Lysistrata
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristophanes" aria-label="More works by Aristophanes">
—
⋯
Original / primary: Textus receptus
1.1
Λυσιστράτηἀλλ᾽ εἴ τις ἐς Βακχεῖον αὐτὰς ἐκάλεσεν, ἢ' ς Πανὸς ἢ' πὶ Κωλιάδ᾽ ἢ' ς Γενετυλλίδος, οὐδ᾽ ἂν διελθεῖν ἦν ἂν ὑπὸ τῶν τυμπάνων. νῦν δ᾽ οὐδεμία πάρεστιν ἐνταυθοῖ γυνή: 5 πλὴν ἥ γ᾽ ἐμὴ κωμῆτις ἥδ᾽ ἐξέρχεται. χαῖρ᾽ ὦ Καλονίκη. Καλονίκηκαὶ σύ γ᾽ ὦ Λυσιστράτη. τί συντετάραξαι; μὴ σκυθρώπαζ᾽ ὦ τέκνον. οὐ γὰρ πρέπει σοι τοξοποιεῖν τὰς ὀφρῦς. Λυσιστράτηἀλλ᾽ ὦ Καλονίκη κάομαι τὴν καρδίαν, 10 καὶ πόλλ᾽ ὑπὲρ ἡμῶν τῶν γυναικῶν ἄχθομαι, ὁτιὴ παρὰ μὲν τοῖς ἀνδράσιν νενομίσμεθαεἶναι πανοῦργοι— Καλονίκηκαὶ γάρ ἐσμεν νὴ Δία. Λυσιστράτηεἰρημένον δ᾽ αὐταῖς ἀπαντᾶν ἐνθάδεβουλευσομέναισιν οὐ περὶ φαύλου πράγματος, 15 εὕδουσι κοὐχ ἥκουσιν. Καλονίκηἀλλ᾽ ὦ φιλτάτηἥξουσι: χαλεπή τοι γυναικῶν ἔξοδος. ἡ μὲν γὰρ ἡμῶν περὶ τὸν ἄνδρ᾽ ἐκύπτασεν, ἡ δ᾽ οἰκέτην ἤγειρεν, ἡ δὲ παιδίονκατέκλινεν, ἡ δ᾽ ἔλουσεν, ἡ δ᾽ ἐψώμισεν. Λυσιστράτη20 ἀλλ᾽ ἕτερά τἄρ᾽ ἦν τῶνδε προὐργιαίτερααὐταῖς. Καλονίκητί δ᾽ ἐστὶν ὦ φίλη Λυσιστράτη, ἐφ᾽ ὅ τι ποθ᾽ ἡμᾶς τὰς γυναῖκας συγκαλεῖς; τί τὸ πρᾶγμα; πηλίκον τι; Λυσιστράτημέγα. Καλονίκημῶν καὶ παχύ; Λυσιστράτηκαὶ νὴ Δία παχύ. Καλονίκηκᾆτα πῶς οὐχ ἥκομεν; Λυσιστράτη25 οὐχ οὗτος ὁ τρόπος: ταχὺ γὰρ ἂν ξυνήλθομεν. ἀλλ᾽ ἔστιν ὑπ᾽ ἐμοῦ πρᾶγμ᾽ ἀνεζητημένονπολλαῖσί τ᾽ ἀγρυπνίαισιν ἐρριπτασμένον. Καλονίκηἦ πού τι λεπτόν ἐστι τοὐρριπτασμένον. Λυσιστράτηοὕτω γε λεπτὸν ὥσθ᾽ ὅλης τῆς Ἑλλάδος30 ἐν ταῖς γυναιξίν ἐστιν ἡ σωτηρία. Καλονίκηἐν ταῖς γυναιξίν; ἐπ᾽ ὀλίγου γ᾽ ὠχεῖτ᾽ ἄρα. Λυσιστράτηὡς ἔστ᾽ ἐν ἡμῖν τῆς πόλεως τὰ πράγματα, ἢ μηκέτ᾽ εἶναι μήτε Πελοποννησίους— Καλονίκηβέλτιστα τοίνυν μηκέτ᾽ εἶναι νὴ Δία. Λυσιστράτη35 Βοιωτίους τε πάντας ἐξολωλέναι. Καλονίκημὴ δῆτα πάντας γ᾽, ἀλλ᾽ ἄφελε τὰς ἐγχέλεις. Λυσιστράτηπερὶ τῶν Ἀθηνῶν δ᾽ οὐκ ἐπιγλωττήσομαιτοιοῦτον οὐδέν: ἀλλ᾽ ὑπονόησον σύ μοι. ἢν δὲ ξυνέλθωσ᾽ αἱ γυναῖκες ἐνθάδε40 αἵ τ᾽ ἐκ Βοιωτῶν αἵ τε Πελοποννησίωνἡμεῖς τε, κοινῇ σώσομεν τὴν Ἑλλάδα. Καλονίκητί δ᾽ ἂν γυναῖκες φρόνιμον ἐργασαίατοἢ λαμπρόν, αἳ καθήμεθ᾽ ἐξηνθισμέναι, κροκωτοφοροῦσαι καὶ κεκαλλωπισμέναι45 καὶ Κιμμερίκ᾽ ὀρθοστάδια καὶ περιβαρίδας;
1.2
Λυσιστράτηταῦτ᾽ αὐτὰ γάρ τοι κἄσθ᾽ ἃ σώσειν προσδοκῶ, τὰ κροκωτίδια καὶ τὰ μύρα χαἰ περιβαρίδεςχἤγχουσα καὶ τὰ διαφανῆ χιτώνια. Καλονίκητίνα δὴ τρόπον ποθ᾽; Λυσιστράτηὥστε τῶν νῦν μηδένα50 ἀνδρῶν ἐπ᾽ ἀλλήλοισιν ἄρεσθαι δόρυ— Καλονίκηκροκωτὸν ἄρα νὴ τὼ θεὼ' γὼ βάψομαι. Λυσιστράτημηδ᾽ ἀσπίδα λαβεῖν— ΚαλονίκηΚιμμερικὸν ἐνδύσομαι. Λυσιστράτημηδὲ ξιφίδιον. Καλονίκηκτήσομαι περιβαρίδας. Λυσιστράτηἆρ᾽ οὐ παρεῖναι τὰς γυναῖκας δῆτ᾽ ἐχρῆν; Καλονίκη55 οὐ γὰρ μὰ Δί᾽ ἀλλὰ πετομένας ἥκειν πάλαι. Λυσιστράτηἀλλ᾽ ὦ μέλ᾽ ὄψει τοι σφόδρ᾽ αὐτὰς Ἀττικάς, ἅπαντα δρώσας τοῦ δέοντος ὕστερον. ἀλλ᾽ οὐδὲ Παράλων οὐδεμία γυνὴ πάρα, οὐδ᾽ ἐκ Σαλαμῖνος. Καλονίκηἀλλ᾽ ἐκεῖναί γ᾽ οἶδ᾽ ὅτι60 ἐπὶ τῶν κελήτων διαβεβήκασ᾽ ὄρθριαι. Λυσιστράτηοὐδ᾽ ἃς προσεδόκων κἀλογιζόμην ἐγὼπρώτας παρέσεσθαι δεῦρο τὰς Ἀχαρνέωνγυναῖκας, οὐχ ἥκουσιν. Καλονίκηἡ γοῦν Θεογένουςὡς δεῦρ᾽ ἰοῦσα θοὐκάταιον ἤρετο. 65 ἀτὰρ αἵδε καὶ δή σοι προσέρχονταί τινες. Λυσιστράτηαἱδί θ᾽ ἕτεραι χωροῦσί τινες. Καλονίκηἰοὺ ἰού, πόθεν εἰσίν; ΛυσιστράτηἈναγυρουντόθεν. Καλονίκηνὴ τὸν Δία: ὁ γοῦν ἀνάγυρός μοι κεκινῆσθαι δοκεῖ. Μυρρίνημῶν ὕστεραι πάρεσμεν ὦ Λυσιστράτη; 70 τί φῄς; τί σιγᾷς; Λυσιστράτηοὔ σ᾽ ἐπαινῶ Μυρρίνηἥκουσαν ἄρτι περὶ τοιούτου πράγματος. Μυρρίνημόλις γὰρ ηὗρον ἐν σκότῳ τὸ ζώνιον. ἀλλ᾽ εἴ τι πάνυ δεῖ, ταῖς παρούσαισιν λέγε. Λυσιστράτημὰ Δί᾽ ἀλλ᾽ ἐπαναμείνωμεν ὀλίγου γ᾽ οὕνεκα75 τάς τ᾽ ἐκ Βοιωτῶν τάς τε Πελοποννησίωνγυναῖκας ἐλθεῖν. Μυρρίνηπολὺ σὺ κάλλιον λέγεις. ἡδὶ δὲ καὶ δὴ Λαμπιτὼ προσέρχεται. Λυσιστράτηὦ φιλτάτη Λάκαινα χαῖρε Λαμπιτοῖ. οἷον τὸ κάλλος γλυκυτάτη σου φαίνεται. 80 ὡς δ᾽ εὐχροεῖς, ὡς δὲ σφριγᾷ τὸ σῶμά σου. κἂν ταῦρον ἄγχοις. Λαμπιτώμάλα γ᾽ οἰῶ ναὶ τὼ σιώ: γυμνάδδομαι γὰρ καὶ ποτὶ πυγὰν ἅλλομαι. Καλονίκηὡς δὴ καλὸν τὸ χρῆμα τιτθίων ἔχεις. Λαμπιτώᾇπερ ἱερεῖόν τοί μ᾽ ὑποψαλάσσετε. Λυσιστράτη85 ἡδὶ δὲ ποδαπή' σθ᾽ ἡ νεᾶνις ἡτέρα;
