὶ καταπύγονας.
1.80
Πρέσβυς: ἔτει τετάρτῳ δʼ ἐς τὰ βασίλειʼ ἤλθομεν·
1.81
ἀλλʼ εἰς ἀπόπατον ᾤχετο στρατιὰν λαβών,
1.82
κἄχεζεν ὀκτὼ μῆνας ἐπὶ χρυσῶν ὀρῶν.
1.83
Δικαιόπολις: πόσου δὲ τὸν πρωκτὸν χρόνου ξυνήγαγεν;
1.84
Πρέσβυς: τῇ πανσελήνῳ· κᾆτʼ ἀπῆλθεν οἴκαδε.
1.85
εἶτʼ ἐξένιζε· παρετίθει δʼ ἡμῖν ὅλους
1.86
ἐκ κριβάνου βοῦς.
1.86b
Δικαιόπολις: καὶ τίς εἶδε πώποτε
1.87
βοῦς κριβανίτας; τῶν ἀλαζονευμάτων.
1.88
Πρέσβυς: καὶ ναὶ μὰ Δίʼ ὄρνιν τριπλάσιον Κλεωνύμου
1.89
παρέθηκεν ἡμῖν· ὄνομα δʼ ἦν αὐτῷ φέναξ.
1.90
Δικαιόπολις: ταῦτʼ ἄρ ἐφενάκιζες σὺ δύο δραχμὰς φέρων.
1.91
Πρέσβυς: καὶ νῦν ἄγοντες ἥκομεν Ψευδαρτάβαν,
1.92
τὸν βασιλέως ὀφθαλμόν.
1.92b
Δικαιόπολις: ἐκκόψειέ γε
1.93
κόραξ πατάξας, τόν τε σὸν τοῦ πρέσβεως.
1.94
Κῆρυξ: ὁ βασιλέως ὀφθαλμός.
1.94b
Δικαιόπολις: ὦναξ Ἡράκλεις.
1.95
πρὸς τῶν θεῶν ἄνθρωπε ναύφαρκτον βλέπεις;
1.96
ἢ περὶ ἄκραν κάμπτων νεώσοικον σκοπεῖς;
1.97
ἄσκωμʼ ἔχεις που περὶ τὸν ὀφθαλμὸν κάτω.
1.98
Πρέσβυς: ἄγε δὴ σὺ βασιλεὺς ἅττα σʼ ἀπέπεμψεν φράσον
1.99
λέξοντʼ Ἀθηναίοισιν ὦ Ψευδαρτάβα.
1.100
Ψευδαρτάβας: ἰαρταμὰν ἐξάρξαν ἀπισσόνα σάτρα.
1.101
Πρέσβυς: ξυνήκαθʼ ὃ λέγει;
1.101b
Δικαιόπολις: μὰ τὸν Ἀπόλλω ʼγὼ μὲν οὔ.
1.102
Πρέσβυς: πέμψειν βασιλέα φησὶν ὑμῖν χρυσίον.
1.103
λέγε δὴ σὺ μεῖζον καὶ σαφῶς τὸ χρυσίον.
1.104
Ψευδαρτάβας: οὐ λῆψι χρῦσο χαυνόπρωκτʼ Ἰαοναῦ.
1.105
Δικαιόπολις: οἴμοι κακοδαίμων ὡς σαφῶς.
1.105b
Πρέσβυς: τί δʼ αὖ λέγει;
1.106
Δικαιόπολις: ὅ τι; χαυνοπρώκτους τοὺς Ἰάονας λέγει,
1.107
εἰ προσδοκῶσι χρυσίον ἐκ τῶν βαρβάρων.
1.108
Πρέσβυς: οὔκ, ἀλλʼ ἀχάνας ὅδε γε χρυσίου λέγει.
1.109
Δικαιόπολις: ποίας ἀχάνας; σὺ μὲν ἀλαζὼν εἶ μέγας.
1.110
ἀλλʼ ἄπιθʼ· ἐγὼ δὲ βασανιῶ τοῦτον μόνος.
1.111
ἄγε δὴ σὺ φράσον ἐμοὶ σαφῶς πρὸς τουτονί,
1.112
ἵνα μή σε βάψω βάμμα Σαρδιανικόν·
1.113
βασιλεὺς ὁ μέγας ἡμῖν ἀποπέμψει χρυσίον;( ἀνανεύει.)
1.114
ἄλλως ἄρʼ ἐξαπατώμεθʼ ὑπὸ τῶν πρέσβεων;( ἐπινεύει.)
1.115
Ἑλληνικόν γʼ ἐπένευσαν ἅνδρες οὑτοιί,
1.116
κοὐκ ἔσθʼ ὅπως οὐκ εἰσὶν ἐνθένδʼ αὐτόθεν.
1.117
καὶ τοῖν μὲν εὐνούχοιν τὸν ἕτερον τουτονὶ
1.118
ἐγᾦδʼ ὅς ἐστι, Κλεισθένης ὁ Σιβυρτίου.
1.119
ὦ θερμόβουλον πρωκτὸν ἐξυρημένε,
1.120
τοιόνδε γʼ ὦ πίθηκε τὸν πώγωνʼ ἔχων
1.121
εὐνοῦχος ἡμῖν ἦλθες ἐσκευασμένος;
1.122
ὁδὶ δὲ τίς ποτʼ ἐστίν; οὐ δήπου Στράτων;
1.123
Κῆρυξ: σίγα, κάθιζε.
1.124
τὸν βασιλέως ὀφθαλμὸν ἡ βουλὴ καλεῖ
1.125
ἐς τὸ πρυτανεῖον.
1.125b
Δικαιόπολις: ταῦτα δῆτʼ οὐχ ἀγχόνη;
1.126
κἄπειτʼ ἐγὼ δῆτʼ ἐνθαδὶ στραγγεύομαι;
1.127
τοὺς δὲ ξενίζειν οὐδέποτέ γʼ ἴσχει θύρα.
1.128
ἀλλʼ ἐργάσομαί τι δεινὸν ἔργον καὶ μέγα.
1.129
ἀλλʼ Ἀμφίθεός μοι ποῦ ʼστιν;
1.129b
Ἀμφίθεος: οὑτοσὶ πάρα.
1.130
Δικαιόπολις: ἐμοὶ σὺ ταυτασὶ λαβὼν ὀκτὼ δραχμὰς
1.131
σπονδὰς ποίησαι πρὸς Λακεδαιμονίους μόνῳ
1.132
καὶ τοῖσι παιδίοισι καὶ τῇ πλάτιδι·
1.133
ὑμεῖς δὲ πρεσβεύεσθε καὶ κεχήνετε.
1.134
Κῆρυξ: προσίτω Θέωρος ὁ παρὰ Σιτάλκους.
1.134b
Θέωρος: ὁδί.
1.135
Δικαιόπολις: ἕτερος ἀλαζὼν οὗτος ἐσκηρύττεται.
1.136
Θέωρος: χρόνον μὲν οὐκ ἂν ἦμεν ἐν Θρᾴκῃ πολύν—
1.137
Δικαιόπολις: μὰ Δίʼ οὐκ ἄν, εἰ μισθόν γε μὴ ʼφερες πολύν.
1.138
Θέωρος: εἰ μὴ κατένειψε χιόνι τὴν Θρᾴκην ὅλην
1.139
καὶ τοὺς ποταμοὺς ἔπηξʼ, ὑπʼ αὐτὸν τὸν χρόνον,
1.140
ὅτʼ ἐνθαδὶ Θέογνις ἠγωνίζετο.
1.141
τοῦτον μετὰ Σιτάλκους ἔπινον τὸν χρόνον·
1.142
καὶ δῆτα φιλαθήναιος ἦν ὑπερφυῶς,
1.143
ὑμῶν τʼ ἐραστὴς ἦν ἀληθὴς ὥστε καὶ
1.144
ἐν τοῖσι τοίχοις ἔγραφʼ, Ἀθηναῖοι καλοί.
1.145
ὁ δʼ υἱός, ὃν Ἀθηναῖον ἐπεποιήμεθα,
1.146
ἤρα φαγεῖν ἀλλᾶντας ἐξ Ἀπατουρίων,
1.147
καὶ τὸν πατέρʼ ἠντεβόλει βοηθεῖν τῇ πάτρᾳ·
1.148
ὁ δʼ ὤμοσε σπένδων βοηθήσειν ἔχων
1.149
στρατιὰν τοσαύτην ὥστʼ Ἀθηναίους ἐρεῖν,
1.150
ὅσον τὸ χρῆμα παρνόπων προσέρχεται.
1.151
Δικαιόπολις: κάκιστʼ ἀπολοίμην, εἴ τι τούτων πείθομαι
1.152
ὧν εἶπας ἐνταυθοῖ σὺ πλὴν τῶν παρνόπων.
1.153
Θέωρος: καὶ νῦν ὅπερ μαχιμώτατον Θρᾳκῶν ἔθνος
1.154
ἔπεμψεν ὑμῖν.
1.154b
Δικαιόπολις: τοῦτο μέν γʼ ἤδη σαφές.
1.155
Κῆρυξ: οἱ Θρᾷκες ἴτε δεῦρʼ, οὓς Θέωρος ἤγαγεν.
1.156
Δικαιόπολις: τουτὶ τί ἐστι τὸ κακόν;
1.156b
Θέωρος: Ὀδομάντων στρατός.
1.157
Δικαιόπολις: ποίων Ὀδομάντων; εἰπέ μοι τουτὶ τί ἦν;
1.158
τίς τῶν Ὀδομάντων τὸ πέος ἀποτεθρίακεν;
1.159
Θέωρος: τούτοις ἐάν τις δύο δραχμὰς μισθὸν διδῷ,
1.160
καταπελτάσονται τὴν Βοιωτίαν ὅλην.
1.161
Δικαιόπολις: τοισδὶ δύο δραχμὰς τοῖς ἀπεψωλημένοις;
1.162
ὑποστένοι μέντἂν ὁ θρανίτης λεὼς
1.163
ὁ σωσίπολις. οἴμοι τάλας ἀπόλλυμαι,
1.164
ὑπὸ τῶν Ὀδομάντων τὰ σκόροδα πορθούμενος.
1.165
οὐ καταβαλεῖτε τὰ σκόροδʼ;
1.165b
Θέωρος: ὦ μόχθηρε σὺ
1.166
οὐ μὴ πρόσει τούτοισιν ἐσκοροδισμένοις.
1.167
Δικαιόπολις: ταυτὶ περιείδεθʼ οἱ πρυτάνεις πάσχοντά με
1.168
ἐν τῇ πατρίδι καὶ ταῦθʼ ὑπʼ ἀνδρῶν βαρβάρων;
1.169
ἀλλʼ ἀπαγορεύω μὴ ποιεῖν ἐκκλησίαν
1.170
τοῖς Θρᾳξὶ περὶ μισθοῦ· λέγω δʼ ὑμῖν ὅτι
1.171
διοσημία ʼστὶ καὶ ῥανὶς βέβληκέ με.
1.172
Κῆρυξ: τοὺς Θρᾷκας ἀπιέναι, παρεῖναι δʼ εἰς ἔνην.
1.173
οἱ γὰρ πρυτάνεις λύουσι τὴν ἐκκλησίαν.
1.174
Δικαιόπολις: οἴμοι τάλας μυττωτὸν ὅσον ἀπώλεσα.
1.175
ἀλλʼ ἐκ Λακεδαίμονος γὰρ Ἀμφίθεος ὁδί.
1.176
χαῖρʼ Ἀμφίθεε.
1.176b
Ἀμφίθεος: μήπω γε πρίν γʼ ἂν στῶ τρέχων·
1.177
δεῖ γάρ με φεύγοντʼ ἐκφυγεῖν Ἀχαρνέας.
1.178
Δικαιόπολις: τί δʼ ἔστʼ;
1.178b
Ἀμφίθεος: ἐγὼ μὲν δεῦρό σοι σπονδὰς φέρων
1.179
ἔσπευδον· οἱ δʼ ὤσφροντο πρεσβῦταί τινες
1.180
Ἀχαρνικοί, στιπτοὶ γέροντες πρίνινοι
1.181
ἀτεράμονες Μαραθωνομάχαι σφενδάμνινοι.
1.182
ἔπειτʼ ἀνέκραγον πάντες, ὦ μιαρώτατε
1.183
σπονδὰς φέρεις τῶν ἀμπέλων τετμημένων;
1.184
κἀς τοὺς τρίβωνας ξυνελέγοντο τῶν λίθων·
1.185
ἐγὼ δʼ ἔφευγον· οἱ δʼ ἐδίωκον κἀβόων.
1.186
Δικαιόπολις: οἱ δʼ οὖν βοώντων· ἀλλὰ τὰς σπονδὰς φέρεις;
1.187
Ἀμφίθεος: ἔγωγέ φημι, τρία γε ταυτὶ γεύματα.
1.188
αὗται μέν εἰσι πεντέτεις. γεῦσαι λαβών.
1.189
Δικαιόπολις: αἰβοῖ.
1.189b
Ἀμφίθεος: τί ἔστιν;
1.189c
Δικαιόπολις: οὐκ ἀρέσκουσίν μʼ ὅτι
1.190
ὄζουσι πίττης καὶ παρασκευῆς νεῶν.
1.191
Ἀμφίθεος: σὺ δʼ ἀλλὰ τασδὶ τὰς δεκέτεις γεῦσαι λαβών.
1.192
Δικαιόπολις: ὄζουσι χαὖται πρέσβεων ἐς τὰς πόλεις
1.193
ὀξύτατον ὥσπερ διατριβῆς τῶν ξυμμάχων.
1.194
Ἀμφίθεος: ἀλλʼ αὑταιὶ σπονδαὶ τριακοντούτιδες
1.195
κατὰ γῆν τε καὶ θάλατταν.
1.195b
Δικαιόπολις: ὦ Διονύσια,
1.196
αὗται μὲν ὄζουσʼ ἀμβροσίας καὶ νέκταρος
1.197
καὶ μὴ ʼπιτηρεῖν σιτίʼ ἡμερῶν τριῶν,
1.198
κἀν τῷ στόματι λέγουσι, βαῖνʼ ὅπῃ θέλεις.
1.199
ταύτας δέχομαι καὶ σπένδομαι κἀκπίομαι,
1.200
χαίρειν κελεύων πολλὰ τοὺς Ἀχαρνέας.
1.201
ἐγὼ δὲ πολέμου καὶ κακῶν ἀπαλλαγεὶς
1.202
ἄξω τὰ κατʼ ἀγροὺς εἰσιὼν Διονύσια.
1.203
Ἀμφίθεος: ἐγὼ δὲ φευξοῦμαί γε τοὺς Ἀχαρνέας.
1.204
Χορός: τῇδε πᾶς ἕπου δίωκε καὶ τὸν ἄνδρα πυνθάνου
1.205
τῶν ὁδοιπόρων ἁπάντων· τῇ πόλει γὰρ ἄξιον
1.206
ξυλλαβεῖν τὸν ἄνδρα τοῦτον. ἀλλά μοι μηνύσατε,
1.207
εἴ τις οἶδʼ ὅποι τέτραπται γῆς ὁ τὰς σπονδὰς φέρων.
1.208
Χορός: ἐκπέφευγʼ, οἴχεται φροῦδος. οἴμοι τάλας
1.209
τῶν ἐτῶν τῶν ἐμῶν·
1.210
οὐκ ἂν ἐπʼ ἐμῆς γε νεότητος, ὅτʼ ἐγὼ φέρων ἀνθράκων φορτίον
1.211
ἠκολούθουν Φαΰλλῳ τρέχων, ὧδε φαύλως ἂν ὁ
1.212
σπονδοφόρος οὗτος ὑπʼ ἐμοῦ τότε διωκόμενος
1.213
ἐξέφυγεν οὐδʼ ἂν ἐλαφρῶς ἂν ἀπεπλίξατο.
1.214
Χορός: νῦν δʼ ἐπειδὴ στερρὸν ἤδη τοὐμὸν ἀντικνήμιον,
1.215
καὶ παλαιῷ Λακρατείδῃ τὸ σκέλος βαρύνεται,
1.216
οἴχεται. διωκτέος δέ· μὴ γὰρ ἐγχάνῃ ποτὲ
1.217
μηδέ περ γέροντας ὄντας ἐκφυγὼν Ἀχαρνέας.