1.3
Λαμπιτώπρέσβειρά τοι ναὶ τὼ σιὼ Βοιωτίαἵκει ποθ᾽ ὑμέ. Μυρρίνηνὴ μὰ Δία Βοιωτία, καλόν γ᾽ ἔχουσα τὸ πεδίον. Καλονίκηκαὶ νὴ Δίακομψότατα τὴν βληχώ γε παρατετιλμένη. Λυσιστράτη90 τίς δ᾽ ἡτέρα παῖς; Λαμπιτώχαΐα ναὶ τὼ σιώ, Κορινθία δ᾽ αὖ. Καλονίκηχαΐα νὴ τὸν Δίαδήλη' στὶν οὖσα ταυταγὶ τἀντευθενί. Λαμπιτώτίς δ᾽ αὖ ξυναλίαξε τόνδε τὸν στόλοντὸν τᾶν γυναικῶν; Λυσιστράτηἥδ᾽ ἐγώ. Λαμπιτώμύσιδδέ τοι95 ὅ τι λῇς ποθ᾽ ἁμέ. Καλονίκηνὴ Δί᾽ ὦ φίλη γύναι, λέγε δῆτα τὸ σπουδαῖον ὅ τι τοῦτ᾽ ἐστί σοι. Λυσιστράτηλέγοιμ᾽ ἂν ἤδη. πρὶν λέγειν δ᾽, ὑμᾶς τοδὶἐπερήσομαί τι μικρόν. Καλονίκηὅ τι βούλει γε σύ. Λυσιστράτητοὺς πατέρας οὐ ποθεῖτε τοὺς τῶν παιδίων100 ἐπὶ στρατιᾶς ἀπόντας; εὖ γὰρ οἶδ᾽ ὅτιπάσαισιν ὑμῖν ἐστιν ἀποδημῶν ἀνήρ. Καλονίκηὁ γοῦν ἐμὸς ἀνὴρ πέντε μῆνας ὦ τάλανἄπεστιν ἐπὶ Θρᾴκης φυλάττων Εὐκράτη. Μυρρίνηὁ δ᾽ ἐμός γε τελέους ἑπτὰ μῆνας ἐν Πύλῳ. Λαμπιτώ105 ὁ δ᾽ ἐμός γα καἴ κ᾽ ἐκ τᾶς ταγᾶς ἔλσῃ ποκά, πορπακισάμενος φροῦδος ἀμπτάμενος ἔβα. Λυσιστράτηἀλλ᾽ οὐδὲ μοιχοῦ καταλέλειπται φεψάλυξ. ἐξ οὗ γὰρ ἡμᾶς προὔδοσαν Μιλήσιοι, οὐκ εἶδον οὐδ᾽ ὄλισβον ὀκτωδάκτυλον, 110 ὃς ἦν ἂν ἡμῖν σκυτίνη' πικουρία. ἐθέλοιτ᾽ ἂν οὖν, εἰ μηχανὴν εὕροιμ᾽ ἐγώ, μετ᾽ ἐμοῦ καταλῦσαι τὸν πόλεμον; Καλονίκηνὴ τὼ θεώ: ἔγωγ᾽ ἂν οὖν κἂν εἴ με χρείη τοὔγκυκλοντουτὶ καταθεῖσαν ἐκπιεῖν αὐθημερόν. Μυρρίνη115 ἐγὼ δέ γ᾽ ἂν κἂν ὡσπερεὶ ψῆτταν δοκῶδοῦναι ἂν ἐμαυτῆς παρατεμοῦσα θἤμισυ. Λαμπιτώἐγὼ δὲ καί κα ποττὸ Ταΰγετόν γ᾽ ἄνωἔλσοιμ᾽ ὅπᾳ μέλλοιμί γ᾽ εἰράναν ἰδεῖν. Λυσιστράτηλέγοιμ᾽ ἄν: οὐ δεῖ γὰρ κεκρύφθαι τὸν λόγον. 120 ἡμῖν γὰρ ὦ γυναῖκες, εἴπερ μέλλομενἀναγκάσειν τοὺς ἄνδρας εἰρήνην ἄγειν, ἀφεκτέ᾽ ἐστὶ— Καλονίκητοῦ; φράσον. Λυσιστράτηποιήσετ᾽ οὖν; Καλονίκηποιήσομεν, κἂν ἀποθανεῖν ἡμᾶς δέῃ. Λυσιστράτηἀφεκτέα τοίνυν ἐστὶν ἡμῖν τοῦ πέους. 125 τί μοι μεταστρέφεσθε; ποῖ βαδίζετε; αὗται τί μοιμυᾶτε κἀνανεύετε; τί χρὼς τέτραπται; τί δάκρυον κατείβεται; ποιήσετ᾽ ἢ οὐ ποιήσετ᾽; ἢ τί μέλλετε; Καλονίκηοὐκ ἂν ποιήσαιμ᾽, ἀλλ᾽ ὁ πόλεμος ἑρπέτω.
1.4
Μυρρίνη130 μὰ Δί᾽ οὐδ᾽ ἐγὼ γάρ, ἀλλ᾽ ὁ πόλεμος ἑρπέτω. Λυσιστράτηταυτὶ σὺ λέγεις ὦ ψῆττα; καὶ μὴν ἄρτι γεἔφησθα σαυτῆς κἂν παρατεμεῖν θἤμισυ. Καλονίκηἄλλ᾽ ἄλλ᾽ ὅ τι βούλει: κἄν με χρῇ διὰ τοῦ πυρὸςἐθέλω βαδίζειν: τοῦτο μᾶλλον τοῦ πέους. 135 οὐδὲν γὰρ οἷον ὦ φίλη Λυσιστράτη. Λυσιστράτητί δαὶ σύ; Ἄλληκἀγὼ βούλομαι διὰ τοῦ πυρός. Λυσιστράτηὦ παγκατάπυγον θἠμέτερον ἅπαν γένος, οὐκ ἐτὸς ἀφ᾽ ἡμῶν εἰσιν αἱ τραγῳδίαι. οὐδὲν γάρ ἐσμεν πλὴν Ποσειδῶν καὶ σκάφη. 140 ἀλλ᾽ ὦ φίλη Λάκαινα, σὺ γὰρ ἐὰν γένῃμόνη μετ᾽ ἐμοῦ, τὸ πρᾶγμ᾽ ἀνασωσαίμεσθ᾽ ἔτ᾽ ἄν, ξυμψήφισαί μοι. Λαμπιτώχαλεπὰ μὲν ναὶ τὼ σιὼγυναῖκάς ἐσθ᾽ ὑπνῶν ἄνευ ψωλᾶς μόνας. ὅμως γα μάν: δεῖ τᾶς γὰρ εἰράνας μάλ᾽ αὖ. Λυσιστράτη145 ὦ φιλτάτη σὺ καὶ μόνη τούτων γυνή. Καλονίκηεἰ δ᾽ ὡς μάλιστ᾽ ἀπεχοίμεθ᾽ οὗ σὺ δὴ λέγεις, ὃ μὴ γένοιτο, μᾶλλον ἂν διὰ τουτογὶγένοιτ᾽ ἂν εἰρήνη; Λυσιστράτηπολύ γε νὴ τὼ θεώ. εἰ γὰρ καθοίμεθ᾽ ἔνδον ἐντετριμμέναι, 150 κἀν τοῖς χιτωνίοισι τοῖς Ἀμοργίνοιςγυμναὶ παρίοιμεν δέλτα παρατετιλμέναι, στύοιντο δ᾽ ἅνδρες κἀπιθυμοῖεν σπλεκοῦν, ἡμεῖς δὲ μὴ προσίοιμεν ἀλλ᾽ ἀπεχοίμεθα, σπονδὰς ποιήσαιντ᾽ ἂν ταχέως, εὖ οἶδ᾽ ὅτι. Λαμπιτώ155 ὁ γῶν Μενέλαος τᾶς Ἑλένας τὰ μᾶλά πᾳγυμνᾶς παραϊδὼν ἐξέβαλ᾽, οἰῶ, τὸ ξίφος. Καλονίκητί δ᾽ ἢν ἀφιῶσ᾽ ἅνδρες ἡμᾶς ὦ μέλε; Λυσιστράτητὸ τοῦ Φερεκράτους, κύνα δέρειν δεδαρμένην. Καλονίκηφλυαρία ταῦτ᾽ ἐστὶ τὰ μεμιμημένα. 160 ἐὰν λαβόντες δ᾽ ἐς τὸ δωμάτιον βίᾳἕλκωσιν ἡμᾶς; Λυσιστράτηἀντέχου σὺ τῶν θυρῶν. Καλονίκηἐὰν δὲ τύπτωσιν; Λυσιστράτηπαρέχειν χρὴ κακὰ κακῶς. οὐ γὰρ ἔνι τούτοις ἡδονὴ τοῖς πρὸς βίαν. κἄλλως ὀδυνᾶν χρή: κἀμέλει ταχέως πάνυ165 ἀπεροῦσιν. οὐ γὰρ οὐδέποτ᾽ εὐφρανθήσεταιἀνήρ, ἐὰν μὴ τῇ γυναικὶ συμφέρῃ. Καλονίκηεἴ τοι δοκεῖ σφῷν ταῦτα, χἠμῖν ξυνδοκεῖ. Λαμπιτώκαὶ τὼς μὲν ἁμῶν ἄνδρας ἁμὲς πείσομεςπαντᾷ δικαίως ἄδολον εἰράναν ἄγειν: 170 τὸν τῶν Ἀσαναίων γα μὰν ῥυάχετονπᾷ κά τις ἀμπείσειεν αὖ μὴ πλαδδιῆν; Λυσιστράτηἡμεῖς ἀμέλει σοι τά γε παρ᾽ ἡμῖν πείσομεν. Λαμπιτώοὐχ ἇς πόδας κ᾽ ἔχωντι ταὶ τριήρεες, καὶ τὠργύριον τὤβυσσον ᾖ πὰρ τᾷ σιῷ.
1.5
Λυσιστράτη175 ἀλλ᾽ ἔστι καὶ τοῦτ᾽ εὖ παρεσκευασμένον: καταληψόμεθα γὰρ τὴν ἀκρόπολιν τήμερον. ταῖς πρεσβυτάταις γὰρ προστέτακται τοῦτο δρᾶν, ἕως ἂν ἡμεῖς ταῦτα συντιθώμεθα, θύειν δοκούσαις καταλαβεῖν τὴν ἀκρόπολιν. Λαμπιτώ180 παντᾷ κ᾽ ἔχοι, καὶ τᾷδε γὰρ λέγεις καλῶς. Λυσιστράτητί δῆτα ταῦτ᾽ οὐχ ὡς τάχιστ᾽ ὦ Λαμπιτοῖξυνωμόσαμεν, ὅπως ἂν ἀρρήκτως ἔχῃ; Λαμπιτώπάρφαινε μὰν τὸν ὅρκον, ὡς ὀμιόμεθα. Λυσιστράτηκαλῶς λέγεις. ποῦ' σθ᾽ ἡ Σκύθαινα; ποῖ βλέπεις; 185 θὲς ἐς τὸ πρόσθεν ὑπτίαν τὴν ἀσπίδα, καί μοι δότω τὰ τόμιά τις. ΚαλονίκηΛυσιστράτητίν᾽ ὅρκον ὁρκώσεις ποθ᾽ ἡμᾶς; Λυσιστράτηὅντινα; εἰς ἀσπίδ᾽, ὥσπερ φάσ᾽ ἐν Αἰσχύλῳ ποτέ, μηλοσφαγούσας. Καλονίκημὴ σύ γ᾽ ὦ Λυσιστράτη190 εἰς ἀσπίδ᾽ ὀμόσῃς μηδὲν εἰρήνης πέρι. Λυσιστράτητίς ἂν οὖν γένοιτ᾽ ἂν ὅρκος; Καλονίκηεἰ λευκόν ποθενἵππον λαβοῦσαι τόμιον ἐντεμοίμεθα. Λυσιστράτηποῖ λευκὸν ἵππον; Καλονίκηἀλλὰ πῶς ὀμούμεθαἡμεῖς; Λυσιστράτηἐγώ σοι νὴ Δί᾽, ἢν βούλῃ, φράσω. 195 θεῖσαι μέλαιναν κύλικα μεγάλην ὑπτίαν, μηλοσφαγοῦσαι Θάσιον οἴνου σταμνίονὀμόσωμεν ἐς τὴν κύλικα μὴ' πιχεῖν ὕδωρ. Λαμπιτώφεῦ δᾶ τὸν ὅρκον ἄφατον ὡς ἐπαινίω. Λυσιστράτηφερέτω κύλικά τις ἔνδοθεν καὶ σταμνίον. Μυρρίνη200 ὦ φίλταται γυναῖκες, ὁ κεραμεὼν ὅσος. Καλονίκηταύτην μὲν ἄν τις εὐθὺς ἡσθείη λαβών. Λυσιστράτηκαταθεῖσα ταύτην προσλαβοῦ μοι τοῦ κάπρου. δέσποινα Πειθοῖ καὶ κύλιξ φιλοτησία, τὰ σφάγια δέξαι ταῖς γυναιξὶν εὐμενής. Καλονίκη205 εὔχρων γε θαἶμα κἀποπυτίζει καλῶς. Λαμπιτώκαὶ μὰν ποτόδδει γ᾽ ἁδὺ ναὶ τὸν Κάστορα. Μυρρίνηἐᾶτε πρώτην μ᾽ ὦ γυναῖκες ὀμνύναι. Καλονίκημὰ τὴν Ἀφροδίτην οὔκ, ἐάν γε μὴ λάχῃς. Λυσιστράτηλάζυσθε πᾶσαι τῆς κύλικος ὦ Λαμπιτοῖ: 210 λεγέτω δ᾽ ὑπὲρ ὑμῶν μί᾽ ἅπερ ἂν κἀγὼ λέγω: ὑμεῖς δ᾽ ἐπομεῖσθε ταὐτὰ κἀμπεδώσετε. οὐκ ἔστιν οὐδεὶς οὔτε μοιχὸς οὔτ᾽ ἀνήρ— Καλονίκηοὐκ ἔστιν οὐδεὶς οὔτε μοιχὸς οὔτ᾽ ἀνήρ— Λυσιστράτηὅστις πρὸς ἐμὲ πρόσεισιν ἐστυκώς. λέγε.
1.6
Καλονίκη215 ὅστις πρὸς ἐμὲ πρόσεισιν ἐστυκώς. παπαῖὑπολύεταί μου τὰ γόνατ᾽ ὦ Λυσιστράτη. Λυσιστράτηοἴκοι δ᾽ ἀταυρώτη διάξω τὸν βίον— Καλονίκηοἴκοι δ᾽ ἀταυρώτη διάξω τὸν βίον— Λυσιστράτηκροκωτοφοροῦσα καὶ κεκαλλωπισμένη,— Καλονίκη220 κροκωτοφοροῦσα καὶ κεκαλλωπισμένη,— Λυσιστράτηὅπως ἂν ἁνὴρ ἐπιτυφῇ μάλιστά μου: Καλονίκηὅπως ἂν ἁνὴρ ἐπιτυφῇ μάλιστά μου: Λυσιστράτηκοὐδέποθ᾽ ἑκοῦσα τἀνδρὶ τὠμῷ πείσομαι. Καλονίκηκοὐδέποθ᾽ ἑκοῦσα τἀνδρὶ τὠμῷ πείσομαι. Λυσιστράτη225 ἐὰν δέ μ᾽ ἄκουσαν βιάζηται βίᾳ,— Καλονίκηἐὰν δέ μ᾽ ἄκουσαν βιάζηται βίᾳ,— Λυσιστράτηκακῶς παρέξω κοὐχὶ προσκινήσομαι. Καλονίκηκακῶς παρέξω κοὐχὶ προσκινήσομαι. Λυσιστράτηοὐ πρὸς τὸν ὄροφον ἀνατενῶ τὼ Περσικά. Καλονίκη230 οὐ πρὸς τὸν ὄροφον ἀνατενῶ τὼ Περσικά. Λυσιστράτηοὐ στήσομαι λέαιν᾽ ἐπὶ τυροκνήστιδος. Καλονίκηοὐ στήσομαι λέαιν᾽ ἐπὶ τυροκνήστιδος. Λυσιστράτηταῦτ᾽ ἐμπεδοῦσα μὲν πίοιμ᾽ ἐντευθενί: Καλονίκηταῦτ᾽ ἐμπεδοῦσα μὲν πίοιμ᾽ ἐντευθενί: Λυσιστράτη235 εἰ δὲ παραβαίην, ὕδατος ἐμπλῇθ᾽ ἡ κύλιξ. Καλονίκηεἰ δὲ παραβαίην, ὕδατος ἐμπλῇθ᾽ ἡ κύλιξ. Λυσιστράτησυνεπόμνυθ᾽ ὑμεῖς ταῦτα πᾶσαι; Πᾶσαινὴ Δία. Λυσιστράτηφέρ᾽ ἐγὼ καθαγίσω τήνδε. Καλονίκητὸ μέρος γ᾽ ὦ φίλη, ὅπως ἂν ὦμεν εὐθὺς ἀλλήλων φίλαι. Λαμπιτώ240 τίς ὡλολυγά; Λυσιστράτητοῦτ᾽ ἐκεῖν᾽ οὑγὼ' λεγον: αἱ γὰρ γυναῖκες τὴν ἀκρόπολιν τῆς θεοῦἤδη κατειλήφασιν. ἀλλ᾽ ὦ Λαμπιτοῖσὺ μὲν βάδιζε καὶ τὰ παρ᾽ ὑμῶν εὖ τίθει, τασδὶ δ᾽ ὁμήρους κατάλιφ᾽ ἡμῖν ἐνθάδε: 245 ἡμεῖς δὲ ταῖς ἄλλαισι ταῖσιν ἐν πόλειξυνεμβάλωμεν εἰσιοῦσαι τοὺς μοχλούς. Καλονίκηοὔκουν ἐφ᾽ ἡμᾶς ξυμβοηθήσειν οἴειτοὺς ἄνδρας εὐθύς; Λυσιστράτηὀλίγον αὐτῶν μοι μέλει. οὐ γὰρ τοσαύτας οὔτ᾽ ἀπειλὰς οὔτε πῦρ250 ἥξουσ᾽ ἔχοντες ὥστ᾽ ἀνοῖξαι τὰς πύλαςταύτας, ἐὰν μὴ' φ᾽ οἷσιν ἡμεῖς εἴπομεν. Καλονίκημὰ τὴν Ἀφροδίτην οὐδέποτέ γ᾽: ἄλλως γὰρ ἂνἄμαχοι γυναῖκες καὶ μιαραὶ κεκλῄμεθ᾽ ἄν.