1.218
Χορός: ὅστις ὦ Ζεῦ πάτερ καὶ θεοὶ τοῖσιν ἐχθροῖσιν ἐσπείσατο,
1.219
οἷσι παρʼ ἐμοῦ πόλεμος ἐχθοδοπὸς αὔξεται τῶν ἐμῶν χωρίων·
1.220
κοὐκ ἀνήσω πρὶν ἂν σχοῖνος αὐτοῖσιν ἀντεμπαγῶ
1.221
ὀξὺς ὀδυνηρὸς⋯ ἐπίκωπος, ἵνα
1.222
μήποτε πατῶσιν ἔτι τὰς ἐμὰς ἀμπέλους.
1.223
Χορός: ἀλλὰ δεῖ ζητεῖν τὸν ἄνδρα καὶ βλέπειν βαλληνάδε
1.224
καὶ διώκειν γῆν πρὸ γῆς, ἕως ἂν εὑρεθῇ ποτέ·
1.225
ὡς ἐγὼ βάλλων ἐκεῖνον οὐκ ἂν ἐμπλῄμην λίθοις.
1.226
Δικαιόπολις: εὐφημεῖτε, εὐφημεῖτε.
1.227
Χορός: σῖγα πᾶς. ἠκούσατʼ ἄνδρες ἆρα τῆς εὐφημίας;
1.228
οὗτος αὐτός ἐστιν ὃν ζητοῦμεν. ἀλλὰ δεῦρο πᾶς
1.229
ἐκποδών· θύσων γὰρ ἁνὴρ ὡς ἔοικʼ ἐξέρχεται.
1.230
Δικαιόπολις: εὐφημεῖτε, εὐφημεῖτε.
1.231
προΐτω σʼ τὸ πρόσθεν ὀλίγον ἡ κανηφόρος·
1.232
ὁ Ξανθίας τὸν φαλλὸν ὀρθὸν στησάτω.
1.233
κατάθου τὸ κανοῦν ὦ θύγατερ, ἵνʼ ἀπαρξώμεθα.
1.234
Θυγάτηρ: ὦ μῆτερ ἀνάδος δεῦρο τὴν ἐτνήρυσιν,
1.235
ἵνʼ ἔτνος καταχέω τοὐλατῆρος τουτουί.
1.236
Δικαιόπολις: καὶ μὴν καλόν γʼ ἔστʼ· ὦ Διόνυσε δέσποτα
1.237
κεχαρισμένως σοι τήνδε τὴν πομπὴν ἐμὲ
1.238
πέμψαντα καὶ θύσαντα μετὰ τῶν οἰκετῶν
1.239
ἀγαγεῖν τυχηρῶς τὰ κατʼ ἀγροὺς Διονύσια,
1.240
στρατιᾶς ἀπαλλαχθέντα· τὰς σπονδὰς δέ μοι
1.241
καλῶς ξυνενεγκεῖν τὰς τριακοντούτιδας.
1.242
ἄγʼ ὦ θύγατερ ὅπως τὸ κανοῦν καλὴ καλῶς
1.243
οἴσεις βλέπουσα θυμβροφάγον. ὡς μακάριος
1.244
ὅστις σʼ ὀπύσει κἀκποιήσεται γαλᾶς
1.245
σοῦ μηδὲν ἥττους βδεῖν, ἐπειδὰν ὄρθρος ᾖ.
1.246
πρόβαινε, κἀν τὤχλῳ φυλάττεσθαι σφόδρα
1.247
μή τις λαθών σου περιτράγῃ τὰ χρυσία.
1.248
ὦ Ξανθία, σφῷν δʼ ἐστὶν ὀρθὸς ἑκτέος
1.249
ὁ φαλλὸς ἐξόπισθε τῆς κανηφόρου·
1.250
ἐγὼ δʼ ἀκολουθῶν ᾄσομαι τὸ φαλλικόν·
1.251
σὺ δʼ ὦ γύναι θεῶ μʼ ἀπὸ τοῦ τέγους. πρόβα.
1.252
Δικαιόπολις: Φαλῆς ἑταῖρε Βακχίου
1.253
ξύγκωμε νυκτοπεριπλάνητε
1.254
μοιχὲ παιδεραστά,
1.255
ἕκτῳ σʼ ἔτει προσεῖπον ἐς
1.256
τὸν δῆμον ἐλθὼν ἄσμενος,
1.257
σπονδὰς ποιησάμενος ἐμαυτῷ,
1.258
πραγμάτων τε καὶ μαχῶν
1.259
καὶ Λαμάχων ἀπαλλαγείς.
1.260
πολλῷ γάρ ἐσθʼ ἥδιον, ὦ Φαλῆς Φαλῆς,
1.261
κλέπτουσαν εὑρόνθʼ ὡρικὴν ὑληφόρον
1.262
τὴν Στρυμοδώρου Θρᾷτταν ἐκ τοῦ Φελλέως
1.263
μέσην λαβόντʼ ἄραντα καταβαλόντα
1.264
καταγιγαρτίσʼ ὦ
1.265
Φαλῆς Φαλῆς.
1.266
ἐὰν μεθʼ ἡμῶν ξυμπίῃς, ἐκ κραιπάλης
1.267
ἕωθεν εἰρήνης ῥοφήσει τρύβλιον·
1.268
ἡ δʼ ἀσπὶς ἐν τῷ φεψάλῳ κρεμήσεται.
1.269
Χορός: οὗτος αὐτός ἐστιν, οὗτος.
1.270
βάλλε βάλλε βάλλε βάλλε,
1.271
παῖε παῖε τὸν μιαρόν.
1.272
οὐ βαλεῖς; οὐ βαλεῖς;
1.273
Δικαιόπολις: Ἡράκλεις τουτὶ τί ἐστι; τὴν χύτραν συντρίψετε.
1.274
Χορός: σὲ μὲν οὖν καταλεύσομεν ὦ μιαρὰ κεφαλή.
1.275
Δικαιόπολις: ἀντὶ ποίας αἰτίας ὦχαρνέων γεραίτατοι;
1.276
Χορός: τοῦτʼ ἐρωτᾷς; ἀναίσχυντος εἶ καὶ βδελυρὸς
1.277
ὦ προδότα τῆς πατρίδος, ὅστις ἡμῶν μόνος
1.278
σπεισάμενος εἶτα δύνασαι πρὸς ἔμʼ ἀποβλέπειν.
1.279
Δικαιόπολις: ἀντὶ δʼ ὧν ἐσπεισάμην οὐκ ἴστε. μἀλλαʼ ἀκούσατε.
1.280
Χορός: σοῦ γʼ ἀκούσωμεν; ἀπολεῖ· κατά σε χώσομεν τοῖς λίθοις.
1.281
Δικαιόπολις: μηδαμῶς πρὶν ἄν γʼ ἀκούσητʼ· ἀλλʼ ἀνάσχεσθʼ ὦγαθοί.
1.282
Χορός: οὐκ ἀνασχήσομαι· μηδὲ λέγε μοι σὺ λόγον·
1.283
ὡς μεμίσηκά σε Κλέωνος ἔτι μᾶλλον, ὃν ἐγὼ
1.284
κατατεμῶ ποθʼ ἱππεῦσι καττύματα.
1.285
Χορός: σοῦ δʼ ἐγὼ λόγους λέγοντος οὐκ ἀκούσομαι μακρούς,
1.286
ὅστις ἐσπείσω Λάκωσιν, ἀλλὰ τιμωρήσομαι.
1.287
Δικαιόπολις: ὦγαθοὶ τοὺς μὲν Λάκωνας ἐκποδὼν ἐάσατε,
1.288
τῶν δʼ ἐμῶν σπονδῶν ἀκούσατʼ, εἰ καλῶς ἐσπεισάμην.
1.289
Χορός: πῶς δέ γʼ ἂν καλῶς λέγοις ἄν, εἴπερ ἐσπείσω γʼ ἅπαξ
1.290
οἷσιν οὔτε βωμὸς οὔτε πίστις οὔθʼ ὅρκος μένει;
1.291
Δικαιόπολις: οἶδʼ ἐγὼ καὶ τοὺς Λάκωνας, οἷς ἄγαν ἐγκείμεθα,
1.292
οὐχ ἁπάντων ὄντας ἡμῖν αἰτίους τῶν πραγμάτων.
1.293
Χορός: οὐχ ἁπάντων ὦ πανοῦργε; ταῦτα δὴ τολμᾷς λέγειν
1.294
ἐμφανῶς ἤδη πρὸς ἡμᾶς; εἶτʼ ἐγώ σου φείσομαι;
1.295
Δικαιόπολις: οὐχ ἁπάντων, οὐχ ἁπάντων· ἀλλʼ ἐγὼ λέγων ὁδὶ
1.296
πόλλʼ ἂν ἀποφήναιμʼ ἐκείνους ἔσθʼ ἃ κἀδικουμένους.
1.297
Χορός: τοῦτο τοὔπος δεινὸν ἤδη καὶ ταραξικάρδιον,
1.298
εἰ σὺ τολμήσεις ὑπὲρ τῶν πολεμίων ἡμῖν λέγειν.
1.299
Δικαιόπολις: κἄν γε μὴ λέγω δίκαια μηδὲ τῷ πλήθει δοκῶ,
1.300
ὑπὲρ ἐπιξήνου ʼθελήσω τὴν κεφαλὴν ἔχων λέγειν.
1.301
Χορός: εἰπέ μοι τί φειδόμεσθα τῶν λίθων ὦ δημόται
1.302
μὴ οὐ καταξαίνειν τὸν ἄνδρα τοῦτον ἐς φοινικίδα;
1.303
Δικαιόπολις: οἷον αὖ μέλας τις ὑμῖν θυμάλωψ ἐπέζεσεν.
1.304
οὐκ ἀκούσεσθʼ; οὐκ ἀκούσεσθʼ ἐτεὸν ὦχαρνηίδαι;
1.305
Χορός: οὐκ ἀκουσόμεσθα δῆτα.
1.323b
Δικαιόπολις: δεινά τἄρα πείσομαι.
1.324
Χορός: ἐξολοίμην, ἢν ἀκούσω.
1.324b
Δικαιόπολις: μηδαμῶς ὦχαρνικοί.
1.325
Χορός: ὡς τεθνήξων ἴσθι νυνί.
1.325b
Δικαιόπολις: δήξομἄρʼ ὑμᾶς ἐγώ.
1.326
ἀνταποκτενῶ γὰρ ὑμῶν τῶν φίλων τοὺς φιλτάτους·
1.327
ὡς ἔχω γʼ ὑμῶν ὁμήρους, οὓς ἀποσφάξω λαβών.
1.328
Χορός: εἰπέ μοι, τί τοῦτʼ ἀπειλεῖ τοὔπος ἄνδρες δημόται
1.329
τοῖς Ἀχαρνικοῖσιν ἡμῖν; μῶν ἔχει του παιδίον
1.330
τῶν παρόντων ἔνδον εἵρξας; ἢ ʼπὶ τῷ θρασύνεται;
1.331
Δικαιόπολις: βάλλετʼ εἰ βούλεσθʼ. ἐγὼ γὰρ τουτονὶ διαφθερῶ.
1.332
εἴσομαι δʼ ὑμῶν τάχʼ ὅστις ἀνθράκων τι κήδεται.
1.333
Χορός: ὡς ἀπωλόμεσθʼ. ὁ λάρκος δημότης ὅδʼ ἔστʼ ἐμός.
1.334
ἀλλὰ μὴ δράσῃς ὃ μέλλεις· μηδαμῶς ὦ μηδαμῶς.
1.335
Δικαιόπολις: ὡς ἀποκτενῶ, κέκραχθʼ· ἐγὼ γὰρ οὐκ ἀκούσομαι.
1.336
Χορός: ἀπολεῖς ἄρʼ ὁμήλικα τόνδε φιλανθρακέα;
1.337
Δικαιόπολις: οὐδʼ ἐμοῦ λέγοντος ὑμεῖς ἀρτίως ἠκούσατε.
1.338
Χορός: ἀλλὰ γὰρ νῦν λέγʼ, εἴ σοι δοκεῖ, τόν τε Λακεδαιμόνιον
1.339
† αὐτὸν ὅτι τῷ† τρόπῳ σοὐστὶ φίλος·
1.340
ὡς τόδε τὸ λαρκίδιον οὐ προδώσω ποτέ.
1.341
Δικαιόπολις: τοὺς λίθους νύν μοι χαμᾶζε πρῶτον ἐξεράσατε.
1.342
Χορός: οὑτοιί σοι χαμαί, καὶ σὺ κατάθου πάλιν τὸ ξίφος.
1.343
Δικαιόπολις: ἀλλʼ ὅπως μὴ νʼ τοῖς τρίβωσιν ἐγκάθηνταί που λίθοι.
1.344
Χορός: ἐκσέσεισται χαμᾶζʼ· οὐχ ὁρᾷς σειόμενον;
1.345
ἀλλὰ μή μοι πρόφασιν, ἀλλὰ κατάθου τὸ βέλος.
1.346
ὡς ὅδε γε σειστὸς ἅμα τῇ στροφῇ γίγνεται.
1.347
Δικαιόπολις: ἐμέλλετʼ ἄρα πάντως ἀνήσειν τῆς βοῆς,
1.348
ὀλίγου τʼ ἀπέθανον ἄνθρακες Παρνήθιοι,
1.349
καὶ ταῦτα διὰ τὴν ἀτοπίαν τῶν δημοτῶν.
1.350
ὑπὸ τοῦ δέους δὲ τῆς μαρίλης μοι συχνὴν
1.351
ὁ λάρκος ἐνετίλησεν ὥσπερ σηπία.
1.352
δεινὸν γὰρ οὕτως ὀμφακίαν πεφυκέναι
1.353
τὸν θυμὸν ἀνδρῶν ὥστε βάλλειν καὶ βοᾶν
1.354
ἐθέλειν τʼ ἀκοῦσαι μηδὲν ἴσον ἴσῳ φέρον,
1.355
ἐμοῦ ʼθέλοντος ὑπὲρ ἐπιξήνου λέγειν
1.356
ὑπὲρ Λακεδαιμονίων ἅπανθʼ ὅσʼ ἂν λέγω·
1.357
καίτοι φιλῶ γε τὴν ἐμὴν ψυχὴν ἐγώ.
1.358
Χορός: τί οὖν οὐ λέγεις, ἐπίξηνον ἐξενεγκὼν θύραζʼ,
1.359
ὅ τι ποτʼ ὦ σχέτλιε τὸ μέγα τοῦτʼ ἔχεις;
1.360
πάνυ γὰρ ἔμεγε πόθος ὅ τι φρονεῖς ἔχει.
1.361
ἀλλʼ ᾗπερ αὐτὸς τὴν δίκην διωρίσω,
1.362
θεὶς δεῦρο τοὐπίξηνον ἐγχείρει λέγειν.
1.363
Δικαιόπολις: ἰδοὺ θεᾶσθε, τὸ μὲν ἐπίξηνον τοδί,
1.364
ὁ δʼ ἀνὴρ ὁ λέξων οὑτοσὶ τυννουτοσί.
1.365
ἀμέλει μὰ τὸν Δίʼ οὐκ ἐνασπιδώσομαι,
1.366
λέξω δʼ ὑπὲρ Λακεδαιμονίων ἅ μοι δοκεῖ.
1.367
καίτοι δέδοικα πολλά· τούς τε γὰρ τρόπους
1.368
τοὺς τῶν ἀγροίκων οἶδα χαίροντας σφόδρα,
1.369
ἐάν τις αὐτοὺς εὐλογῇ καὶ τὴν πόλιν
1.370
ἀνὴρ ἀλαζὼν καὶ δίκαια κἄδικα·
1.371
κἀνταῦθα λανθάνουσʼ ἀπεμπολώμενοι·
1.372
τῶν τʼ αὖ γερόντων οἶδα τὰς ψυχὰς ὅτι
1.373
οὐδὲν βλέπουσιν ἄλλο πλὴν ψηφηδακεῖν.
1.374
αὐτός τʼ ἐμαυτὸν ὑπὸ Κλέωνος ἅπαθον
1.375
ἐπίσταμαι διὰ τὴν πέρυσι κωμῳδίαν.
1.376
εἰσελκύσας γάρ μʼ ἐς τὸ βουλευτήριον
1.377
διέβαλλε καὶ ψευδῆ κατεγλώττιζέ μου
1.378
κἀκυκλοβόρει κἄπλυνεν, ὥστʼ ὀλίγου πάνυ
1.379
ἀπωλόμην μολυνοπραγμονούμενος.
1.380
νῦν οὖν με πρῶτον πρὶν λέγειν ἐάσατε
1.381
ἐνσκευάσασθαί μʼ οἷον ἀθλιώτατον.
1.382
Χορός: τί ταῦτα στρέφει τεχνάζεις τε καὶ πορίζεις τριβάς;
1.383
λαβὲ δʼ ἐμοῦ γʼ ἓνεκα παρʼ Ἱερωνύμου
1.384
σκοτοδασυπυκνότριχά τινʼ Ἄιδος κυνῆν·
1.385
ἀλλʼ ἐξάνοιγε μηχανὰς τὰς Σισύφου,
1.386
ὡς σκῆψιν ἁγὼν οὗτος οὐκ ἐσδέξεται.
1.387
Δικαιόπολις: ὥρα ʼστὶν ἤδη καρτερὰν ψυχὴν λαβεῖν,
1.388
καί μοι βαδιστέʼ ἐστὶν ὡς Εὐριπίδην.
1.389
παῖ παῖ.
1.395b
Κηφισόφων: τίς οὗτος,
1.395c
Δικαιόπολις: ἔνδον ἔστʼ Εὐριπίδης;
1.396
Κηφισόφων: οὐκ ἔνδον ἔνδον ἐστίν, εἰ γνώμην ἔχεις.
1.397
Δικαιόπολις: πῶς ἔνδον εἶτʼ οὐκ ἔνδον;
1.397b
Κηφισόφων: ὀρθῶς ὦ γέρον.
1.398
ὁ νοῦς μὲν ἔξω ξυλλέγων ἐπύλλια
1.399
οὐκ ἔνδον, αὐτὸς δʼ ἔνδον ἀναβάδην ποιεῖ
1.400
τραγῳδίαν .
1.400b
Δικαιόπολις: ὦ τρισμακάριʼ Εὐριπίδη,
1.401
ὅθʼ ὁ δοῦλος οὑτωσὶ σαφῶς ἀπεκρίνατο.
1.402
ἐκκάλεσον αὐτόν.
1.402b
Κηφισόφων: ἀλλʼ ἀδύνατον.
1.402c
Δικαιόπολις: ἀλλʼ ὅμως·
1.403
οὐ γὰρ ἂν ἀπέλθοιμʼ, ἀλλὰ κόψω τὴν θύραν.
1.404
Εὐριπίδη, Εὐριπίδιον,
1.405
ὑπάκουσον, εἴπερ τώποτʼ ἀνθρώπων τινί·
1.406
Δικαιόπολις καλεῖ σε Χολλῄδης, ἐγώ.
1.407
Εὐριπίδης: ἀλλʼ οὐ σχολή.
1.408
Δικαιόπολις: ἀλλʼ ἐκκυκλήθητʼ.
1.408b
Εὐριπίδης: ἀλλʼ ἀδύνατον.
1.408c
Δικαιόπολις: ἀλλʼ ὅμως.
1.409
Εὐριπίδης: ἀλλʼ ἐκκυκλήσομαι· καταβαίνειν δʼ οὐ σχολή.
1.410
Δικαιόπολις: Εὐριπίδη,
1.410b
Εὐριπίδης: τί λέλακας;
1.410c
Δικαιόπολις: ἀναβάδην ποιεῖς,
1.411
ἐξὸν καταβάδην; οὐκ ἐτὸς χωλοὺς ποιεῖς.
1.412
ἀτὰρ τί τὰ ῥάκιʼ ἐκ τραγῳδίας ἔχεις,
1.413
ἐσθῆτʼ ἐλεινήν; οὐκ ἐτὸς πτωχοὺς ποιεῖς.
1.414
ἀλλʼ ἀντιβολῶ πρὸς τῶν γονάτων σʼ Εὐριπίδη,
1.415
δός μοι ῥάκιόν τι τοῦ παλαιοῦ δράματος.
1.416
δεῖ γάρ με λέξαι τῷ χορῷ ῥῆσιν μακράν·
1.417
αὕτη δὲ θάνατον, ἢν κακῶς λέξω, φέρει.
1.418
Εὐριπίδης: τὰ ποῖα τρύχη; μῶν ἐν οἷς Οἰνεὺς ὁδὶ
1.419
ὁ δύσποτμος γεραιὸς ἠγωνίζετο;
1.420
Δικαιόπολις: οὐκ Οἰνέως ἦν, ἀλλʼ ἔτʼ ἀθλιωτέρου.
1.421
Εὐριπίδης: τὰ τοῦ τυφλοῦ Φοίνικος;
1.421b
Δικαιόπολις: οὐ Φοίνικος, οὔ·
1.422
ἀλλʼ ἕτερος ἦν Φοίνικος ἀθλιώτερος.
1.423
Εὐριπίδης: ποίας ποθʼ ἁνὴρ λακίδας αἰτεῖται πέπλων;
1.424
ἀλλʼ ἦ Φιλοκτήτου τὰ τοῦ πτωχοῦ λέγεις;
1.425
Δικαιόπολις: οὐκ ἀλλὰ τούτου πολὺ πολὺ πτωχιστέρου.
1.426
Εὐριπίδης: ἀλλʼ ἦ τὰ δυσπινῆ ʼθέλεις πεπλώματα,
1.427
ἃ Βελλεροφόντης εἶχʼ ὁ χωλὸς οὑτοσί;
1.428
Δικαιόπολις: οὐ Βελλεροφόντης· ἀλλὰ κἀκεῖνος μὲν ἦν
1.429
χωλὸς προσαιτῶν στωμύλος δεινὸς λέγειν.
1.430
Εὐριπίδης: οἶδʼ ἄνδρα Μυσὸν Τήλεφον.
1.430b
Δικαιόπολις: ναὶ Τήλεφον·
1.431
τούτου δὸς ἀντιβολῶ σέ μοι τὰ σπάργανα.
1.432
Εὐριπίδης: ὦ παῖ δὸς αὐτῷ Τηλέφου ῥακώματα.
1.433
κεῖται δʼ ἄνωθεν τῶν Θυεστείων ῥακῶν
1.434
μεταξὺ τῶν Ἰνοῦς.
1.434b
Κηφισόφων: ἰδοὺ ταυτὶ λαβέ.
1.435
Δικαιόπολις: ὦ Ζεῦ διόπτα καὶ κατόπτα πανταχῇ,
1.436
ἐνσκευάσασθαί μʼ οἷον ἀθλιώτατον.
1.437
Εὐριπίδη, ʼπειδήπερ ἐχαρίσω ταδί,
1.438
κἀκεῖνά μοι δὸς τἀκόλουθα τῶν ῥακῶν,
1.439
τὸ πιλίδιον περὶ τὴν κεφαλὴν τὸ Μύσιον.
1.440
δεῖ γάρ με δόξαι πτωχὸν εἶναι τήμερον,
1.441
εἶναι μὲν ὅσπερ εἰμί, φαίνεσθαι δὲ μή·
1.442
τοὺς μὲν θεατὰς εἰδέναι μʼ ὃς εἴμʼ ἐγώ,
1.443
τοὺς δʼ αὖ χορευτὰς ἠλιθίους παρεστάναι,
1.444
ὅπως ἂν αὐτοὺς ῥηματίοις σκιμαλίσω.
1.445
Εὐριπίδης: δώσω· πυκνῇ γὰρ λεπτὰ μηχανᾷ φρενί.
1.446
Δικαιόπολις: εὐδαιμονοίης, Τηλέφῳ δʼ ἁγὼ φρονῶ.
1.447
εὖ γʼ οἷον ἤδη ῥηματίων ἐμπίμπλαμαι.
1.448
ἀτὰρ δέομαί γε πτωχικοῦ βακτηρίου.
1.449
Εὐριπίδης: τουτὶ λαβὼν ἄπελθε λαΐνων σταθμῶν.
1.450
Δικαιόπολις: ὦ θύμʼ, ὁρᾷς γὰρ ὡς ἀπωθοῦμαι δόμων,
1.451
πολλῶν δεόμενος σκευαρίων· νῦν δὴ γενοῦ
1.452
γλίσχρος προσαιτῶν λιπαρῶν τʼ. Εὐριπίδη
1.453
δός μοι σπυρίδιον διακεκαυμένον λύχνῳ.
1.454
Εὐριπίδης: τί δʼ ὦ τάλας σε τοῦδʼ ἔχει πλέκους χρέος;
1.455
Δικαιόπολις: χρέος μὲν οὐδέν, βούλομαι δʼ ὅμως λαβεῖν.
1.456
Εὐριπίδης: λυπηρὸς ἴσθʼ ὢν κἀποχώρησον δόμων.
1.457
Δικαιόπολις: φεῦ·
1.457b
εὐδαιμονοίης, ὥσπερ ἡ μήτηρ ποτέ.
1.458
Εὐριπίδης: ἄπελθε νῦν μοι.
1.458b
Δικαιόπολις: μἀλλά μοι δὸς ἓν μόνον
1.459
κοτυλίσκιον τὸ χεῖλος ἀποκεκρουσμένον.
1.460
Εὐριπίδης: φθείρου λαβὼν τόδʼ· ἴσθʼ ὀχληρὸς ὢν δόμοις.
1.461
Δικαιόπολις: οὔπω μὰ Δίʼ· οἶσθʼ οἷʼ αὐτὸς ἐργάζει κακά.
1.462
ἀλλʼ ὦ γλυκύτατʼ Εὐριπίδη τουτὶ μόνον
1.463
δός μοι χυτρίδιον σφογγίῳ βεβυσμένον.
1.464
Εὐριπίδης: ὦνθρωπʼ ἀφαιρήσει με τὴν τραγῳδίαν·
1.465
ἄπελθε ταυτηνὶ λαβών.
1.465b
Δικαιόπολις: ἀπέρχομαι.
1.466
καίτοι τί δράσω; δεῖ γὰρ ἑνὸς οὗ μὴ τυχὼν
1.467
ἀπόλωλʼ. ἄκουσον ὦ γλυκύτατʼ Εὐριπίδη·
1.468
τουτὶ λαβὼν ἄπειμι κοὐ πρόσειμʼ ἔτι·
1.469
ἐς τὸ σπυρίδιον ἰσχνά μοι φυλλεῖα δός.
1.470
Εὐριπίδης: ἀπολεῖς μʼ. ἰδού σοι. φροῦδά μοι τὰ δράματα.
1.471
Δικαιόπολις: ἀλλʼ οὐκέτʼ, ἀλλʼ ἄπειμι. καὶ γάρ εἰμʼ ἄγαν
1.472
ὀχληρός, οὐ δοκῶν με κοιράνους στυγεῖν.
1.473
οἴμοι κακοδαίμων, ὡς ἀπόλωλʼ. ἐπελαθόμην
1.474
ἐν ᾧπέρ ἐστι πάντα μοι τὰ πράγματα.
1.475
Εὐριπίδιον ὦ φιλτάτιον καὶ γλυκύτατον,
1.476
κάκιστʼ ἀπολοίμην, εἴ τί σʼ αἰτήσαιμʼ ἔτι,
1.477
πλὴν ἓν μόνον, τουτὶ μόνον τουτὶ μόνον,
1.478
σκάνδικά μοι δὸς μητρόθεν δεδεγμένος.
1.479
Εὐριπίδης: ἁνὴρ ὑβρίζει· κλῇε πηκτὰ δωμάτων.
1.480
Δικαιόπολις: ὦ θύμʼ ἄνευ σκάνδικος ἐμπορευτέα.
1.481
ἆρʼ οἶσθʼ ὅσον τὸν ἀγῶνʼ ἀγωνιεῖ τάχα,
1.482
μέλλων ὑπὲρ Λακεδαιμονίων ἀνδρῶν λέγειν;
1.483
πρόβαινέ νυν ὦ θυμέ· γραμμὴ δʼ αὑτηί.
1.484
ἕστηκας; οὐκ εἶ καταπιὼν Εὐριπίδην;
1.485
ἐπῄνεσʼ· ἄγε νυν ὦ τάλαινα καρδία
1.486
ἄπελθʼ ἐκεῖσε, κᾆτα τὴν κεφαλὴν ἐκεῖ
1.487
παράσχες εἰποῦσʼ ἅττʼ ἂν αὐτῇ σοι δοκῇ.
1.488
τόλμησον ἴθι χώρησον, ἄγαμαι καρδίας.
1.489
Χορός: τί δράσεις; τί φήσεις; εὖ ἴσθι νυν
1.490
ἀναίσχυντος ὢν σιδηροῦς τʼ ἀνήρ,
1.491
ὅστις παρασχὼν τῇ πόλει τὸν αὐχένα
1.492
ἅπασι μέλλεις εἷς λέγειν τἀναντία.
1.493
ἁνὴρ οὐ τρέμει τὸ πρᾶγμʼ. εἶά νυν,
1.494
ἐπειδήπερ αὐτὸς αἱρεῖ, λέγε.
1.495
Δικαιόπολις: μή μοι φθονήσητʼ ἄνδρες οἱ θεώμενοι,
1.496
εἰ πτωχὸς ὢν ἔπειτʼ ἐν Ἀθηναίοις λέγειν
1.497
μέλλω περὶ τῆς πόλεως, τρυγῳδίαν ποιῶν.
1.498
τὸ γὰρ δίκαιον οἶδε καὶ τρυγῳδία.
1.499
ἐγὼ δὲ λέξω δεινὰ μὲν δίκαια δέ.
1.500
οὐ γάρ με νῦν γε διαβαλεῖ Κλέων ὅτι
1.501
ξένων παρόντων τὴν πόλιν κακῶς λέγω.
1.502
αὐτοὶ γάρ ἐσμεν οὑπὶ Ληναίῳ τʼ ἀγών,
1.503
κοὔπω ξένοι πάρεισιν· οὔτε γὰρ φόροι
1.504
ἥκουσιν οὔτʼ ἐκ τῶν πόλεων οἱ ξύμμαχοι·
1.505
ἀλλʼ ἐσμὲν αὐτοὶ νῦν γε περιεπτισμένοι·
1.506
τοὺς γὰρ μετοίκους ἄχυρα τῶν ἀστῶν λέγω.
1.507
ἐγὼ δὲ μισῶ μὲν Λακεδαιμονίους σφόδρα,
1.508
καὐτοῖς ὁ Ποσειδῶν οὑπὶ Ταινάρῳ θεὸς
1.509
σείσας ἅπασιν ἐμβάλοι τὰς οἰκίας·
1.510
κἀμοὶ γάρ ἐστʼ ἀμπέλια διακεκομμένα.
1.511
ἀτὰρ φίλοι γὰρ οἱ παρόντες ἐν λόγῳ,
1.512
τί ταῦτα τοὺς Λάκωνας αἰτιώμεθα;
1.513
ἡμῶν γὰρ ἄνδρες, κοὐχὶ τὴν πόλιν λέγω,
1.514
μέμνησθε τοῦθʼ ὅτι οὐχὶ τὴν πόλιν λέγω,
1.515
ἀλλʼ ἀνδράρια μοχθηρά, παρακεκομμένα,
1.516
ἄτιμα καὶ παράσημα καὶ παράξενα,
1.517
ἐσυκοφάντει Μεγαρέων τὰ χλανίσκια·
1.518
κεἴ που σίκυον ἴδοιεν ἢ λαγῴδιον
1.519
ἢ χοιρίδιον ἢ σκόροδον ἢ χόνδρους ἅλας,
1.520
ταῦτʼ ἦν Μεγαρικὰ κἀπέπρατʼ αὐθημερόν.
1.521
καὶ ταῦτα μὲν δὴ σμικρὰ κἀπιχώρια,
1.522
πόρνην δὲ Σιμαίθαν ἰόντες Μεγαράδε
1.523
νεανίαι κλέπτουσι μεθυσοκότταβοι·
1.524
κᾆθʼ οἱ Μεγαρῆς ὀδύναις πεφυσιγγωμένοι
1.525
ἀντεξέκλεψαν Ἀσπασίας πόρνα δύο·
1.526
κἀντεῦθεν ἀρχὴ τοῦ πολέμου κατερράγη
1.527
Ἕλλησι πᾶσιν ἐκ τριῶν λαικαστριῶν.