1.7
Χορὸς γερόντωνχώρει Δράκης, ἡγοῦ βάδην, εἰ καὶ τὸν ὦμον ἀλγεῖς255 κορμοῦ τοσουτονὶ βάρος χλωρᾶς φέρων ἐλάας.
1.8
Χορὸς γερόντωνἦ πόλλ᾽ ἄελπτ᾽ ἔνεστιν ἐν τῷ μακρῷ βίῳ φεῦ, ἐπεὶ τίς ἄν ποτ᾽ ἤλπισ᾽ ὦ Στρυμόδωρ᾽ ἀκοῦσαι260 γυναῖκας, ἃς ἐβόσκομενκατ᾽ οἶκον ἐμφανὲς κακόν, κατὰ μὲν ἅγιον ἔχειν βρέτας, κατὰ δ᾽ ἀκρόπολιν ἐμὰν λαβεῖνμοχλοῖς δὲ καὶ κλῄθροισι265 τὰ προπύλαια πακτοῦν;
1.9
Χορὸς γερόντωνἀλλ᾽ ὡς τάχιστα πρὸς πόλιν σπεύσωμεν ὦ Φιλοῦργε, ὅπως ἄν, αὐταῖς ἐν κύκλῳ θέντες τὰ πρέμνα ταυτί, ὅσαι τὸ πρᾶγμα τοῦτ᾽ ἐνεστήσαντο καὶ μετῆλθον, μίαν πυρὰν νήσαντες ἐμπρήσωμεν αὐτόχειρες270 πάσας, ὑπὸ ψήφου μιᾶς, πρώτην δὲ τὴν Λύκωνος.
1.10
Χορὸς γερόντωνοὐ γὰρ μὰ τὴν Δήμητρ᾽ ἐμοῦ ζῶντος ἐγχανοῦνται: ἐπεὶ οὐδὲ Κλεομένης, ὃς αὐτὴν κατέσχε πρῶτος, 275 ἀπῆθεν ἀψάλακτος, ἀλλ᾽ ὅμως Λακωνικὸν πνέωνᾤχετο θὤπλα παραδοὺς ἐμοί, σμικρὸν ἔχων πάνυ τριβώνιον, πινῶν ῥυπῶν ἀπαράτιλτος, 280 ἓξ ἐτῶν ἄλουτος.
1.11
Χορὸς γερόντωνοὕτως ἐπολιόρκησ᾽ ἐγὼ τὸν ἄνδρ᾽ ἐκεῖνον ὠμῶςἐφ᾽ ἑπτακαίδεκ᾽ ἀσπίδων πρὸς ταῖς πύλαις καθεύδων. τασδὶ δὲ τὰς Εὐριπίδῃ θεοῖς τε πᾶσιν ἐχθρὰςἐγὼ οὐκ ἄρα σχήσω παρὼν τολμήματος τοσούτου; 285 μή νυν ἔτ᾽ ἐν τῇ τετραπόλει τοὐμὸν τροπαῖον εἴη.
1.12
Χορὸς γερόντωνἀλλ᾽ αὐτὸ γάρ μοι τῆς ὁδοῦλοιπόν ἐστι χωρίοντὸ πρὸς πόλιν τὸ σιμόν, οἷ σπουδὴν ἔχω: χὤπως ποτ᾽ ἐξαμπρεύσομεν290 τοῦτ᾽ ἄνευ κανθηλίου. ὡς ἐμοῦ γε τὼ ξύλω τὸν ὦμον ἐξιπώκατον: ἀλλ᾽ ὅμως βαδιστέον, καὶ τὸ πῦρ φυσητέον, μή μ᾽ ἀποσβεσθὲν λάθῃ πρὸς τῇ τελευτῇ τῆς ὁδοῦ. φῦ φῦ. 295 ἰοὺ ἰοὺ τοῦ καπνοῦ.
1.13
Χορὸς γερόντωνὡς δεινὸν ὦναξ Ἡράκλειςπροσπεσόν μ᾽ ἐκ τῆς χύτραςὥσπερ κύων λυττῶσα τὠφθαλμὼ δάκνει: κἄστιν γε Λήμνιον τὸ πῦρ300 τοῦτο πάσῃ μηχανῇ. οὐ γὰρ ἄν ποθ᾽ ὧδ᾽ ὀδὰξ ἔβρυκε τὰς λήμας ἐμοῦ. σπεῦδε πρόσθεν ἐς πόλινκαὶ βοήθει τῇ θεῷ. ἢ πότ᾽ αὐτῇ μᾶλλον ἢ νῦν ὦ Λάχης ἀρήξομεν; φῦ φῦ. 305 ἰοὺ ἰοὺ τοῦ καπνοῦ.
1.14
Χορὸς γερόντωντουτὶ τὸ πῦρ ἐγρήγορεν θεῶν ἕκατι καὶ ζῇ. οὔκουν ἄν, εἰ τὼ μὲν ξύλω θείμεσθα πρῶτον αὐτοῦ, τῆς ἀμπέλου δ᾽ ἐς τὴν χύτραν τὸν φανὸν ἐγκαθέντεςἅψαντες εἶτ᾽ ἐς τὴν θύραν κριηδὸν ἐμπέσοιμεν; 310 κἂν μὴ καλούντων τοὺς μοχλοὺς χαλῶσιν αἱ γυναῖκες, ἐμπιμπράναι χρὴ τὰς θύρας καὶ τῷ καπνῷ πιέζειν. θώμεσθα δὴ τὸ φορτίον. φεῦ τοῦ καπνοῦ βαβαιάξ. τίς ξυλλάβοιτ᾽ ἂν τοῦ ξύλου τῶν ἐν Σάμῳ στρατη γῶν; ταυτὶ μὲν ἤδη τὴν ῥάχιν θλίβοντά μου πέπαυται. 315 σὸν δ᾽ ἔργον ἐστὶν ὦ χύτρα τὸν ἄνθρακ᾽ ἐξεγείρειν, τὴν λαμπάδ᾽ ἡμμένην ὅπως πρώτιστ᾽ ἐμοὶ προσοίσεις. δέσποινα Νίκη ξυγγενοῦ τῶν τ᾽ ἐν πόλει γυναικῶντοῦ νῦν παρεστῶτος θράσους θέσθαι τροπαῖον ἡμᾶς.
1.15
Χορὸς Γυναικῶνπέτου πέτου Νικοδίκη, πρὶν ἐμπεπρῆσθαι Καλύκηντε καὶ Κρίτυλλαν περιφυσήτω† ὑπό τε νόμων† ἀργαλέων325 ὑπό τε γερόντων ὀλέθρων. ἀλλὰ φοβοῦμαι τόδε, μῶν ὑστερόπους βοηθῶ. νῦν δὴ γὰρ ἐμπλησαμένη τὴν ὑδρίαν κνεφαίαμόλις ἀπὸ κρήνης ὑπ᾽ ὄχλου καὶ θορύβου καὶ πατάγουχυτρείου, 330 δούλαισιν ὠστιζομένη* στιγματίαις θ᾽, ἁρπαλέωςἀραμένη ταῖσιν ἐμαῖςδημότισιν καομέναιςφέρουσ᾽ ὕδωρ βοηθῶ.
1.16
Χορὸς Γυναικῶνἤκουσα γὰρ τυφογέρονταςἄνδρας ἔρρειν, στελέχηφέροντας ὥσπερ βαλανεύσονταςἐς πόλιν ὡς τριτάλαντον βάρος, δεινότατ᾽ ἀπειλοῦντας ἐπῶν340 ὡς πυρὶ χρὴ τὰς μυσαρὰς γυναῖκας ἀνθρακεύειν: ἃς ὦ θεὰ μή ποτ᾽ ἐγὼ πιμπραμένας ἴδοιμι, ἀλλὰ πολέμου καὶ μανιῶν ῥυσαμένας Ἑλλάδα καὶπολίτας, ἐφ᾽ οἷσπερ ὦ χρυσολόφα345 πολιοῦχε σὰς ἔσχον ἕδρας. καί σε καλῶ ξύμμαχον ὦΤριτογένει᾽, εἴ τις ἐκείναςὑποπίμπρησιν ἀνήρ, φέρειν ὕδωρ μεθ᾽ ἡμῶν.
1.17
Χορὸς Γυναικῶν350 ἔασον ὦ. τουτὶ τί ἦν; ὦνδρες πόνῳ πόνηροι: οὐ γάρ ποτ᾽ ἂν χρηστοί γ᾽ ἔδρων οὐδ᾽ εὐσεβεῖς τάδ᾽ ἄνδρες. Χορὸς γερόντωντουτὶ τὸ πρᾶγμ᾽ ἡμῖν ἰδεῖν ἀπροσδόκητον ἥκει: ἑσμὸς γυναικῶν οὑτοσὶ θύρασιν αὖ βοηθεῖ. Χορὸς Γυναικῶντί βδύλλεθ᾽ ἡμᾶς; οὔ τί που πολλαὶ δοκοῦμεν εἶναι; 355 καὶ μὴν μέρος γ᾽ ἡμῶν ὁρᾶτ᾽ οὔπω τὸ μυριοστόν. Χορὸς γερόντωνὦ Φαιδρία ταύτας λαλεῖν ἐάσομεν τοσαυτί; οὐ περικατᾶξαι τὸ ξύλον τύπτοντ᾽ ἐχρῆν τιν᾽ αὐταῖς; Χορὸς Γυναικῶνθώμεσθα δὴ τὰς κάλπιδας χἠμεῖς χαμᾶζ᾽, ὅπως ἂνἢν προσφέρῃ τὴν χεῖρά τις μὴ τοῦτό μ᾽ ἐμποδίζῃ. Χορὸς γερόντων360 εἰ νὴ Δί᾽ ἤδη τὰς γνάθους τούτων τις ἢ δὶς ἢ τρὶςἔκοψεν ὥσπερ Βουπάλου, φωνὴν ἂν οὐκ ἂν εἶχον. Χορὸς Γυναικῶνκαὶ μὴν ἰδοὺ παταξάτω τις: στᾶσ᾽ ἐγὼ παρέξω, κοὐ μή ποτ᾽ ἄλλη σου κύων τῶν ὄρχεων λάβηται. Χορὸς γερόντωνεἰ μὴ σιωπήσει, θενών σου' κκοκκιῶ τὸ γῆρας. Χορὸς Γυναικῶν365 ἅψαι μόνον Στρατυλλίδος τῷ δακτύλῳ προσελθών. Χορὸς γερόντωντί δ᾽ ἢν σποδῶ τοῖς κονδύλοις; τί μ᾽ ἐργάσει τὸ δεινόν; Χορὸς Γυναικῶνβρύκουσά σου τοὺς πλεύμονας καὶ τἄντερ᾽ ἐξαμήσω. Χορὸς γερόντωνοὐκ ἔστ᾽ ἀνὴρ Εὐριπίδου σοφώτερος ποιητής: οὐδὲν γὰρ οὕτω θρέμμ᾽ ἀναιδές ἐστιν ὡς γυναῖκες. Χορὸς Γυναικῶν370 αἰρώμεθ᾽ ἡμεῖς θοὔδατος τὴν κάλπιν ὦ Ῥοδίππη. Χορὸς γερόντωντί δ᾽ ὦ θεοῖς ἐχθρὰ σὺ δεῦρ᾽ ὕδωρ ἔχουσ᾽ ἀφίκου; Χορὸς Γυναικῶντί δαὶ σὺ πῦρ ὦ τύμβ᾽ ἔχων; ὡς σαυτὸν ἐμπυρεύσων; Χορὸς γερόντωνἐγὼ μὲν ἵνα νήσας πυρὰν τὰς σὰς φίλας ὑφάψω. Χορὸς Γυναικῶνἐγὼ δέ γ᾽ ἵνα τὴν σὴν πυρὰν τούτῳ κατασβέσαιμι. Χορὸς γερόντων375 τοὐμὸν σὺ πῦρ κατασβέσεις; Χορὸς Γυναικῶντοὔργον τάχ᾽ αὐτὸ δείξει. Χορὸς γερόντωνοὐκ οἶδά σ᾽ εἰ τῇδ᾽ ὡς ἔχω τῇ λαμπάδι σταθεύσω. Χορὸς Γυναικῶνεἰ ῥύμμα τυγχάνεις ἔχων, λουτρόν γ᾽ ἐγὼ παρέξω. Χορὸς γερόντωνἐμοὶ σὺ λουτρὸν ὦ σαπρά; Χορὸς Γυναικῶνκαὶ ταῦτα νυμφικόν γε. Χορὸς γερόντωνἤκουσας αὐτῆς τοῦ θράσους; Χορὸς Γυναικῶνἐλευθέρα γάρ εἰμι. Χορὸς γερόντων380 σχήσω σ᾽ ἐγὼ τῆς νῦν βοῆς. Χορὸς Γυναικῶνἀλλ᾽ οὐκέθ᾽ ἡλιάζει. Χορὸς γερόντωνἔμπρησον αὐτῆς τὰς κόμας. Χορὸς Γυναικῶνσὸν ἔργον ὦχελῷε. Χορὸς γερόντωνοἴμοι τάλας. Χορὸς Γυναικῶνμῶν θερμὸν ἦν; Χορὸς γερόντωνποῖ θερμόν; οὐ παύσει; τί δρᾷς; Χορὸς Γυναικῶνἄρδω σ᾽ ὅπως ἂν βλαστάνῃς. Χορὸς γερόντων385 ἀλλ᾽ αὖός εἰμ᾽ ἤδη τρέμων. Χορὸς Γυναικῶνοὐκοῦν ἐπειδὴ πῦρ ἔχεις, σὺ χλιανεῖς σεαυτόν.