1.528
ἐντεῦθεν ὀργῇ Περικλέης οὑλύμπιος
1.529
ἤστραπτʼ ἐβρόντα ξυνεκύκα τὴν Ἑλλάδα,
1.530
ἐτίθει νόμους ὥσπερ σκόλια γεγραμμένους,
1.531
ὡς χρὴ Μεγαρέας μήτε γῇ μήτʼ ἐν ἀγορᾷ
1.532
μήτʼ ἐν θαλάττῃ μήτʼ ἐν οὐρανῷ μένειν.
1.533
ἐντεῦθεν οἱ Μεγαρῆς, ὅτε δὴ ʼπείνων βάδην,
1.534
Λακεδαιμονίων ἐδέοντο τὸ ψήφισμʼ ὅπως
1.535
μεταστραφείη τὸ διὰ τὰς λαικαστρίας·
1.536
κοὐκ ἠθέλομεν ἡμεῖς δεομένων πολλάκις.
1.537
κἀντεῦθεν ἤδη πάταγος ἦν τῶν ἀσπίδων.
1.538
ἐρεῖ τις, οὐ χρῆν· ἀλλὰ τί ἐχρῆν, εἴπατε.
1.539
φέρʼ εἰ Λακεδαιμονίων τις ἐκπλεύσας σκάφει
1.540
ἀπέδοτο φήνας κυνίδιον Σεριφίων,
1.541
καθῆσθʼ ἂν ἐν δόμοισιν; ἦ πολλοῦ γε δεῖ·
1.542
καὶ κάρτα μέντἂν εὐθέως καθείλκετε
1.543
τριακοσίας ναῦς, ἦν δʼ ἂν ἡ πόλις πλέα
1.544
θορύβου στρατιωτῶν, περὶ τριηράρχου βοῆς,
1.545
μισθοῦ διδομένου, παλλαδίων χρυσουμένων,
1.546
στοᾶς στεναχούσης, σιτίων μετρουμένων,
1.547
ἀσκῶν, τροπωτήρων, κάδους ὠνουμένων,
1.548
σκορόδων, ἐλαῶν, κρομμύων ἐν δικτύοις,
1.549
στεφάνων, τριχίδων, αὐλητρίδων, ὑπωπίων·
1.550
τὸ νεώριον δʼ αὖ κωπέων πλατουμένων,
1.551
τύλων ψοφούντων, θαλαμιῶν τροπουμένων,
1.552
αὐλῶν, κελευστῶν, νιγλάρων, συριγμάτων.
1.553
ταῦτʼ οἶδʼ ὅτι ἂν ἐδρᾶτε· τὸν δὲ Τήλεφον
1.554
οὐκ οἰόμεσθα; νοῦς ἄρʼ ἡμῖν οὐκ ἔνι.
1.555
Ἡμιχόριον Α: ἄληθες ὦπίτριπτε καί μιαρώτατε;
1.556
ταυτὶ σὺ τολμᾷς πτωχὸς ὢν ἡμᾶς λέγειν,
1.557
καὶ συκοφάντης εἴ τις ἦν ὠνείδισας;
1.558
Ἡμιχόριον Β: νὴ τὸν Ποσειδῶ καὶ λέγει γʼ ἅπερ λέγει
1.559
δίκαια πάντα κοὐδὲν αὐτῶν ψεύδεται.
1.560
Ἡμιχόριον Α: εἶτʼ εἰ δίκαια, τοῦτον εἰπεῖν αὔτʼ ἐχρῆν;
1.561
ἀλλʼ οὔτι χαίρων ταῦτα τολμήσει λέγειν.
1.562
Ἡμιχόριον Β: οὗτος σὺ ποῖ θεῖς; οὐ μενεῖς; ὡς εἰ θενεῖς
1.563
τὸν ἄνδρα τοῦτον, αὐτὸς ἀρθήσει τάχα.
1.564
Ἡμιχόριον Α: ἰὼ Λάμαχʼ ὦ βλέπων ἀστραπάς,
1.565
βοήθησον ὦ γοργολόφα φανείς,
1.566
ἰὼ Λάμαχʼ ὦ φίλʼ ὦ φυλέτα·
1.567
εἴτε τις ἔστι ταξίαρχος ἢ στρατηγὸς ἢ
1.568
τειχομάχας ἀνήρ, βοηθησάτω
1.569
τις ἀνύσας. ἐγὼ γὰρ ἔχομαι μέσος.
1.570
Λάμαχος: πόθεν βοῆς ἤκουσα πολεμιστηρίας;
1.571
ποῖ χρὴ βοηθεῖν; ποῖ κυδοιμὸν ἐμβαλεῖν;
1.572
τίς Γοργόνʼ ἐξήγειρεν ἐκ τοῦ σάγματος;
1.573
Δικαιόπολις: ὦ Λάμαχʼ ἥρως, τῶν λόφων καὶ τῶν λόχων.
1.575b
Ἡμιχόριον Α: ὦ Λάμαχʼ, οὐ γὰρ οὗτος ἅνθρωπος πάλαι
1.576
ἅπασαν ἡμῶν τὴν πόλιν κακορροθεῖ;
1.577
Λάμαχος: οὗτος σὺ τολμᾷς πτωχὸς ὢν λέγειν τάδε;
1.578
Δικαιόπολις: ὦ Λάμαχʼ ἥρως, ἀλλὰ συγγνώμην ἔχε,
1.579
εἰ πτωχὸς ὢν εἶπόν τι κἀστωμυλάμην.
1.580
Λάμαχος: τί δʼ εἶπας ἡμᾶς; οὐκ ἐρεῖς;
1.580b
Δικαιόπολις: οὐκ οἶδά πω·
1.581
ὑπὸ τοῦ δέους γὰρ τῶν ὅπλων εἰλιγγιῶ.
1.582
ἀλλʼ ἀντιβολῶ σʼ ἀπένεγκέ μου τὴν μορμόνα.
1.583
Λάμαχος: ἰδού.
1.583b
Δικαιόπολις: παράθες νυν ὑπτίαν αὐτὴν ἐμοί.
1.584
Λάμαχος: κεῖται.
1.584b
Δικαιόπολις: φέρε νυν ἀπὸ τοῦ κράνους μοι τὸ πτερόν.
1.585
Λάμαχος: τουτὶ πτίλον σοι.
1.585b
Δικαιόπολις: τῆς κεφαλῆς νύν μου λαβοῦ,
1.586
ἵνʼ ἐξεμέσω· βδελύττομαι γὰρ τοὺς λόφους.
1.587
Λάμαχος: οὗτος τί δράσεις; τῷ πτίλῳ μέλλεις ἐμεῖν;
1.588
πτίλον γάρ ἐστιν—
1.588b
Δικαιόπολις: εἰπέ μοι τίνος ποτὲ
1.589
ὄρνιθός ἐστιν; ἆρα κομπολακύθου;
1.590
Λάμαχος: οἴμʼ ὡς τεθνήξεις.
1.590b
Δικαιόπολις: μηδαμῶς ὦ Λάμαχε·
1.591
οὐ γὰρ κατʼ ἰσχύν ἐστιν· εἰ δʼ ἰσχυρὸς εἶ,
1.592
τί μʼ οὐκ ἀπεψώλησας; εὔοπλος γὰρ εἶ.
1.593
Λάμαχος: ταυτὶ λέγεις σὺ τὸν στρατηγὸν πτωχὸς ὤν;
1.594
Δικαιόπολις: ἐγὼ γάρ εἰμι πτωχός;
1.594b
Λάμαχος: ἀλλὰ τίς γὰρ εἶ;
1.595
Δικαιόπολις: ὅστις; πολίτης χρηστός, οὐ σπουδαρχίδης,
1.596
ἀλλʼ ἐξ ὅτου περ ὁ πόλεμος, στρατωνίδης,
1.597
σὺ δʼ ἐξ ὅτου περ ὁ πόλεμος, μισθαρχίδης.
1.598
Λάμαχος: ἐχειροτόνησαν γάρ με—
1.598b
Δικαιόπολις: κόκκυγές γε τρεῖς.
1.599
ταῦτʼ οὖν ἐγὼ βδελυττόμενος ἐσπεισάμην,
1.600
ὁρῶν πολιοὺς μὲν ἄνδρας ἐν ταῖς τάξεσιν,
1.601
νεανίας δʼ οἵους σὺ διαδεδρακότας,
1.602
τοὺς μὲν ἐπὶ Θρᾴκης μισθοφοροῦντας τρεῖς δραχμάς,
1.603
Τεισαμενοφαινίππους Πανουργιππαρχίδας,
1.604
ἑτέρους δὲ παρὰ Χάρητι τοὺς δʼ ἐν Χάοσιν,
1.605
Γερητοθεοδώρους Διομειαλαζόνας,
1.606
τοὺς δʼ ἐν Καμαρίνῃ κἀν Γέλα κἀν Καταγέλᾳ.
1.607
Λάμαχος: ἐχειροτονήθησαν γάρ.
1.607b
Δικαιόπολις: αἴτιον δὲ τί
1.608
ὑμᾶς μὲν ἀεὶ μισθοφορεῖν ἁμῃγέπῃ,
1.609
τωνδὶ δὲ μηδένʼ; ἐτεὸν ὦ Μαριλάδη
1.610
ἤδη πεπρέσβευκας σὺ πολιὸς ὢν† ἓν ἢ;†
1.611
ἀνένευσε· καίτοι γʼ ἐστὶ σώφρων κἀργάτης.
1.612
τί δαὶ Δράκυλλος ἢ Εὐφορίδης ἢ Πρινίδης;
1.613
εἶδέν τις ὑμῶν τἀκβάτανʼ ἢ τοὺς Χάονας;
1.614
οὔ φασιν. ἀλλʼ ὁ Κοισύρας καὶ Λάμαχος,
1.615
οἷς ὑπʼ ἐράνου τε καὶ χρεῶν πρώην ποτέ,
1.616
ὥσπερ ἀπόνιπτρον ἐκχέοντες ἑσπέρας,
1.617
ἅπαντες ἐξίστω παρῄνουν οἱ φίλοι.
1.618
Λάμαχος: ὦ δημοκρατία ταῦτα δῆτʼ ἀνασχετά;
1.619
Δικαιόπολις: οὐ δῆτʼ ἐὰν μὴ μισθοφορῇ γε Λάμαχος.
1.620
Λάμαχος: ἀλλʼ οὖν ἐγὼ μὲν πᾶσι Πελοποννησίοις
1.621
ἀεὶ πολεμήσω καὶ ταράξω πανταχῇ
1.622
καὶ ναυσὶ καὶ πεζοῖσι κατὰ τὸ καρτερόν.
1.623
Δικαιόπολις: ἐγὼ δὲ κηρύττω γε Πελοποννησίοις
1.624
ἅπασι καὶ Μεγαρεῦσι καὶ Βοιωτίοις
1.625
πωλεῖν ἀγοράζειν πρὸς ἐμέ, Λαμάχῳ δὲ μή.
1.626
Χορός: ἁνὴρ νικᾷ τοῖσι λόγοισιν, καὶ τὸν δῆμον μεταπείθει
1.627
περὶ τῶν σπονδῶν. ἀλλʼ ἀποδύντες τοῖς ἀναπαίστοις ἐπίωμεν.
1.628
Χορός: ἐξ οὗ γε χοροῖσιν ἐφέστηκεν τρυγικοῖς ὁ διδάσκαλος ἡμῶν,
1.629
οὔπω παρέβη πρὸς τὸ θέατρον λέξων ὡς δεξιός ἐστιν·
1.630
διαβαλλόμενος δʼ ὑπὸ τῶν ἐχθρῶν ἐν Ἀθηναίοις ταχυβούλοις,
1.631
ὡς κωμῳδεῖ τὴν πόλιν ἡμῶν καὶ τὸν δῆμον καθυβρίζει,
1.632
ἀποκρίνασθαι δεῖται νυνὶ πρὸς Ἀθηναίους μεταβούλους.
1.633
φησὶν δʼ εἶναι πολλῶν ἀγαθῶν ἄξιος ὑμῖν ὁ ποιητής,
1.634
παύσας ὑμᾶς ξενικοῖσι λόγοις μὴ λίαν ἐξαπατᾶσθαι,
1.635
μήθʼ ἥδεσθαι θωπευομένους, μήτʼ εἶναι χαυνοπολίτας.
1.636
πρότερον δʼ ὑμᾶς ἀπὸ τῶν πόλεων οἱ πρέσβεις ἐξαπατῶντες
1.637
πρῶτον μὲν ἰοστεφάνους ἐκάλουν· κἀπειδὴ τοῦτό τις εἴποι,
1.638
εὐθὺς διὰ τοὺς στεφάνους ἐπʼ ἄκρων τῶν πυγιδίων ἐκάθησθε.
1.639
εἰ δέ τις ὑμᾶς ὑποθωπεύσας λιπαρὰς καλέσειεν Ἀθήνας,
1.640
ηὕρετο πᾶν ἂν διὰ τὰς λιπαράς, ἀφύων τιμὴν περιάψας.
1.641
ταῦτα ποιήσας πολλῶν ἀγαθῶν αἴτιος ὑμῖν γεγένηται,
1.642
καὶ τοὺς δήμους ἐν ταῖς πόλεσιν δείξας ὡς δημοκρατοῦνται.
1.643
τοιγάρτοι νῦν ἐκ τῶν πόλεων τὸν φόρον ὑμῖν ἀπάγοντες
1.644
ἥξουσιν ἰδεῖν ἐπιθυμοῦντες τὸν ποιητὴν τὸν ἄριστον,
1.645
ὅστις παρεκινδύνευσʼ εἰπεῖν ἐν Ἀθηναίοις τὰ δίκαια.
1.646
οὕτω δʼ αὐτοῦ περὶ τῆς τόλμης ἤδη πόρρω κλέος ἥκει,
1.647
ὅτε καὶ βασιλεὺς Λακεδαιμονίων τὴν πρεσβείαν βασανίζων
1.648
ἠρώτησεν πρῶτα μὲν αὐτοὺς πότεροι ταῖς ναυσὶ κρατοῦσιν,
1.649
εἶτα δὲ τοῦτον τὸν ποιητὴν ποτέρους εἴποι κακὰ πολλά·
1.650
τούτους γὰρ ἔφη τοὺς ἀνθρώπους πολὺ βελτίους γεγενῆσθαι
1.651
καὶ τῷ πολέμῳ πολὺ νικήσειν τοῦτον ξύμβουλον ἔχοντας.
1.652
διὰ ταῦθʼ ὑμᾶς Λακεδαιμόνιοι τὴν εἰρήνην προκαλοῦνται
1.653
καὶ τὴν Αἴγιναν ἀπαιτοῦσιν· καὶ τῆς νήσου μὲν ἐκείνης
1.654
οὐ φροντίζουσʼ, ἀλλʼ ἵνα τοῦτον τὸν ποιητὴν ἀφέλωνται.
1.655
ἀλλʼ ὑμεῖς τοι μή ποτʼ ἀφῆσθʼ· ὡς κωμῳδήσει τὰ δίκαια·
1.656
φησὶν δʼ ὑμᾶς πολλὰ διδάξειν ἀγάθʼ, ὥστʼ εὐδαίμονας εἶναι,
1.657
οὐ θωπεύων οὐδʼ ὑποτείνων μισθοὺς οὐδʼ ἐξαπατύλλων,
1.658
οὐδὲ πανουργῶν οὐδὲ κατάρδων, ἀλλὰ τὰ βέλτιστα διδάσκων.
1.659
Χορός: πρὸς ταῦτα Κλέων καὶ παλαμάσθω
1.660
καὶ πᾶν ἐπʼ ἐμοὶ τεκταινέσθω.
1.661
τὸ γὰρ εὖ μετʼ ἐμοῦ καὶ τὸ δίκαιον
1.662
ξύμμαχον ἔσται, κοὐ μή ποθʼ ἁλῶ
1.663
περὶ τὴν πόλιν ὢν ὥσπερ ἐκεῖνος
1.664
δειλὸς καὶ λακαταπύγων.