1.18
Πρόβουλοςἆρ᾽ ἐξέλαμψε τῶν γυναικῶν ἡ τρυφὴχὠ τυμπανισμὸς χοἰ πυκνοὶ Σαβάζιοι, ὅ τ᾽ Ἀδωνιασμὸς οὗτος οὑπὶ τῶν τεγῶν, 390 οὗ' γώ ποτ᾽ ὢν ἤκουον ἐν τἠκκλησίᾳ; ἔλεγε δ᾽ ὁ μὴ ὥρασι μὲν Δημόστρατοςπλεῖν ἐς Σικελίαν, ἡ γυνὴ δ᾽ ὀρχουμένη‘ αἰαῖ Ἄδωνιν’ φησίν, ὁ δὲ Δημόστρατοςἔλεγεν ὁπλίτας καταλέγειν Ζακυνθίων: 395 ἡ δ᾽ ὑποπεπωκυῖ᾽ ἡ γυνὴ' πὶ τοῦ τέγους‘ κόπτεσθ᾽ Ἄδωνιν’ φησίν: ὁ δ᾽ ἐβιάζετοὁ θεοῖσιν ἐχθρὸς καὶ μιαρὸς Χολοζύγης. τοιαῦτ᾽ ἀπ᾽ αὐτῶν ἐστιν ἀκόλαστ᾽ ᾁσματα. Χορὸς γερόντωντί δῆτ᾽ ἂν εἰ πύθοιο καὶ τὴν τῶνδ᾽ ὕβριν; 400 αἳ τἄλλα θ᾽ ὑβρίκασι κἀκ τῶν καλπίδωνἔλουσαν ἡμᾶς, ὥστε θαἰματίδιασείειν πάρεστιν ὥσπερ ἐνεουρηκότας. Πρόβουλοςνὴ τὸν Ποσειδῶ τὸν ἁλυκὸν δίκαιά γε. ὅταν γὰρ αὐτοὶ ξυμπονηρευώμεθα405 ταῖσιν γυναιξὶ καὶ διδάσκωμεν τρυφᾶν, τοιαῦτ᾽ ἀπ᾽ αὐτῶν βλαστάνει βουλεύματα. οἳ λέγομεν ἐν τῶν δημιουργῶν τοιαδί:‘ ὦ χρυσοχόε τὸν ορμον ὃν ἐπεσκεύασας, ὀρχουμένης μου τῆς γυναικὸς ἑσπέρας410 ἡ βάλανος ἐκπέπτωκεν ἐκ τοῦ τρήματος. ἐμοὶ μὲν οὖν ἔστ᾽ ἐς Σαλαμῖνα πλευστέα: σὺ δ᾽ ἢν σχολάσῃς, πάσῃ τέχνῃ πρὸς ἑσπέρανἐλθὼν ἐκείνῃ τὴν βάλανον ἐνάρμοσον.’ ἕτερος δέ τις πρὸς σκυτοτόμον ταδὶ λέγει415 νεανίαν καὶ πέος ἔχοντ᾽ οὐ παιδικόν:‘ ὦ σκυτοτόμε μου τῆς γυναικὸς τοῦ ποδὸςτὸ δακτυλίδιον ξυμπιέζει τὸ ζυγὸνἅθ᾽ ἁπαλὸν ὄν: τοῦτ᾽ οὖν σὺ τῆς μεσημβρίαςἐλθὼν χάλασον, ὅπως ἂν εὐρυτέρως ἔχῃ.’ 420 τοιαῦτ᾽ ἀπήντηκ᾽ ἐς τοιαυτὶ πράγματα, ὅτε γ᾽ ὢν ἐγὼ πρόβουλος, ἐκπορίσας ὅπωςκωπῆς ἔσονται, τἀργυρίου νυνὶ δέον, ὑπὸ τῶν γυναικῶν ἀποκέκλῃμαι ταῖς πύλαις. ἀλλ᾽ οὐδὲν ἔργον ἑστάναι. φέρε τοὺς μοχλούς, 425 ὅπως ἂν αὐτὰς τῆς ὕβρεως ἐγὼ σχέθω. τί κέχηνας ὦ δύστηνε; ποῖ δ᾽ αὖ σὺ βλέπεις, οὐδὲν ποιῶν ἀλλ᾽ ἢ καπηλεῖον σκοπῶν; οὐχ ὑποβαλόντες τοὺς μοχλοὺς ὑπὸ τὰς πύλαςἐντεῦθεν ἐκμοχλεύσετ᾽; ἐνθενδὶ δ᾽ ἐγὼ430 ξυνεκμοχλεύσω. Λυσιστράτημηδὲν ἐκμοχλεύετε: ἐξέρχομαι γὰρ αὐτομάτη. τί δεῖ μοχλῶν; οὐ γὰρ μοχλῶν δεῖ μᾶλλον ἢ νοῦ καὶ φρενῶν. Πρόβουλοςἄληθες ὦ μιαρὰ σύ; ποῦ' σθ᾽ ὁ τοξότης; ξυλλάμβαν᾽ αὐτὴν κὠπίσω τὼ χεῖρε δεῖ. Λυσιστράτη435 εἴ τἄρα νὴ τὴν Ἄρτεμιν τὴν χεῖρά μοιἄκραν προσοίσει δημόσιος ὤν, κλαύσεται. Πρόβουλοςἔδεισας οὗτος; οὐ ξυναρπάσει μέσηνκαὶ σὺ μετὰ τούτου κἀνύσαντε δήσετον; Γυνὴ Αεἴ τἄρα νὴ τὴν Πάνδροσον ταύτῃ μόνον440 τὴν χεῖρ᾽ ἐπιβαλεῖς, ἐπιχεσεῖ πατούμενος. Πρόβουλοςἰδού γ᾽ ἐπιχεσεῖ. ποῦ' στιν ἕτερος τοξότης; ταύτην προτέραν ξύνδησον, ὁτιὴ καὶ λαλεῖ.
1.19
Γυνὴ Βεἴ τἄρα νὴ τὴν Φωσφόρον τὴν χεῖρ᾽ ἄκρανταύτῃ προσοίσεις, κύαθον αἰτήσεις τάχα. Πρόβουλος445 τουτὶ τί ἦν; ποῦ τοξότης; ταύτης ἔχου. παύσω τιν᾽ ὑμῶν τῆσδ᾽ ἐγὼ τῆς ἐξόδου. Γυνὴ Γεἴ τἄρα νὴ τὴν Ταυροπόλον ταύτῃ πρόσει, ἐκκοκκιῶ σου τὰς στενοκωκύτους τρίχας. Πρόβουλοςοἴμοι κακοδαίμων: ἐπιλέλοιφ᾽ ὁ τοξότης. 450 ἀτὰρ οὐ γυναικῶν οὐδέποτ᾽ ἔσθ᾽ ἡττητέαἡμῖν: ὁμόσε χωρῶμεν αὐταῖς ὦ Σκύθαιξυνταξάμενοι. Λυσιστράτηνὴ τὼ θεὼ γνώσεσθ᾽ ἄραὅτι καὶ παρ᾽ ἡμῖν εἰσι τέτταρες λόχοιμαχίμων γυναικῶν ἔνδον ἐξωπλισμένων. Πρόβουλος455 ἀποστρέφετε τὰς χεῖρας αὐτῶν ὦ Σκύθαι. Λυσιστράτηὦ ξύμμαχοι γυναῖκες ἐκθεῖτ᾽ ἔνδοθεν, ὦ σπερμαγοραιολεκιθολαχανοπώλιδες, ὦ σκοροδοπανδοκευτριαρτοπώλιδες, οὐχ ἕλξετ᾽, οὐ παιήσετ᾽, οὐκ ἀράξετε; 460 οὐ λοιδορήσετ᾽, οὐκ ἀναισχυντήσετε; παύσασθ᾽, ἐπαναχωρεῖτε, μὴ σκυλεύετε. Πρόβουλοςοἴμ᾽ ὡς κακῶς πέπραγέ μου τὸ τοξικόν. Λυσιστράτηἀλλὰ τί γὰρ ᾤου; πότερον ἐπὶ δούλας τινὰςἥκειν ἐνόμισας, ἢ γυναιξὶν οὐκ οἴει465 χολὴν ἐνεῖναι; Πρόβουλοςνὴ τὸν Ἀπόλλω καὶ μάλαπολλήν γ᾽, ἐάνπερ πλησίον κάπηλος ᾖ.
1.20
Χορὸς γερόντωνὦ πόλλ᾽ ἀναλώσας ἔπη πρόβουλε τῆσδε τῆς γῆς, τί τοῖσδε σαυτὸν ἐς λόγους τοῖς θηρίοις συνάπτεις; οὐκ οἶσθα λουτρὸν οἷον αἵδ᾽ ἡμᾶς ἔλουσαν ἄρτι470 ἐν τοῖσιν ἱματιδίοις, καὶ ταῦτ᾽ ἄνευ κονίας; Χορὸς Γυναικῶνἀλλ᾽ ὦ μέλ᾽ οὐ χρὴ προσφέρειν τοῖς πλησίοισιν εἰκῇτὴν χεῖρ᾽: ἐὰν δὲ τοῦτο δρᾷς, κυλοιδιᾶν ἀνάγκη. ἐπεὶ' θέλω' γὼ σωφρόνως ὥσπερ κόρη καθῆσθαι, λυποῦσα μηδέν᾽ ἐνθαδί, κινοῦσα μηδὲ κάρφος, 475 ἢν μή τις ὥσπερ σφηκιὰν βλίττῃ με κἀρεθίζῃ.
1.21
Χορὸς γερόντωνὦ Ζεῦ τί ποτε χρησόμεθα τοῖσδε τοῖς κνωδάλοις; ου᾽ γὰρ ἔτ᾽ ἀνεκτὰ τάδε γ᾽, ἀλλὰ βασανιστέοντόδε σοι τὸ πάθος μετ᾽ ἐμοῦ480 ὅ τι βουλόμεναί ποτε τὴνΚραναὰν κατέλαβον, ἐφ᾽ ὅ τι τεμεγαλόπετρον ἄβατον ἀκρόπολινἱερὸν τέμενος.
1.22
Χορὸς γερόντωνἀλλ᾽ ἀνερώτα καὶ μὴ πείθου καὶ πρόσφερε πάντας ἐλέγχους, 485 ὡς αἰσχρὸν ἀκωδώνιστον ἐᾶν τὸ τοιοῦτον πρᾶγμα μεθέντας.
1.23
Πρόβουλοςκαὶ μὴν αὐτῶν τοῦτ᾽ ἐπιθυμῶ νὴ τὸν Δία πρῶτα πυθέσθαι, ὅ τι βουλόμεναι τὴν πόλιν ἡμῶν ἀπεκλῄσατε τοῖσι μοχλοῖσιν. Λυσιστράτηἵνα τἀργύριον σῶν παρέχοιμεν καὶ μὴ πολεμοῖτε δι᾽ αὐτό. Πρόβουλοςδιὰ τἀργύριον πολεμοῦμεν γάρ; Λυσιστράτηκαὶ τἄλλα γε πάντ᾽ ἐκυκήθη. 490 ἵνα γὰρ Πείσανδρος ἔχοι κλέπτειν χοἰ ταῖς ἀρχαῖς ἐπέχοντες, ἀεί τινα κορκορυγὴν ἐκύκων. οἱ δ᾽ οὖν τοῦδ᾽ οὕνεκα δρώντωνὅ τι βούλονται: τὸ γὰρ ἀργύριον τοῦτ᾽ οὐκέτι μὴ καθέλωσιν. Πρόβουλοςἀλλὰ τί δράσεις; Λυσιστράτητοῦτό μ᾽ ἐρωτᾷς; ἡμεῖς ταμιεύσομεν αὐτό. Πρόβουλοςὑμεῖς ταμιεύσετε τἀργύριον; Λυσιστράτητί δὲ δεινὸν τοῦτο νομίζεις; 495 οὐ καὶ τἄνδον χρήματα πάντως ἡμεῖς ταμιεύομεν ὑμῖν; Πρόβουλοςἀλλ᾽ οὐ ταὐτόν. Λυσιστράτηπῶς οὐ ταὐτόν; Πρόβουλοςπολεμητέον ἔστ᾽ ἀπὸ τούτου. Λυσιστράτηἀλλ᾽ οὐδὲν δεῖ πρῶτον πολεμεῖν. Πρόβουλοςπῶς γὰρ σωθησόμεθ᾽ ἄλλως; Λυσιστράτηἡμεῖς ὑμᾶς σώσομεν. Πρόβουλοςὑμεῖς; Λυσιστράτηἡμεῖς μέντοι. Πρόβουλοςσχέτλιόν γε. Λυσιστράτηὡς σωθήσει, κἂν μὴ βούλῃ. Πρόβουλοςδεινόν γε λέγεις. Λυσιστράτηἀγανακτεῖς. 500 ἀλλὰ ποιητέα ταῦτ᾽ ἐστὶν ὅμως. Πρόβουλοςνὴ τὴν Δήμητρ᾽ ἄδικόν γε. Λυσιστράτησωστέον ὦ τᾶν. Πρόβουλοςκεἰ μὴ δέομαι; Λυσιστράτητοῦδ᾽ οὕνεκα καὶ πολὺ μᾶλλον. Πρόβουλοςὑμῖν δὲ πόθεν περὶ τοῦ πολέμου τῆς τ᾽ εἰρήνης ἐμέλησεν; Λυσιστράτηἡμεῖς φράσομεν. Πρόβουλοςλέγε δὴ ταχέως, ἵνα μὴ κλάῃς, Λυσιστράτηἀκροῶ δή, καὶ τὰς χεῖρας πειρῶ κατέχειν. Πρόβουλοςἀλλ᾽ οὐ δύναμαι: χαλεπὸν γὰρ505 ὑπὸ τῆς ὀργῆς αὐτὰς ἴσχειν. Γυνὴ Α. κλαύσει τοίνυν πολὺ μᾶλλον. Πρόβουλοςτοῦτο μὲν ὦ γραῦ σαυτῇ κρώξαις: σὺ δέ μοι λέγε. Λυσιστράτηταῦτα ποιήσω. ἡμεῖς τὸν μὲν πρότερον πόλεμον† καὶ τὸν χρόνον ἠνεσχόμεθα† ὑπὸ σωφροσύνης τῆς ἡμετέρας τῶν ἀνδρῶν ἅττ᾽ ἐποιεῖτε. οὐ γὰρ γρύζειν εἰᾶθ᾽ ἡμᾶς. καίτοὐκ ἠρέσκετέ γ᾽ ἡμᾶς. 510 ἀλλ᾽ ᾐσθανόμεσθα καλῶς ὑμῶν, καὶ πολλάκις ἔνδον ἂν οὖσαιἠκούσαμεν ἄν τι κακῶς ὑμᾶς βουλευσαμένους μέγα πρᾶγμα: εἶτ᾽ ἀλγοῦσαι τἄνδοθεν ὑμᾶς ἐπανηρόμεθ᾽ ἂν γελάσασαι,‘ τί βεβούλευται περὶ τῶν σπονδῶν ἐν τῇ στήλῃ παραγράψαιἐν τῷ δήμῳ τήμερονὑμῖν;’‘ τίδὲ σοὶ ταῦτ᾽;’ ἦ δ᾽ ὃς ἂν ἁνήρ. 515‘ οὐ σιγήσει;’ κἀγὼ ἐσίγων. Γυνὴ Β. ἀλλ᾽ οὐκ ἂν ἐγώ ποτ᾽ ἐσίγων. Πρόβουλοςκἂν ᾤμωζές γ᾽, εἰ μὴ' σίγας. Λυσιστράτητοιγὰρ ἔγωγ᾽ ἔνδον ἐσίγων.... ἔτερόν τι πονηρότερον βούλευμ᾽ ἐπεπύσμεθ᾽ ἂν ὑμῶν: εἶτ᾽ ἠρόμεθ᾽ ἄν:‘ πῶς ταῦτ᾽ ὦνερ διαπράττεσθ᾽ ὧδ᾽ ἀνοήτως;’ ὁ δέ μ᾽ εὐθὺς ὑποβλέψας ἂν ἔφασκ᾽, εἰ μὴ τὸν στήμονα νήσω, 520 ὀτοτύξεσθαι μακρὰ τὴν κεφαλήν:‘ πόλεμος δ᾽ ἄνδρεσσι μελήσει.’ Πρόβουλοςὀρθῶς γε λέγων νὴ Δί᾽ ἐκεῖνος. Λυσιστράτηπῶς ὀρθῶς ὦ κακόδαιμον, εἰ μηδὲ κακῶς βουλευομένοις ἐξῆν ὑμῖν ὑποθέσθαι; ὅτε δὴ δ᾽ ὑμῶν ἐν ταῖσιν ὁδοῖς φανερῶς ἠκούομεν ἤδη,‘ οὐκ ἔστιν ἀνὴρ ἐν τῇ χώρᾳ;’‘ μὰ Δί᾽ οὐ δῆτ᾽,’ εἶφ᾽ ἕτερός τις: 525 μετὰ ταῦθ᾽ ἡμῖν εὐθὺς ἔδοξεν σῶσαι τὴν Ἑλλάδα κοινῇταῖσι γυναιξὶν συλλεχθείσαις. ποῖ γὰρ καὶ χρῆν ἀναμεῖναι; ἢν οὖν ἡμῶν χρηστὰ λεγουσῶν ἐθελήσητ᾽ ἀντακροᾶσθαικἀντισιωπᾶθ᾽ ὥσπερ χἠμεῖς, ἐπανορθώσαιμεν ἂν ὑμᾶς. Πρόβουλοςὑμεῖς ἡμᾶς; δεινόν γε λέγεις κοὐ τλητὸν ἔμοιγε. Λυσιστράτησιώπα. Πρόβουλος530 σοί γ᾽ ὦ κατάρατε σιωπῶ' γώ, καὶ ταῦτα κάλυμμα φορούσῃπερὶ τὴν κεφαλήν; μή νυν ζῴην.
1.24
Λυσιστράτηἀλλ᾽ εἰ τοῦτ᾽ ἐμπόδιόν σοι, παρ᾽ ἐμοῦ τουτὶ τὸ κάλυμμα λαβὼνἔχε καὶ περίθου περὶ τὴν κεφαλήν, κᾆτα σιώπαΓυνὴ Γ. 535 καὶ τοῦτον τὸν καλαθίσκον. Λυσιστράτηκᾆτα ξαίνειν ξυζωσάμενοςκυάμους τρώγων: πόλεμος δὲ γυναιξὶ μελήσει.
1.25
Χορὸς Γυναικῶναἰρώμεθ᾽ ὦ γυναῖκες ἀπὸ τῶν καλπίδων, ὅπως ἂν540 ἐν τῷ μέρει χἠμεῖς τι ταῖς φίλαισι συλλάβωμεν.
1.26
Χορὸς Γυναικῶνἔγωγε γὰρ ἂν οὔποτε κάμοιμ᾽ ἂν ὀρχουμένη,† οὐδὲ τὰ γόνατα κόπος ἕλοι μου καματηρός†: ἐθέλω δ᾽ ἐπὶ πᾶν ἰέναιμετὰ τῶνδ᾽ ἀρετῆς ἕνεχ᾽, αἷς545 ἔνι φύσις, ἔνι χάρις, ἔνι θράσος, ἔνι δὲ σοφόν, ἔνι δὲ φιλόπολιςἀρετὴ φρόνιμος.