1.665
Χορός: δεῦρο Μοῦσʼ ἐλθὲ φλεγυρὰ πυρὸς ἔχουσα μένος ἔντονος Ἀχαρνική.
1.666
οἷον ἐξ ἀνθράκων πρινίνων φέψαλος ἀνήλατʼ ἐρεθιζόμενος οὐρίᾳ ῥιπίδι,
1.667
ἡνίκʼ ἂν ἐπανθρακίδες ὦσι παρακείμεναι,
1.668
οἱ δὲ Θασίαν ἀνακυκῶσι λιπαράμπυκα,
1.669
οἱ δὲ μάττωσιν, οὕτω σοβαρὸν ἐλθὲ μέλος ἔντονον ἀγροικότερον
1.670
ὡς ἐμὲ λαβοῦσα τὸν δημότην.
1.671
Χορός: οἱ γέροντες οἱ παλαιοὶ μεμφόμεσθα τῇ πόλει·
1.672
οὐ γὰρ ἀξίως ἐκείνων ὧν ἐναυμαχήσαμεν
1.673
γηροβοσκούμεσθʼ ὑφʼ ὑμῶν, ἀλλὰ δεινὰ πάσχομεν,
1.674
οἵτινες γέροντας ἄνδρας ἐμβαλόντες ἐς γραφὰς
1.675
ὑπὸ νεανίσκων ἐᾶτε καταγελᾶσθαι ῥητόρων,
1.676
οὐδὲν ὄντας, ἀλλὰ κωφοὺς καὶ παρεξηυλημένους,
1.677
οἷς Ποσειδῶν ἀσφάλειός ἐστιν ἡ βακτηρία·
1.678
τονθορύζοντες δὲ γήρᾳ τῷ λίθῳ προσέσταμεν,
1.679
οὐχ ὁρῶντες οὐδὲν εἰ μὴ τῆς δίκης τὴν ἠλύγην.
1.680
ὁ δέ, νεανίας ἑαυτῷ σπουδάσας ξυνηγορεῖν,
1.681
ἐς τάχος παίει ξυνάπτων στρογγύλοις τοῖς ῥήμασιν·
1.682
κᾆτʼ ἀνελκύσας ἐρωτᾷ σκανδάληθρʼ ἱστὰς ἐπῶν
1.683
ἄνδρα Τιθωνὸν σπαράττων καὶ ταράττων καὶ κυκῶν.
1.684
ὁ δʼ ὑπὸ γήρως μασταρύζει, κᾆτʼ ὀφλὼν ἀπέρχεται,
1.685
εἶτα λύζει καὶ δακρύει καὶ λέγει πρὸς τοὺς φίλους,
1.686
οὗ μʼ ἐχρῆν σορὸν πρίασθαι τοῦτʼ ὀφλὼν ἀπέρχομαι.
1.687
Χορός: ταῦτα πῶς εἰκότα, γέροντʼ ἀπολέσαι πολιὸν ἄνδρα περὶ κλεψύδραν,
1.688
πολλὰ δὴ ξυμπονήσαντα καὶ θερμὸν ἀπο-
1.689
μορξάμενον ἀνδρικὸν ἱδρῶτα δὴ καὶ πολύν,
1.690
ἄνδρʼ ἀγαθὸν ὄντα Μαραθῶνι περὶ τὴν πόλιν;
1.691
εἶτα Μαραθῶνι μὲν ὅτʼ ἦμεν ἐδιώκομεν,
1.692
νῦν δʼ ὑπʼ ἀνδρῶν πονηρῶν σφόδρα διωκόμεθα, κᾆτα προσαλισκόμεθα.
1.693
πρὸς τάδε τίς ἀντερεῖ Μαρψίας;
1.694
Χορός: τῷ γὰρ εἰκὸς ἄνδρα κυφὸν ἡλίκον Θουκυδίδην
1.695
ἐξολέσθαι συμπλακέντα τῇ Σκυθῶν ἐρημίᾳ,
1.696
τῷδε τῷ Κηφισοδήμῳ τῷ λάλῳ ξυνηγόρῳ;
1.697
ὥστʼ ἐγὼ μὲν ἠλέησα κἀπεμορξάμην ἰδὼν
1.698
ἄνδρα πρεσβύτην ὑπʼ ἀνδρὸς τοξότου κυκώμενον,
1.699
ὃς μὰ τὴν Δήμητρʼ, ἐκεῖνος ἡνίκʼ ἦν Θουκυδίδης,
1.700
οὐδʼ ἂν αὐτὴν τὴν Ἀχαίαν ῥᾳδίως ἠνέσχετο,
1.701
ἀλλὰ κατεπάλαισε μέντἂν πρῶτον Εὐάθλους δέκα,
1.702
κατεβόησε δʼ ἂν κεκραγὼς τοξότας τρισχιλίους,
1.703
περιετόξευσεν δʼ ἂν αὐτοῦ τοῦ πατρὸς τοὺς ξυγγενεῖς.
1.704
ἀλλʼ ἐπειδὴ τοὺς γέροντας οὐκ ἐᾶθʼ ὕπνου τυχεῖν,
1.705
ψηφίσασθε χωρὶς εἶναι τὰς γραφάς, ὅπως ἂν ᾖ
1.706
τῷ γέροντι μὲν γέρων καὶ νωδὸς ὁ ξυνήγορος,
1.707
τοῖς νέοισι δʼ εὐρύπρωκτος καὶ λάλος χὠ Κλεινίου.
1.708
κἀξελαύνειν χρὴ τὸ λοιπόν, κἂν φύγῃ τις ζημιοῦν,
1.709
τὸν γέροντα τῷ γέροντι, τὸν νέον δὲ τῷ νέῳ.
1.710
Δικαιόπολις: ὅροι μὲν ἀγορᾶς εἰσιν οἵδε τῆς ἐμῆς.
1.711
ἐνταῦθʼ ἀγοράζειν πᾶσι Πελοποννησίοις
1.712
ἔξεστι καὶ Μεγαρεῦσι καὶ Βοιωτίοις,
1.713
ἐφʼ ᾧτε πωλεῖν πρὸς ἐμέ, Λαμάχῳ δὲ μή.
1.714
ἀγορανόμους δὲ τῆς ἀγορᾶς καθίσταμαι
1.715
τρεῖς τοὺς λαχόντας τούσδʼ ἱμάντας ἐκ Λεπρῶν.
1.716
ἐνταῦθα μήτε συκοφάντης εἰσίτω
1.717
μήτʼ ἄλλος ὅστις Φασιανός ἐστʼ ἀνήρ.
1.718
ἐγὼ δὲ τὴν στήλην καθʼ ἣν ἐσπεισάμην
1.719
μέτειμʼ, ἵνα στήσω φανερὰν ἐν τἀγορᾷ.
1.720
Μεγαρεύς: ἀγορὰ νʼ Ἀθάναις χαῖρε Μεγαρεῦσιν φίλα.
1.721
ἐπόθουν τυ ναὶ τὸν φίλιον ᾇπερ ματέρα.
1.722
ἀλλʼ ὦ πόνηρα κώριʼ ἀθλίω πατρός,
1.723
ἄμβατε ποττὰν μᾶδδαν, αἴ χʼ εὕρητέ πᾶ.
1.724
ἀκούετε δή, ποτέχετʼ ἐμὶν τὰν γαστέρα·
1.725
πότερα πεπρᾶσθαι χρῄδδετʼ ἢ πεινῆν κακῶς;
1.726
Κόρα: πεπρᾶσθαι πεπρᾶσθαι.
1.727
Μεγαρεύς: ἐγώνγα καὐτός φαμι. τίς δʼ οὕτως ἄνους
1.728
ὃς ὑμέ κα πρίαιτο φανερὰν ζαμίαν;
1.729
ἀλλʼ ἔστι γάρ μοι Μεγαρικά τις μαχανά,
1.730
χοίρως γὰρ ὑμὲ σκευάσας φασῶ φέρειν.
1.731
περίθεσθε τάσδε τὰς ὁπλὰς τῶν χοιρίων.
1.732
ὅπως δὲ δοξεῖτʼ εἶμεν ἐξ ἀγαθᾶς ὑός·
1.733
ὡς ναὶ τὸν Ἑρμᾶν, αἴπερ ἱξεῖτʼ οἴκαδις
1.734
ἄπρατα, πειρασεῖσθε τᾶς λιμῶ κακῶς.
1.735
ἀλλʼ ἀμφίθεσθε καὶ ταδὶ τὰ ῥυγχία,
1.736
κἤπειτεν ἐς τὸυ σάκκον ὧδʼ ἐσβαίνετε.
1.737
ὅπως δὲ γρυλλιξεῖτε καὶ κοΐξετε
1.738
χἠσεῖτε φωνὰν χοιρίων μυστηρικῶν.
1.739
ἐγὼν δὲ καρυξῶ Δικαιόπολιν ὅπᾳ·
1.740
Δικαιόπολι, ἦ λῇς πρίασθαι χοιρία;
1.741
Δικαιόπολις: τί; ἀνὴρ Μεγαρικός;
1.742
Μεγαρεύς: ἀγορασοῦντες ἵκομες.
1.743
Δικαιόπολις: πῶς ἔχετε;
1.751b
Μεγαρεύς: διαπεινᾶμες ἀεὶ ποττὸ πῦρ.
1.752
Δικαιόπολις: ἀλλʼ ἡδύ τοι νὴ τὸν Δίʼ, ἢν αὐλὸς παρῇ.
1.753
τί δʼ ἄλλο πράττεθʼ οἱ Μεγαρῆς νῦν;
1.753b
Μεγαρεύς: οἷα δή.
1.754
ὅκα μὲν ἐγὼν τηνῶθεν ἐμπορευόμαν,
1.755
ἄνδρες πρόβουλοι τοῦτʼ ἔπραττον τᾷ πόλει,
1.756
ὅπως τάχιστα καὶ κάκιστʼ ἀπολοίμεθα.
1.757
Δικαιόπολις: αὐτίκʼ ἄρʼ ἀπαλλάξεσθε πραγμάτων.
1.757b
Μεγαρεύς: σά μάν;
1.758
Δικαιόπολις: τί δʼ ἄλλο Μεγαροῖ; πῶς ὁ σῖτος ὤνιος;
1.759
Μεγαρεύς: παρʼ ἁμὶ πολυτίματος ᾇπερ τοὶ θεοί.
1.760
Δικαιόπολις: ἅλας οὖν φέρεις;
1.760b
Μεγαρεύς: οὐχ ὑμὲς αὐτῶν ἄρχετε;
1.761
Δικαιόπολις: οὐδὲ σκόροδα;
1.761b
Μεγαρεύς: ποῖα σκόροδʼ; ὑμὲς τῶν ἀεί,
1.762
ὅκκʼ ἐσβάλητε, τὼς ἀρωραῖοι μύες
1.763
πάσσακι τὰς ἄγλιθας ἐξορύσσετε.
1.764
Δικαιόπολις: τί δαὶ φέρεις;
1.764b
Μεγαρεύς: χοίρως ἐγώνγα μυστικάς.
1.765
Δικαιόπολις: καλῶς λέγεις· ἐπίδειξον.
1.765b
Μεγαρεύς: ἀλλὰ μὰν καλαί.
1.766
ἄντεινον αἰ λῇς· ὡς παχεῖα καὶ καλά.
1.767
Δικαιόπολις: τουτὶ τί ἦν τὸ πρᾶγμα;
1.767b
Μεγαρεύς: χοῖρος ναὶ Δία.
1.768
Δικαιόπολις: τί λέγεις σύ; ποδαπὴ δή ʼστι χοῖρος;
1.768b
Μεγαρεύς: Μεγαρικά.
1.769
ἢ οὐ χοῖρός ἐσθʼ ἅδʼ;
1.769b
Δικαιόπολις: οὐκ ἔμοιγε φαίνεται.
1.770
Μεγαρεύς: οὐ δεινά; θᾶσθε τῶδε τὰς ἀπιστίας·
1.771
οὔ φατι τάνδε χοῖρον εἶμεν. ἀλλὰ μάν,
1.772
αἰ λῇς, περίδου μοι περὶ θυμιτιδᾶν ἁλῶν,
1.773
αἰ μή ʼστιν οὗτος χοῖρος Ἑλλάνων νόμῳ.
1.774
Δικαιόπολις: ἀλλʼ ἔστιν ἀνθρώπου γε.
1.774b
Μεγαρεύς: ναὶ τὸν Διοκλέα
1.775
ἐμά γα. τὺ δέ νιν εἴμεναι τίνος δοκεῖς;
1.776
ἦ λῇς ἀκοῦσαι φθεγγομένας;
1.776b
Δικαιόπολις: νὴ τοὺς θεοὺς
1.777
ἔγωγε .
1.777b
Μεγαρεύς: φώνει δὴ τὺ ταχέως χοιρίον.
1.778
οὐ χρῆσθα; σιγῇς ὦ κάκιστʼ ἀπολουμένα;
1.779
πάλιν τυ ἀποισῶ ναὶ τὸν Ἑρμᾶν οἴκαδις.
1.780
Κόρη: κοῒ κοΐ.
1.781
Μεγαρεύς: αὕτα ʼστὶ χοῖρος;
1.781b
Δικαιόπολις: νῦν γε χοῖρος φαίνεται.
1.782
ἀτὰρ ἐκτραφείς γε κύσθος ἔσται.
1.782n
Μεγαρεύς: πέντʼ ἑτῶν,
1.783
σάφʼ ἴσθι, ποττὰν ματέρʼ εἰκασθήσεται.
1.784
Δικαιόπολις: ἀλλʼ οὐδὲ θύσιμός ἐστιν αὑτηγί.
1.784b
Μεγαρεύς: σά μάν;
1.785
πᾷ δʼ οὐχὶ θύσιμός ἐστι;
1.785b
Δικαιόπολις: κέρκον οὐκ ἔχει.
1.786
Μεγαρεύς: νεαρὰ γάρ ἐστιν· ἀλλὰ δελφακουμένα
1.787
ἑξεῖ μεγάλαν τε καὶ παχεῖαν κἠρυθράν.
1.788
ἀλλʼ αἰ τράφειν λῇς, ἅδε τοι χοῖρος καλά.
1.789
Δικαιόπολις: ὡς ξυγγενὴς ὁ κύσθος αὐτῆς θατέρᾳ.
1.790
Μεγαρεύς: ὁμοματρία γάρ ἐστι κἠκ τωὐτῶ πατρός.
1.791
αἰ δʼ ἂν παχυνθῇ κἀναχνοιανθῇ τριχί,
1.792
κάλλιστος ἔσται χοῖρος Ἀφροδίτᾳ θύειν.
1.793
Δικαιόπολις: ἀλλʼ οὐχὶ χοῖρος τἀφροδίτῃ θύεται.
1.794
Μεγαρεύς: οὐ χοῖρος Ἀφροδίτᾳ; μόνᾳ γα δαιμόνων.
1.795
καὶ γίνεταί γα τᾶνδε τᾶν χοίρων τὸ κρῆς
1.796
ἅδιστον ἂν τὸν ὀδελὸν ἐμπεπαρμένον.
1.797
Δικαιόπολις: ἤδη δʼ ἄνευ τῆς μητρὸς ἐσθίοιεν ἄν;
1.798
Μεγαρεύς: ναὶ τὸν Ποτειδᾶν καί κʼ ἄνις γα τῶ πατρός.
1.799
Δικαιόπολις: τί δʼ ἐσθίει μάλιστα;
1.799b
Μεγαρεύς: πάνθʼ ἅ κα διδῷς.
1.800
αὐτὸς δʼ ἐρώτη.
1.800b
Δικαιόπολις: χοῖρε χοῖρε.
1.800c
Κόρα: κοῒ κοΐ.
1.801
Δικαιόπολις: τρώγοις ἂν ἐρεβίνθους;
1.801b
Κόρα: κοῒ κοῒ κοΐ.
1.802
Δικαιόπολις: τί δαί; φιβάλεως ἰσχάδας;
1.802b
Κόρα: κοῒ κοΐ.
1.803
Δικαιόπολις: τί δαὶ σύ; τρώγοις ἄν;
1.803b
Κόρα: κοῒ κοῒ κοΐ.
1.804
Δικαιόπολις: ὡς ὀξὺ πρὸς τὰς ἰσχάδας κεκράγατε.
1.805
ἐνεγκάτω τις ἔνδοθεν τῶν ἰσχάδων
1.806
τοῖς χοιριδίοισιν. ἆρα τρώξονται; βαβαί,
1.807
οἷον ῥοθιάζουσʼ ὦ πολυτίμηθʼ Ἡράκλεις.
1.808
ποδαπὰ τὰ χοιρίʼ; ὡς Τραγασαῖα φαίνεται.
1.809
Μεγαρεύς: ἀλλʼ οὔτι πάσας κατέτραγον τὰς ἰσχάδας.
1.810
ἐγὼ γὰρ αὐτᾶν τάνδε μίαν ἀνειλόμαν.
1.811
Δικαιόπολις: νὴ τὸν Δίʼ ἀστείω γε τὼ βοσκήματε·
1.812
πόσου πρίωμαί σοι τὰ χοιρίδια; λέγε.
1.813
Μεγαρεύς: τὸ μὲν ἅτερον τούτων σκορόδων τροπαλίδος,
1.814
τὸ δʼ ἅτερον, αἰ λῇς, χοίνικος μόνας ἁλῶν.
1.815
Δικαιόπολις: ὠνήσομαί σοι· περίμενʼ αὐτοῦ.
1.815b
Μεγαρεύς: ταῦτα δή.
1.816
Ἑρμᾶ ʼμπολαῖε τὰν γυναῖκα τὰν ἐμὰν
1.817
οὕτω μʼ ἀποδόσθαι τάν τʼ ἐμωυτῶ τʼ ἐμωυτῶ ματέρα.
1.818
Συκοφάντης: ὦνθρωπε ποδαπός;
1.818b
Μεγαρεύς: χοιροπώλας Μεγαρικός.
1.819
Συκοφάντης: τὰ χοιρίδια τοίνυν ἐγὼ φανῶ ταδὶ
1.820
πολέμια καὶ σέ.
1.820b
Μεγαρεύς: τοῦτʼ ἐκεῖνʼ, ἵκει πάλιν
1.821
ὅθενπερ ἀρχὰ τῶν κακῶν ἁμῖν ἔφυ.
1.822
Συκοφάντης: κλάων μεγαριεῖς. οὐκ ἀφήσεις τὸν σάκον;
1.823
Μεγαρεύς: Δικαιόπολι Δικαιόπολι φαντάδδομαι.
1.824
Δικαιόπολις: ὑπὸ τοῦ; τίς ὁ φαίνων σʼ ἐστίν; ἁγορανόμοι,
1.825
τοὺς συκοφάντας οὐ θύραζʼ ἐξείρξετε;
1.826
τί δὴ μαθὼν φαίνεις ἄνευ θρυαλλίδος;
1.827
Συκοφάντης: οὐ γὰρ φανῶ τοὺς πολεμίους;
1.827b
Δικαιόπολις: κλάων γε σύ,
1.828
εἰ μὴ ʼτέρωσε συκοφαντήσεις τρέχων.
1.829
Μεγαρεύς: οἷον τὸ κακὸν ἐν ταῖς Ἀθάναις τοῦτʼ ἔνι.
1.830
Δικαιόπολις: θάρρει Μεγαρίκʼ· ἀλλʼ ἧς τὰ χοιρίδιʼ ἀπέδου
1.831
τιμῆς, λαβὲ ταυτὶ τὰ σκόροδα καὶ τοὺς ἅλας,
1.832
καὶ χαῖρε πόλλʼ.
1.832b
Μεγαρεύς: ἀλλʼ ἁμὶν οὐκ ἐπιχώριον.
1.833
Δικαιόπολις: πολυπραγμοσύνη νυν ἐς κεφαλὴν τράποιτʼ ἐμοί.
1.834
Μεγαρεύς: ὦ χοιρίδια πειρῆσθε κἄνις τῶ πατρὸς
1.835
παίειν ἐφʼ ἁλὶ τὰν μᾶδδαν, αἴκα τις διδῷ.
1.836
Χορός: εὐδαιμονεῖ γʼ ἅνθρωπος. οὐκ ἤκουσας οἷ προβαίνει
1.837
τὸ πρᾶγμα τοῦ βουλεύματος; καρπώσεται γὰρ ἁνὴρ
1.838
ἐν τἀγορᾷ καθήμενος·
1.839
κἂν εἰσίῃ τις Κτησίας
1.840
ἢ συκοφάντης ἄλλος, οἰμώζων
1.841
καθεδεῖται ·
1.842
Χορός: οὐδʼ ἄλλος ἀνθρώπων ὑποψωνῶν σε πημανεῖ τι,
1.843
οὐδʼ ἐξομόρξεται Πρέπις τὴν εὐρυπρωκτίαν σοι,
1.844
οὐδʼ ὠστιεῖ Κλεωνύμῳ·
1.845
χλαῖναν δʼ ἔχων φανὴν δίει
1.846
κοὐ ξυντυχών σʼ Ὑπέρβολος
1.847
δικῶν ἀναπλήσει·
1.848
Χορός: οὐδʼ ἐντυχὼν ἐν τἀγορᾷ πρόσεισί σοι βαδίζων
1.849
Κρατῖνος ἀεὶ κεκαρμένος μοιχὸν μιᾷ μαχαίρᾳ,
1.850
ὁ περιπόνηρος Ἀρτέμων,
1.851
ὁ ταχὺς ἄγαν τὴν μουσικήν,
1.852
ὄζων κακὸν τῶν μασχαλῶν
1.853
πατρὸς Τραγασαίου·
1.854
Χορός: οὐδʼ αὖθις αὖ σε σκώψεται Παύσων ὁ παμπόνηρος
1.855
Λυσίστρατός τʼ ἐν τἀγορᾷ, Χολαργέων ὄνειδος,
1.856
ὁ περιαλουργὸς τοῖς κακοῖς,
1.857
ῥιγῶν τε καὶ πεινῶν ἀεὶ
1.858
πλεῖν ἢ τριάκονθʼ ἡμέρας
1.859
τοῦ μηνὸς ἑκάστου.
1.860
Βοιωτός: ἴττω Ἡρακλῆς ἔκαμόν γα τὰν τύλαν κακῶς·
1.861
κατάθου τὺ τὰν γλάχωνʼ ἀτρέμας Ἰσμηνία·
1.862
ὑμὲς δʼ ὅσοι Θείβαθεν αὐληταὶ πάρα
1.863
τοῖς ὀστίνοις φυσῆτε τὸν πρωκτὸν κυνός.
1.864
Δικαιόπολις: παῦʼ ἐς κόρακας. οἱ σφῆκες οὐκ ἀπὸ τῶν θυρῶν;
1.865
πόθεν προσέπτονθʼ οἱ κακῶς ἀπολούμενοι
1.866
ἐπὶ τὴν θύραν μοι Χαιριδῆς βομβαύλιοι;
1.867
Βοιωτός: νεὶ τὸν Ἰόλαον ἐπεχαρίττα γʼ ὦ ξένε·
1.868
Θείβαθε γὰρ φυσᾶντες ἐξόπισθέ μου
1.869
τἄνθια τᾶς γλάχωνος ἀπέκιξαν χαμαί.
1.870
ἀλλʼ εἴ τι βούλει, πρίασο τῶν ἐγὼ φέρω
1.871
τῶν ὀρταλίχων ἢ τῶν τετραπτερυλλίδων.
1.872
Δικαιόπολις: ὦ χαῖρε κολλικοφάγε Βοιωτίδιον.
1.873
τί φέρεις;
1.873b
Βοιωτός: ὅσʼ ἐστὶν ἀγαθὰ Βοιωτοῖς ἁπλῶς,
1.874
ὀρίγανον γλαχὼ ψιάθως θρυαλλίδας
1.875
νάσσας κολοιὼς ἀτταγᾶς φαλαρίδας
1.876
τροχίλως κολύμβως.
1.876b
Δικαιόπολις: ὡσπερεὶ χειμὼν ἄρα
1.877
ὀρνιθίας ἐς τὴν ἀγορὰν ἐλήλυθας.
1.878
Βοιωτός: καὶ μὰν φέρω χᾶνας λαγὼς ἀλώπεκας
1.879
σκάλοπας ἐχίνως αἰελούρως πικτίδας
1.880
ἰκτῖδας ἐνύδρως ἐγχέλεις Κωπαΐδας.
1.881
Δικαιόπολις: ὦ τερπνότατον σὺ τέμαχος ἀνθρώποις φέρων,
1.882
δός μοι προσειπεῖν, εἰ φέρεις, τὰς ἐγχέλεις.
1.883
Βοιωτός: πρέσβειρα πεντήκοντα Κωπᾴδων κορᾶν,
1.884
ἔκβαθι τῶδε κἠπιχάριτται τῷ ξένῳ.
1.885
Δικαιόπολις: ὦ φιλτάτη σὺ καὶ πάλαι ποθουμένη,
1.886
ἦλθες ποθεινὴ μὲν τρυγῳδικοῖς χοροῖς,
1.887
φίλη δὲ Μορύχῳ. δμῶες ἐξενέγκατε
1.888
τὴν ἐσχάραν μοι δεῦρο καὶ τὴν ῥιπίδα.
1.889
σκέψασθε παῖδες τὴν ἀρίστην ἔγχελυν,
1.890
ἥκουσαν ἕκτῳ μόλις ἔτει ποθουμένην·
1.891
προσείπατʼ αὐτὴν ὦ τέκνʼ· ἄνθρακας δʼ ἐγὼ
1.892
ὑμῖν παρέξω τῆσδε τῆς ξένης χάριν.
1.893
ἀλλʼ ἔσφερʼ αὐτήν· μηδὲ γὰρ θανών ποτε
1.894
σοῦ χωρὶς εἴην ἐντετευτλανωμένης.
1.895
Βοιωτός: ἐμοὶ δὲ τιμὰ τᾶσδε πᾷ γενήσεται;
1.896
Δικαιόπολις: ἀγορᾶς τέλος ταύτην γέ που δώσεις ἐμοί·
1.897
ἀλλʼ εἴ τι πωλεῖς τῶνδε τῶν ἄλλων λέγε.
1.898
Βοιωτός: ἰώγα ταῦτα πάντα.
1.898b
Δικαιόπολις: φέρε πόσου λέγεις;
1.899
ἢ φορτίʼ ἕτερʼ ἐνθένδʼ ἐκεῖσʼ ἄξεις ἰών;
1.900
Βοιωτός: ὅ τι γʼ ἔστʼ Ἀθάναις, ἐν Βοιωτοῖσιν δὲ μή.
1.901
Δικαιόπολις: ἀφύας ἄρʼ ἄξεις πριάμενος Φαληρικὰς
1.902
ἢ κέραμον.
1.902b
Βοιωτός: ἀφύας ἢ κέραμον; ἀλλʼ ἔντʼ ἐκεῖ·
1.903
ἀλλʼ ὅ τι παρʼ ἁμῖν μή ʼστι, τᾷδε δʼ αὖ πολύ.
1.904
Δικαιόπολις: ἐγᾦδα τοίνυν· συκοφάντην ἔξαγε,
1.905
ὥσπερ κέραμον ἐνδησάμενος.
1.905b
Βοιωτός: νεὶ τὼ θιὼ
1.906
λάβοιμι μέντἂν κέρδος ἀγαγὼν καὶ πολύ,
1.907
ᾇπερ πίθακον ἀλιτρίας πολλᾶς πλέων.
1.908
Δικαιόπολις: καὶ μὴν ὁδὶ Νίκαρχος ἔρχεται φανῶν.
1.909
Βοιωτός: μικκός γα μᾶκος οὗτος.
1.909b
Δικαιόπολις: ἀλλʼ ἅπαν κακόν.
1.910
Νίκαρχος: ταυτὶ τίνος τὰ φορτίʼ ἐστί;
1.910b
Βοιωτός: τῶδʼ ἐμὰ
1.911
Θείβαθεν, ἴττω Δεύς.
1.911b
Νίκαρχος: ἐγὼ τοίνυν ὁδὶ
1.912
φαίνω πολέμια ταῦτα.
1.912b
Βοιωτός: τί δὲ κακὸν παθὼν
1.913
ὀρναπετίοισι πόλεμον ἤρα καί μάχαν;
1.914
Νίκαρχος: καὶ σέ γε φανῶ πρὸς τοῖσδε.
1.914b
Βοιωτός: τί ἀδικείμενος;
1.915
Νίκαρχος: ἐγὼ φράσω σοι τῶν περιεστώτων χάριν·
1.916
ἐκ τῶν πολεμίων γʼ εἰσάγεις θρυαλλίδας.
1.917
Δικαιόπολις: ἔπειτα φαίνεις δῆτα διὰ θρυαλλίδα;
1.918
Νίκαρχος: αὕτη γὰρ ἐμπρήσειεν ἂν τὸ νεώριον.
1.919
Δικαιόπολις: νεώριον θρυαλλίς;
1.919b
Νίκαρχος: οἶμαι·
1.919c
Δικαιόπολις: τίνι τρόπῳ;
1.920
Νίκαρχος: ἐνθεὶς ἂν ἐς τίφην ἀνὴρ Βοιώτιος
1.921
ἅψας ἄν ἐσπέμψειεν ἐς τὸ νεώριον
1.922
διʼ ὑδρορρόας, βορέαν ἐπιτηρήσας μέγαν.
1.923
κεἴπερ λάβοιτο τῶν νεῶν τὸ πῦρ ἅπαξ,
1.924
σελαγοῖντʼ ἂν εὐθύς.
1.924b
Δικαιόπολις: ὦ κάκιστʼ ἀπολούμενε,
1.925
σελαγοῖντʼ ἂν ὑπὸ τίφης τε καὶ θρυαλλίδος;
1.926
Νίκαρχος: μαρτύρομαι.
1.926b
Δικαιόπολις: ξυλλάμβανʼ αὐτοῦ τὸ στόμα·
1.927
δός μοι φορυτόν, ἵνʼ αὐτὸν ἐνδήσας φέρω
1.928
ὥσπερ κέραμον ἵνα μὴ καταγῇ φερόμενος.
1.929
Χορός: ἔνδησον ὦ βέλτιστε τῷ
1.930
ξένῳ καλῶς τὴν ἐμπολὴν
1.930b
οὕτως ὅπως
1.931
ἂν μὴ θέρων κατάξῃ.
1.932
Δικαιόπολις: ἐμοὶ μελήσει ταῦτʼ, ἐπεί
1.933
τοι καὶ ψοφεῖ λάλον τι καὶ
1.933b
πυρορραγὲς
1.934
κἄλλως θεοῖσιν ἐχθρόν.
1.935
Χορός: τί χρήσεταί ποτʼ αὐτῷ;
1.936
Δικαιόπολις: πάγχρηστον ἄγγος ἔσται,
1.937
κρατὴρ κακῶν, τριπτὴρ δικῶν,
1.938
φαίνειν ὑπευθύνους λυχνοῦχος
1.939
καὶ κύλιξ—
1.939b
καὶ πράγματʼ ἐγκυκᾶσθαι.
1.940
Χορός: πῶς δʼ ἂν πεποιθοίη τις ἀγγείῳ
1.941
τοιούτῳ χρώμενος
1.941b
κατʼ οἰκίαν
1.942
τοσόνδʼ ἀεὶ ψοφοῦντι;
1.943
Δικαιόπολις: ἰσχυρόν ἐστιν ὦγάθʼ, ὥστʼ
1.944
οὐκ ἂν καταγείη ποτʼ, εἴπερ
1.944b
ἐκ ποδῶν
1.945
κατωκάρα κρέμαιτο.
1.946
Χορός: ἤδη καλῶς ἔχει σοι.
1.947
Βοιωτός: μέλλω γά τοι θερίδδειν.
1.948
Χορός: ἀλλʼ ὦ ξένων βέλτιστε συνθέριζε
1.949
καὶ τοῦτον λαβὼν
1.950
πρόσβαλλʼ ὅποι βούλει φέρων
1.951
πρὸς πάντα συκοφάντην.
1.952
Δικαιόπολις: μόλις γʼ ἐνέδησα τὸν κακῶς ἀπολούμενον.
1.953
αἴρου λαβὼν τὸν κέραμον ὦ Βοιώτιε.
1.954
Βοιωτός: ὑπόκυπτε τὰν τύλαν ἰὼν Ἰσμήνιχε.
1.955
Δικαιόπολις: χὤπως κατοίσεις αὐτὸν εὐλαβούμενος.
1.956
πάντως μὲν οἴσεις οὐδὲν ὑγιές, ἀλλʼ ὅμως·
1.957
κἂν τοῦτο κερδήνῃς ἄγων τὸ φορτίον,
1.958
εὐδαιμονήσεις συκοφαντῶν γʼ οὕνεκα.
1.959
Θεράπων Λαμάχου: Δικαιόπολι.
1.959b
Δικαιόπολις: τίς ἔστι; τί με βωστρεῖς;
1.959c
Θεράπων Λαμάχου: ὅ τι;
1.960
ἐκέλευε Λάμαχός σε ταυτησὶ δραχμῆς
1.961
ἐς τοὺς Χοᾶς αὑτῷ μεταδοῦναι τῶν κιχλῶν,
1.962
τριῶν δραχμῶν δʼ ἐκέλευε Κωπᾷδʼ ἔγχελυν.
1.963
Δικαιόπολις: ὁ ποῖος οὗτος Λάμαχος τὴν ἔγχελυν;
1.964
Θεράπων Λαμάχου: ὁ δεινός, ὁ ταλαύρινος, ὃς τὴν Γοργόνα
1.965
πάλλει κραδαίνων τρισὶ κατάσκιος λόφοις.
1.966
Δικαιόπολις: οὐκ ἂν μὰ Δίʼ εἰ δοίη γέ μοι τὴν ἀσπίδα·
1.967
ἀλλʼ ἐπὶ ταρίχει τοὺς λόφους κραδαινέτω·
1.968
ἢν δʼ ἀπολιγαίνῃ, τοὺς ἀγορανόμους καλῶ.
1.969
ἐγὼ δʼ ἐμαυτῷ τόδε λαβὼν τὸ φορτίον
1.970
εἴσειμʼ ὑπαὶ πτερύγων κιχλᾶν καὶ κοψίχων.
1.971
Χορός: εἶδες ὦ εἶδες ὦ πᾶσα πόλι τὸν φρόνιμον ἄνδρα τὸν ὑπέρσοφον,
1.972
οἷʼ ἔχει σπεισάμενος ἐμπορικὰ χρήματα διεμπολᾶν,
1.973
ὧν τὰ μὲν ἐν οἰκίᾳ χρήσιμα, τὰ δʼ αὖ πρέπει χλιαρὰ κατεσθίειν.
1.974
αὐτόματα πάντʼ ἀγαθὰ τῷδέ γε πορίζεται.
1.975
οὐδέποτʼ ἐγὼ Πόλεμον οἴκαδʼ ὑποδέξομαι,
1.976
οὐδὲ παρʼ ἐμοί ποτε τὸν Ἁρμόδιον ᾄσεται
1.977
ξυγκατακλινείς, ὅτι παροινικὸς ἀνὴρ ἔφυ,
1.978
ὅστις ἐπὶ πάντʼ ἀγάθʼ ἔχοντας ἐπικωμάσας
1.979
ἠργάσατο πάντα κακά, κἀνέτρεπε κἀξέχει
1.980
κἀμάχετο καὶ προσέτι πολλὰ προκαλουμένου
1.981
πῖνε κατάκεισο λαβὲ τήνδε φιλοτησίαν
1.982
τὰς χάρακας ἧπτε πολὺ μᾶλλον ἐν τῷ πυρί,
1.983
ἐξέχει θʼ ἡμῶν βίᾳ τὸν οἶνον ἐκ τῶν ἀμπέλων.
1.984
Χορός: οὑτοσὶ δʼ ἐπτέρωταί τʼ ἐπὶ τὸ δεῖπνον ἅμα καὶ μεγάλα δὴ φρονεῖ,
1.985
τοῦ βίου δʼ ἐξέβαλε δεῖγμα τάδε τὰ πτερὰ πρὸ τῶν θυρῶν.
1.986
ὦ Κύπριδι τῇ καλῇ καὶ Χάρισι ταῖς φίλαις ξύντροφε Διαλλαγή,
1.987
ὡς καλὸν ἔχουσα τὸ πρόσωπον ἄρʼ ἐλάνθανες.
1.988
πῶς ἂν ἐμὲ καὶ σέ τις Ἔρως ξυναγάγοι λαβών,
1.989
ὥσπερ ὁ γεγραμμένος ἔχων στέφανον ἀνθέμων.
1.990
ἢ πάνυ γερόντιον ἴσως νενόμικάς με σύ;
1.991
ἀλλά σε λαβὼν τρία δοκῶ γʼ ἂν ἔτι προσβαλεῖν·
1.992
πρῶτα μὲν ἂν ἀμπελίδος ὄρχον ἐλάσαι μακρόν,
1.993
εἶτα παρὰ τόνδε νέα μοσχίδια συκίδων,
1.994
καὶ τὸ τρίτον ἡμερίδος ὄρχον, ὁ γέρων ὁδί,
1.995
καὶ περὶ τὸ χωρίον ἐλᾷδας ἅπαν ἐν κύκλῳ,
1.996
ὥστʼ ἀλείφεσθαί σʼ ἀπʼ αὐτῶν κἀμὲ ταῖς νουμηνίαις.
1.997
Κῆρυξ: ἀκούετε λεῴ· κατὰ τὰ πάτρια τοὺς Χοᾶς
1.998
πίνειν ὑπὸ τῆς σάλπιγγος· ὃς δʼ ἂν ἐκπίῃ
1.999
πρώτιστος, ἀσκὸν Κτησιφῶντος λήψεται.
1.1000
Δικαιόπολις: ὦ παῖδες ὦ γυναῖκες οὐκ ἠκούσατε;
1.1001
τί δρᾶτε; τοῦ κήρυκος οὐκ ἀκούετε;
1.1002
ἀναβράττετʼ ἐξοπτᾶτε τρέπετʼ ἀφέλκετε
1.1003
τὰ λαγῷα ταχέως, τοὺς στεφάνους ἀνείρετε.
1.1004
φέρε τοὺς ὀβελίσκους, ἵνʼ ἀναπείρω τὰς κίχλας.
1.1005
Χορός: ζηλῶ σε τῆς εὐβουλίας,
1.1006
μᾶλλον δὲ τῆς εὐωχίας
1.1007
ἄνθρωπε τῆς παρούσης.
1.1008
Δικαιόπολις: τί δῆτʼ ἐπειδὰν τὰς κίχλας ὀπτωμένας ἴδητε;
1.1009
Χορός: οἶμαί σε καὶ τοῦτʼ εὖ λέγειν.
1.1010
Δικαιόπολις: τὸ πῦρ ὑποσκάλευε.
1.1011
Χορός: ἤκουσας ὡς μαγειρικῶς
1.1012
κομψῶς τε καὶ δειπνητικῶς
1.1013
αὑτῷ διακονεῖται;
1.1014
Γεωργός: οἴμοι τάλας.
1.1018b
Δικαιόπολις: ὦ Ἡράκλεις τίς οὑτοσί;
1.1019
Γεωργός: ἀνὴρ κακοδαίμων.
1.1019b
Δικαιόπολις: κατὰ σεαυτόν νυν τρέπου.
1.1020
Γεωργός: ὦ φίλτατε, σπονδαὶ γάρ εἰσι σοὶ μόνῳ,
1.1021
μέτρησον εἰρήνης τί μοι, κἂν πέντʼ ἔτη.
1.1022
Δικαιόπολις: τί δʼ ἔπαθες;
1.1022b
Γεωργός: ἐπετρίβην ἀπολέσας τὼ βόε.
1.1023
Δικαιόπολις: πόθεν;
1.1023b
Γεωργός: ἀπὸ Φυλῆς ἔλαβον οἱ Βοιώτιοι.
1.1024
Δικαιόπολις: ὦ τρισκακόδαιμον εἶτα λευκὸν ἀμπέχει;
1.1025
Γεωργός: καὶ ταῦτα μέντοι νὴ Δίʼ ὥπερ μʼ ἐτρεφέτην
1.1026
ἐν πᾶσι βολίτοις.
1.1026b
Δικαιόπολις: εἶτα νυνὶ τοῦ δέει;
1.1027
Γεωργός: ἀπόλωλα τὠφθαλμὼ δακρύων τὼ βόε.
1.1028
ἀλλʼ εἴ τι κήδει Δερκέτου Φυλασίου,
1.1029
ὑπάλειψον εἰρήνῃ με τὠφθαλμὼ ταχύ.
1.1030
Δικαιόπολις: ἀλλʼ ὦ πόνηρʼ οὐ δημοσιεύων τυγχάνω.
1.1031
Γεωργός: ἴθʼ ἀντιβολῶ σʼ, ἤν πως κομίσωμαι τὼ βόε.
1.1032
Δικαιόπολις: οὐκ ἔστιν, ἀλλὰ κλᾶε πρὸς τοὺς Πιττάλου.
1.1033
Γεωργός: σὺ δʼ ἀλλά μοι σταλαγμὸν εἰρήνης ἕνα
1.1034
ἐς τὸν καλαμίσκον ἐνστάλαξον τουτονί.
1.1035
Δικαιόπολις: οὐδʼ ἂν στριβιλικίγξ· ἀλλʼ ἀπιὼν οἴμωζέ ποι.
1.1036
Γεωργός: οἴμοι κακοδαίμων τοῖν γεωργοῖν βοιδίοιν.
1.1037
Χορός: ἁνὴρ ἀνηύρηκέν τι ταῖς
1.1038
σπονδαῖσιν ἡδύ, κοὐκ ἔοικεν
1.1039
οὐδενὶ μεταδώσειν.
1.1040
Δικαιόπολις: κατάχει σὺ τῆς χορδῆς τὸ μέλι, τὰς σηπίας στάθευε.
1.1041
Χορός: ἤκουσας ὀρθιασμάτων;
1.1041b
Δικαιόπολις: ὀπτᾶτε τἀγχέλεια.
1.1042
Χορός: ἀποκτενεῖς λιμῷ ʼμὲ καὶ
1.1043
τοὺς γείτονας κνίσῃ τε καὶ
1.1044
φωνῇ τοιαῦτα λάσκων.
1.1045
Δικαιόπολις: ὀπτᾶτε ταυτὶ καὶ καλῶς ξανθίζετε.
1.1046
Παράνυμφος: Δικαιόπολι.
1.1048b
Δικαιόπολις: τίς οὑτοσί; τίς οὑτοσί;
1.1049
Παράνυμφος: ἔπεμψέ τίς σοι νυμφίος ταυτὶ κρέα
1.1050
ἐκ τῶν γάμων.
1.1050b
Δικαιόπολις: καλῶς γε ποιῶν ὅστις ἦν.
1.1051
Παράνυμφος: ἐκέλευε δʼ ἐγχέαι σε τῶν κρεῶν χάριν,
1.1052
ἵνα μὴ στρατεύοιτʼ ἀλλὰ βινοίη μένων,
1.1053
ἐς τὸν ἀλάβαστον κύαθον εἰρήνης ἕνα.
1.1054
Δικαιόπολις: ἀπόφερʼ ἀπόφερε τὰ κρέα καὶ μή μοι δίδου,
1.1055
ὡς οὐκ ἂν ἐγχέαιμι μυρίων δραχμῶν.
1.1056
ἀλλʼ αὑτηὶ τίς ἔστιν;
1.1056b
Παράνυμφος: ἡ νυμφεύτρια
1.1057
δεῖται παρὰ τῆς νύμφης τι σοὶ λέξαι μόνῳ.
1.1058
Δικαιόπολις: φέρε δὴ τί σὺ λέγεις; ὡς γέλοιον ὦ θεοὶ
1.1059
τὸ δέημα τῆς νύμφης ὃ δεῖταί μου σφόδρα,
1.1060
ὅπως ἂν οἰκουρῇ τὸ πέος τοῦ νυμφίου.
1.1061
φέρε δεῦρο τὰς σπονδάς, ἵνʼ αὐτῇ δῶ μόνῃ,
1.1062
ὁτιὴ γυνή ʼστι τοῦ πολέμου τʼ οὐκ αἰτία.
1.1063
ὕπεχʼ ὧδε δεῦρο τοὐξάλειπτρον ὦ γύναι.
1.1064
οἶσθʼ ὡς ποιεῖτε; τοῦτο τῇ νύμφῃ φράσον,
1.1065
ὅταν στρατιώτας καταλέγωσι, τουτῳὶ
1.1066
νύκτωρ ἀλειφέτω τὸ πέος τοῦ νυμφίου.
1.1067
ἀπόφερε τὰς σπονδάς. φέρε τὴν οἰνήρυσιν,
1.1068
ἵνʼ οἶνον ἐγχέω λαβὼν ἐς τοὺς Χοᾶς.
1.1069
Χορός: καὶ μὴν ὁδί τις τὰς ὀφρῦς ἀνεσπακὼς·
1.1070
ὥσπερ τι δεινὸν ἀγγελῶν ἐπείγεται.
1.1071
Ἄγγελος Α: ἰὼ πόνοι τε καὶ μάχαι καὶ Λάμαχοι.
1.1072
Λάμαχος: τίς ἀμφὶ χαλκοφάλαρα δώματα κτυπεῖ;
1.1073
Ἄγγελος Α: ἰέναι σʼ ἐκέλευον οἱ στρατηγοὶ τήμερον
1.1074
ταχέως λαβόντα τοὺς λόχους καὶ τοὺς λόφους·
1.1075
κἄπειτα τηρεῖν νειφόμενον τὰς ἐσβολάς.
1.1076
ὑπὸ τοὺς Χοᾶς γὰρ καὶ Χύτρους αὐτοῖσί τις
1.1077
ἤγγειλε λῃστὰς ἐμβαλεῖν Βοιωτίους.
1.1078
Λάμαχος: ἰὼ στρατηγοὶ πλείονες ἢ βελτίονες.
1.1079
οὐ δεινὰ μὴ ʼξεῖναί με μηδʼ ἑορτάσαι;
1.1080
Δικαιόπολις: ἰὼ στράτευμα πολεμολαμαχαϊκόν.
1.1081
Λάμαχος: οἴμοι κακοδαίμων καταγελᾷς ἤδη σύ μου.
1.1082
Δικαιόπολις: βούλει μάχεσθαι Γηρυόνῃ τετραπτίλῳ;
1.1083
Λάμαχος: αἰαῖ
1.1083b
οἵαν ὁ κῆρυξ ἀγγελίαν ἤγγειλέ μοι.
1.1084
Δικαιόπολις: αἰαῖ τίνα δʼ αὖ μοι προστρέχει τις ἀγγελῶν;
1.1085
Ἄγγελος Β: Δικαιόπολι.
1.1085b
Δικαιόπολις: τί ἔστιν;
1.1085c
Ἄγγελος Β: ἐπὶ δεῖπνον ταχὺ
1.1086
βάδιζε τὴν κίστην λαβὼν καὶ τὸν χοᾶ.
1.1087
ὁ τοῦ Διονύσου γάρ σʼ ἱερεὺς μεταπέμπεται.
1.1088
ἀλλʼ ἐγκόνει· δειπνεῖν κατακωλύεις πάλαι.
1.1089
τὰ δʼ ἄλλα πάντʼ ἐστὶν παρεσκευασμένα,
1.1090
κλῖναι τράπεζαι προσκεφάλαια στρώματα
1.1091
στέφανοι μύρον τραγήμαθʼ, αἱ πόρναι πάρα,
1.1092
ἄμυλοι πλακοῦντες σησαμοῦντες ἴτρια,
1.1093
ὀρχηστρίδες, τὰ φίλταθʼ Ἁρμοδίου, καλαί.
1.1094
ἀλλʼ ὡς τάχιστα σπεῦδε.
1.1094b
Λάμαχος: κακοδαίμων ἐγώ.
1.1095
Δικαιόπολις: καὶ γὰρ σὺ μεγάλην ἐπεγράφου τὴν Γοργόνα.
1.1096
σύγκλῃε, καὶ δεῖπνόν τις ἐνσκευαζέτω.
1.1097
Λάμαχος: παῖ παῖ φέρʼ ἔξω δεῦρο τὸν γυλιὸν ἐμοί.
1.1098
Δικαιόπολις: παῖ παῖ φέρʼ ἔξω δεῦρο τὴν κίστην ἐμοί.
1.1099
Λάμαχος: ἅλας θυμίτας οἶσε παῖ καὶ κρόμμυα.
1.1100
Δικαιόπολις: ἐμοὶ δὲ τεμάχη· κρομμύοις γὰρ ἄχθομαι.
1.1101
Λάμαχος: θρῖον ταρίχους οἶσε δεῦρο παῖ σαπροῦ.
1.1102
Δικαιόπολις: κἀμοὶ σὺ δημοῦ θρῖον· ὀπρήσω δʼ ἐκεῖ.
1.1103
Λάμαχος: ἔνεγκε δεῦρο τὼ πτερὼ τὼ κʼ τοῦ κράνους.
1.1104
Δικαιόπολις: ἐμοὶ δὲ τὰς φάττας γε φέρε καὶ τὰς κίχλας.
1.1105
Λάμαχος: καλόν γε καὶ λευκὸν τὸ τῆς στρούθου πτερόν.
1.1106
Δικαιόπολις: καλόν γε καὶ ξανθὸν τὸ τῆς φάττης κρέας.
1.1107
Λάμαχος: ὦνθρωπε παῦσαι καταγελῶν μου τῶν ὅπλων.
1.1108
Δικαιόπολις: ὦνθρωπε βούλει μὴ βλέπειν ἐς τὰς κίχλας;
1.1109
Λάμαχος: τὸ λοφεῖον ἐξένεγκε τῶν τριῶν λόφων.
1.1110
Δικαιόπολις: κἀμοὶ λεκάνιον τῶν λαγῴων δὸς κρεῶν.
1.1111
Λάμαχος: ἀλλʼ ἢ τριχόβρωτες τοὺς λόφους που κατέφαγον.
1.1112
Δικαιόπολις: ἀλλʼ ἤ πρὸ δείπνου τὴν μίμαρκυν κατέδομαι.
1.1113
Λάμαχος: ὦνθρωπε βούλει μὴ προσαγορεύειν ἐμέ;
1.1114
Δικαιόπολις: οὐκ ἀλλʼ ἐγὼ χὠ παῖς ἐρίζομεν πάλαι.
1.1115
βούλει περιδόσθαι κἀπιτρέψαι Λαμάχῳ,
1.1116
πότερον ἀκρίδες ἥδιόν ἐστιν ἤ κίχλαι;
1.1117
Λάμαχος: οἴμʼ ὡς ὑβρίζεις.
1.1117b
Δικαιόπολις: τὰς ἀκρίδας κρίνει πολύ.
1.1118
Λάμαχος: παῖ παῖ καθελών μοι τὸ δόρυ δεῦρʼ ἔξω φέρε.
1.1119
Δικαιόπολις: παῖ παῖ σὺ δʼ ἀφελὼν δεῦρο τὴν χορδὴν φέρε.
1.1120
Λάμαχος: φέρε τοῦ δόρατος ἀφελκύσωμαι τοὔλυτρον.
1.1121
ἔχʼ, ἀντέχου παῖ.
1.1121b
Δικαιόπολις: καὶ σὺ παῖ τοῦδʼ ἀντέχου.
1.1122
Λάμαχος: τοὺς κιλλίβαντας οἶσε παῖ τῆς ἀσπίδος.
1.1123
Δικαιόπολις: καὶ τῆς ἐμῆς τοὺς κριβανίτας ἔκφερε.
1.1124
Λάμαχος: φέρε δεῦρο γοργόνωτον ἀσπίδος κύκλον.
1.1125
Δικαιόπολις: κἀμοὶ πλακοῦντος τυρόνωτον δὸς κύκλον.
1.1126
Λάμαχος: ταῦτʼ οὐ κατάγελώς ἐστιν ἀνθρώποις πλατύς;
1.1127
Δικαιόπολις: ταῦτʼ οὐ πλακοῦς δῆτʼ ἐστὶν ἀνθρώποις γλυκύς;
1.1128
Λάμαχος: κατάχει σὺ παῖ τοὔλαιον. ἐν τῷ χαλκίῳ
1.1129
ἐνορῶ γέροντα δειλίας φευξούμενον.
1.1130
Δικαιόπολις: κατάχει σὺ τὸ μέλι. κἀνθάδʼ ἔνδηλος γέρων
1.1131
κλάειν κελεύων Λάμαχον τὸν Γοργάσου.
1.1132
Λάμαχος: φέρε δεῦρο παῖ θώρακα πολεμιστήριον.
1.1133
Δικαιόπολις: ἔξαιρε παῖ θώρακα κἀμοὶ τὸν χοᾶ.
1.1134
Λάμαχος: ἐν τῷδε πρὸς τοὺς πολεμίους θωρήξομαι.
1.1135
Δικαιόπολις: ἐν τῷδε πρὸς τοὺς συμπότας θωρήξομαι.
1.1136
Λάμαχος: τὰ στρώματʼ ὦ παῖ δῆσον ἐκ τῆς ἀσπίδος.
1.1137
Δικαιόπολις: τὸ δεῖπνον ὦ παῖ δῆσον ἐκ τῆς κιστίδος.
1.1138
Λάμαχος: ἐγὼ δʼ ἐμαυτῷ τὸν γυλιὸν οἴσω λαβών.
1.1139
Δικαιόπολις: ἐγὼ δὲ θοἰμάτιον λαβὼν ἐξέρχομαι.
1.1140
Λάμαχος: τὴν ἀσπίδʼ αἴρου καὶ βάδιζʼ ὦ παῖ λαβών.
1.1141
νείφει. βαβαιάξ· χειμέρια τὰ πράγματα.
1.1142
Δικαιόπολις: αἴρου τὸ δεῖπνον· συμποτικὰ τὰ πράγματα.
1.1143
Χορός: ἴτε δὴ χαίροντες ἐπὶ στρατιάν.
1.1144
ὡς ἀνομοίαν ἔρχεσθον ὁδόν·
1.1145
τῷ μὲν πίνειν στεφανωσαμένῳ,
1.1146
σοὶ δὲ ῥιγῶν καὶ προφυλάττειν,
1.1147
τῷ δὲ καθεύδειν
1.1148
μετὰ παιδίσκης ὡραιοτάτης,
1.1149
ἀνατριβομένῳ τε τὸ δεῖνα.
1.1150
Χορός: Ἀντίμαχον τὸν ψακάδος† τὸν ξυγγραφῆ† τὸν μελέων ποιητήν,
1.1151
ὡς μὲν ἁπλῷ, κακῶς ἐξολέσειεν ὁ Ζεύς·
1.1152
ὅς γʼ ἐμὲ τὸν τλήμονα Λήναια χορηγῶν ἀπέλυσʼ ἄδειπνον.
1.1153
ὃν ἔτʼ ἐπίδοιμι τευθίδος
1.1154
δεόμενον, ἡ δʼ ὠπτημένη
1.1155
σίζουσα πάραλος ἐπὶ τραπέζῃ κειμένη
1.1156
ὀκέλλοι· κᾆτα μέλλοντος
1.1157
λαβεῖν αὐτοῦ κύων
1.1158
ἁρπάσασα φεύγοι.
1.1159
Χορός: τοῦτο μὲν αὐτῷ κακὸν ἕν, κᾆθʼ ἕτερον νυκτερινὸν γένοιτο.
1.1160
ἠπιαλῶν γὰρ οἴκαδʼ ἐξ ἱππασίας βαδίζων,
1.1161
εἶτα κατάξειέ τις αὐτοῦ μεθύων τῆς κεφαλῆς Ὀρέστης
1.1162
μαινόμενος· ὁ δὲ λίθον βαλεῖν
1.1163
βουλόμενος ἐν σκότῳ λάβοι
1.1164
τῇ χειρὶ πέλεθον ἀρτίως κεχεσμένον·
1.1165
ἐπᾴξειεν δʼ ἔχων
1.1166
τὸν μάρμαρον, κἄπειθʼ ἁμαρτὼν
1.1167
βάλοι Κρατῖνον.
1.1168
Θεράπων Λαμάχου: ὦ δμῶες οἳ κατʼ οἶκόν ἐστε Λαμάχου,
1.1169
ὕδωρ ὕδωρ ἐν χυτριδίῳ θερμαίνετε·
1.1170
ὀθόνια, κηρωτὴν παρασκευάζετε,
1.1171
ἔριʼ οἰσυπηρά, λαμπάδιον περὶ τὸ σφυρόν.
1.1172
ἁνὴρ τέτρωται χάρακι διαπηδῶν τάφρον,
1.1173
καὶ τὸ σφυρὸν παλίνορρον ἐξεκόκκισεν,
1.1174
καὶ τῆς κεφαλῆς κατέαγε περὶ λίθῳ πεσών,
1.1175
καὶ Γοργόνʼ ἐξήγειρεν ἐκ τῆς ἀσπίδος.
1.1176
πτίλον δὲ τὸ μέγα κομπολακύθου πεσὸν
1.1177
πρὸς ταῖς πέτραισι, δεινὸν ἐξηύδα μέλος·
1.1178
ὦ κλεινὸν ὄμμα νῦν πανύστατόν σʼ ἰδὼν
1.1179
λείπω φάος γε τοὐμόν, οὐκέτʼ εἰμʼ ἐγώ.
1.1180
τοσαῦτα λέξας εἰς ὑδρορρόαν πεσὼν
1.1181
ἀνίσταταί τε καὶ ξυναντᾷ δραπέταις
1.1182
λῃστὰς ἐλαύνων καὶ κατασπέρχων δορί.
1.1183
ὁδὶ δὲ καὐτός· ἀλλʼ ἄνοιγε τὴν θύραν.
1.1184
Λάμαχος: ἀτταταῖ ἀτταταῖ
1.1185
στυγερὰ τάδε γε κρυερὰ πάθεα· τάλας ἐγώ.
1.1186
διόλλυμαι δορὸς ὑπὸ πολεμίου τυπείς.
1.1187
ἐκεῖνο δʼ οὖν αἰακτὸν ἂν γένοιτο,
1.1188
Δικαιόπολις εἴ μʼ ἴδοι τετρωμένον
1.1189
κᾆτʼ ἐγχάνοι ταῖς ἐμαῖς τύχαισιν.
1.1190
Δικαιόπολις: ἀτταταῖ ἀτταταῖ
1.1191
τῶν τιτθίων, ὡς σκληρὰ καὶ κυδώνια.
1.1192
φιλήσατόν με μαλθακῶς ὦ χρυσίω
1.1193
τὸ περιπεταστὸν κἀπιμανδαλωτόν.
1.1194
1.1195
τὸν γὰρ χοᾶ πρῶτος ἐκπέπωκα.
1.1196
Λάμαχος: ὦ συμφορὰ τάλαινα τῶν ἐμῶν κακῶν.
1.1197
ἰὼ ἰὼ τραυμάτων ἐπωδύνων.
1.1198
Δικαιόπολις : ⋯
1.1199
ἰὴ ἰὴ χαῖρε Λαμαχίππιον.
1.1200
Λάμαχος: στυγερὸς ἐγώ.
1.1208b
Δικαιόπολις: τί με σὺ κυνεῖς;
1.1209
Λάμαχος: μογερὸς ἐγώ.
1.1209b
Δικαιόπολις: τί με σὺ δάκνεις;
1.1210
Λάμαχος: τάλας ἐγὼ ξυμβολῆς βαρείας.
1.1211
Δικαιόπολις: τοῖς Χουσὶ γάρ τις ξυμβολὰς ἐπράττετο;
1.1212
Λάμαχος: ἰὼ ἰὼ Παιὰν Παιάν.
1.1213
Δικαιόπολις: ἀλλʼ οὐχὶ νυνὶ τήμερον Παιώνια.
1.1214
Λάμαχος: λάβεσθέ μου λάβεσθε τοῦ σκέλους παπαῖ,
1.1215
προσλάβεσθʼ ὦ φίλοι.
1.1216
Δικαιόπολις: ἐμοῦ δέ γε σφὼ τοῦ πέους ἄμφω μέσου
1.1217
προσλάβεσθʼ ὦ φίλαι.
1.1218
Λάμαχος: εἰλιγγιῶ κάρα λίθῳ πεπληγμένος
1.1219
καὶ σκοτοδινιῶ.
1.1220
Δικαιόπολις: κἀγὼ καθεύδειν βούλομαι καὶ στύομαι
1.1221
καὶ σκοτοβινιῶ
1.1222
Λάμαχος: θύραζέ μʼ ἐξενέγκατʼ ἐς τοῦ Πιττάλου
1.1223
παιωνίαισι χερσίν.
1.1224
Δικαιόπολις: ὡς τοὺς κριτάς με φέρετε· ποῦ ʼστιν ὁ βασιλεύς;
1.1225
ἀπόδοτέ μοι τὸν ἀσκόν.
1.1226
Λάμαχος: λόγχη τις ἐμπέπηγέ μοι διʼ ὀστέων ὀδυρτά.
1.1227
Δικαιόπολις: ὁρᾶτε τουτονὶ κενόν. τήνελλα καλλίνικος.
1.1228
Χορός: τήνελλα δῆτʼ, εἴπερ καλεῖς γʼ, ὦ πρέσβυ, καλλίνικος.
1.1229
Δικαιόπολις: καὶ πρός γʼ ἄκρατον ἐγχέας ἄμυστιν ἐξέλαψα.
1.1230
Χορός: τήνελλά νυν ὦ γεννάδα· χώρει λαβὼν τὸν ἀσκόν.
1.1231
Δικαιόπολις: ἕπεσθέ νυν ᾄδοντες ὦ τήνελλα καλλίνικος.
1.1232
Χορός: ἀλλʼ ἑψόμεσθα σὴν χάριν
1.1233
τήνελλα καλλίνικος ᾄδοντες
1.1234
σὲ καὶ τὸν ἀσκόν.
1.1235
Δικαιόπολις: τοῖς Χουσὶ γάρ τις ξυμβολὰς ἐπράττετο;
1.1236
Λάμαχος: ἰὼ ἰὼ Παιὰν Παιάν.
1.1237
Δικαιόπολις: ἀλλʼ οὐχὶ νυνὶ τήμερον Παιώνια.
1.1238
Λάμαχος: λάβεσθέ μου λάβεσθε τοῦ σκέλους παπαῖ,
1.1239
προσλάβεσθʼ ὦ φίλοι.
1.1240
Δικαιόπολις: ἐμοῦ δέ γε σφὼ τοῦ πέους ἄμφω μέσου
1.1241
προσλάβεσθʼ ὦ φίλαι.
1.1242
Λάμαχος: εἰλιγγιῶ κάρα λίθῳ πεπληγμένος
1.1243
καὶ σκοτοδινιῶ.
1.1244
Δικαιόπολις: κἀγὼ καθεύδειν βούλομαι καὶ στύομαι
1.1245
καὶ σκοτοβινιῶ
1.1246
Λάμαχος: θύραζέ μʼ ἐξενέγκατʼ ἐς τοῦ Πιττάλου
1.1247
παιωνίαισι χερσίν.
1.1248
Δικαιόπολις: ὡς τοὺς κριτάς με φέρετε· ποῦ ʼστιν ὁ βασιλεύς;
1.1249
ἀπόδοτέ μοι τὸν ἀσκόν.
1.1250
Λάμαχος: λόγχη τις ἐμπέπηγέ μοι διʼ ὀστέων ὀδυρτά.
1.1251
Δικαιόπολις: ὁρᾶτε τουτονὶ κενόν. τήνελλα καλλίνικος.
1.1252
Χορός: τήνελλα δῆτʼ, εἴπερ καλεῖς γʼ, ὦ πρέσβυ, καλλίνικος.
1.1253
Δικαιόπολις: καὶ πρός γʼ ἄκρατον ἐγχέας ἄμυστιν ἐξέλαψα.
1.1254
Χορός: τήνελλά νυν ὦ γεννάδα· χώρει λαβὼν τὸν ἀσκόν.
1.1255
Δικαιόπολις: ἕπεσθέ νυν ᾄδοντες ὦ τήνελλα καλλίνικος.
1.1256
Χορός: ἀλλʼ ἑψόμεσθα σὴν χάριν
1.1257
τήνελλα καλλίνικος ᾄδοντες
1.1258
σὲ καὶ τὸν ἀσκόν.

Intertext edge

Open linked passage

Note