1.27
Χορὸς Γυναικῶνἀλλ᾽ ὦ τηθῶν ἀνδρειοτάτων καὶ μητριδίων ἀκαληφῶν, 550 χωρεῖτ᾽ ὀργῇ καὶ μὴ τέγγεσθ᾽: ἔτι γὰρ νῦν οὔρια θεῖτε.
1.28
Λυσιστράτηἀλλ᾽ ἤνπερ ὅ τε γλυκύθυμος Ἔρως χἠ Κυπρογένει᾽ Ἀφροδίτηἵμερον ἡμῶν κατὰ τῶν κόλπων καὶ τῶν μηρῶν καταπνεύσῃ, κᾆτ᾽ ἐντήξῃ τέτανον τερπνὸν τοῖς ἀνδράσι καὶ ῥοπαλισμούς, οἶμαί ποτε Λυσιμάχας ἡμᾶς ἐν τοῖς Ἕλλησι καλεῖσθαι. Πρόβουλος555 τί ποιησάσας; Λυσιστράτηἢν παύσωμεν πρώτιστον μὲν ξὺν ὅπλοισινἀγοράζοντας καὶ μαινομένους. Γυνὴ Α. νὴ τὴν Παφίαν Ἀφροδίτην. Λυσιστράτηνῦν μὲν γὰρ δὴ κἀν ταῖσι χύτραις κἀν τοῖς λαχάνοισιν ὁμοίωςπεριέρχονται κατὰ τὴν ἀγορὰν ξὺν ὅπλοις ὥσπερ Κορύβαντες. Πρόβουλοςνὴ Δία: χρὴ γὰρ τοὺς ἀνδρείους. Λυσιστράτηκαὶ μὴν τό γε πρᾶγμα γέλοιον, 560 ὅταν ἀσπίδ᾽ ἔχων καὶ Γοργόνα τις κᾆτ᾽ ὠνῆται κορακίνους. Γυνὴ Β. νὴ Δί᾽ ἐγὼ γοῦν ἄνδρα κομήτην φυλαρχοῦντ᾽ εἶδον ἐφ᾽ ἵππουἐς τὸν χαλκοῦν ἐμβαλλόμενον πῖλον λέκιθον παρὰ γραός: ἕτερος δ᾽ αὖ Θρᾷξ πέλτην σείων κἀκόντιον ὥσπερ ὁ Τηρεύς, ἐδεδίσκετο τὴν ἰσχαδόπωλιν καὶ τὰς δρυπεπεῖς κατέπινεν. Πρόβουλος565 πῶς οὖν ὑμεῖς δυναταὶ παῦσαι τεταραγμένα πράγματα πολλὰἐν ταῖς χώραις καὶ διαλῦσαι; Λυσιστράτηφαύλως πάνυ. Πρόβουλοςπῶς; ἀπόδειξον. Λυσιστράτηὥσπερ κλωστῆρ᾽, ὅταν ἡμῖν ᾖ τεταραγμένος, ὧδε λαβοῦσαι, ὑπενεγκοῦσαι τοῖσιν ἀτράκτοις τὸ μὲν ἐνταυθοῖ τὸ δ᾽ ἐκεῖσε, οὕτως καὶ τὸν πόλεμον τοῦτον διαλύσομεν, ἤν τις ἐάσῃ, 570 διενεγκοῦσαι διὰ πρεσβειῶν τὸ μὲν ἐνταυθοῖ τὸ δ᾽ ἐκεῖσε. Πρόβουλοςἐξ ἐρίων δὴ καὶ κλωστήρων καὶ ἀτράκτων πράγματα δεινὰπαύσειν οἴεσθ᾽ ὦ ἀνόητοι; Λυσιστράτηκἂν ὑμῖν γ᾽ εἴ τις ἐνῆν νοῦς, ἐκ τῶν ἐρίων τῶν ἡμετέρων ἐπολιτεύεσθ᾽ ἂν ἅπαντα. Πρόβουλοςπῶς δή; φέρ᾽ ἴδω. Λυσιστράτηπρῶτον μὲν ἐχρῆν, ὥσπερ πόκου ἐν βαλανείῳ575 ἐκπλύναντας τὴν οἰσπώτην, ἐκ τῆς πόλεως ἐπὶ κλίνηςἐκραβδίζειν τοὺς μοχθηροὺς καὶ τοὺς τριβόλους ἀπολέξαι, καὶ τούς γε συνισταμένους τούτους καὶ τοὺς πιλοῦντας ἑαυτοὺςἐπὶ ταῖς ἀρχαῖσι διαξῆναι καὶ τὰς κεφαλὰς ἀποτῖλαι: εἶτα ξαίνειν ἐς καλαθίσκον κοινὴν εὔνοιαν, ἅπαντας580 καταμιγνύντας τούς τε μετοίκους κεἴ τις ξένος ἢ φίλος ὑμῖν, κεἴ τις ὀφείλει τῷ δημοσίῳ, καὶ τούτους ἐγκαταμεῖξαι: καὶ νὴ Δία τάς γε πόλεις, ὁπόσαι τῆς γῆς τῆσδ᾽ εἰσὶν ἄποικοι, διαγιγνώσκειν ὅτι ταῦθ᾽ ἡμῖν ὥσπερ τὰ κατάγματα κεῖταιχωρὶς ἕκαστον: κᾆτ᾽ ἀπὸ τούτων πάντων τὸ κάταγμα λαβόντας585 δεῦρο ξυνάγειν καὶ συναθροίξειν εἰς ἕν, κἄπειτα ποιῆσαιτολύπην μεγάλην κᾆτ᾽ ἐκ ταύτης τῷ δήμῳ χλαῖναν ὑφῆναι. Πρόβουλοςοὔκουν δεινὸν ταυτὶ ταύτας ῥαβδίξειν καὶ τολυπεύειν, αἶς οὐδὲ μετῆν πάνυ τοῦ πολέμου; Λυσιστράτηκαὶ μὴν ὦ παγκατάρατεπλεῖν ἤ γε διπλοῦν αὐτὸν φέρομεν, πρώτιστον μέν γε τεκοῦσαι590 κἀκπέμψασαι παῖδας ὁπλίτας. Πρόβουλοςσίγα, μὴ μνησικακήσῃς. Λυσιστράτηεἶθ᾽ ἡνίκα χρῆν εὐφρανθῆναι καὶ τῆς ἥβης ἀπολαῦσαι, μονοκοιτοῦμεν διὰ τὰς στρατιάς. καὶ θἠμέτερον μὲν ἐᾶτε, περὶ τῶν δὲ κορῶν ἐν τοῖς θαλάμοις γηρασκουσῶν ἀνιῶμαι. Πρόβουλοςοὔκουν χἄνδρες γηράσκουσιν; Λυσιστράτημὰ Δί᾽ ἀλλ᾽ οὐκεἶπας ὅμοιον. 595 ὁ μὲν ἥκων γάρ, κἂν ᾖ πολιός, ταχὺ παῖδα κόρην γεγάμηκεν: τῆς δὲ γυναικὸς σμικρὸς ὁ καιρός, κἂν τούτου μὴ' πιλάβηται, οὐδεὶς ἐθέλει γῆμαι ταύτην, ὀττευομένη δὲ κάθηται.
1.29
Πρόβουλοςἀλλ᾽ ὅστις ἔτι στῦσαι δυνατὸς— Λυσιστράτησὺ δὲ δὴ τί μαθὼν οὐκ ἀποθνῄσκεις; 600† χωρίον ἐστί:† σορὸν ὠνήσει: μελιτοῦτταν ἐγὼ καὶ δὴ μάξω. λαβὲ ταυτὶ καὶ στεφάνωσαι. Γυνὴ Ξ. καὶ ταυτασὶ δέξαι παρ᾽ ἐμοῦ. Γυνὴ Α. καὶ τουτονγὶ λαβὲ τὸν στέφανον. Λυσιστράτη605 τοῦ δεῖ; τί ποθεῖς; χώρει' ς τὴν ναῦν: ὁ Χάρων σε καλεῖ, σὺ δὲ κωλύεις ἀνάγεσθαι.
1.30
Πρόβουλοςεἶτ᾽ οὐχὶ ταῦτα δεινὰ πάσχειν ἔστ᾽ ἐμέ; νὴ τὸν Δί᾽ ἀλλὰ τοῖς προβούλοις ἄντικρυς610 ἐμαυτὸν ἐπιδείξω βαδίζων ὡς ἔχω. Λυσιστράτημῶν ἐγκαλεῖς ὅτι οὐχὶ προὐθέμεσθά σε; ἀλλ᾽ ἐς τρίτην γοῦν ἡμέραν σοὶ πρῲ πάνυἥξει παρ᾽ ἡμῶν τὰ τρίτ᾽ ἐπεσκευασμένα.
1.31
Χορὸς γερόντωνοὐκέτ᾽ ἔργον ἐγκαθεύδειν ὅστις ἔστ᾽ ἐλεύθερος, 615 ἀλλ᾽ ἐπαποδυώμεθ᾽ ἄνδρες τουτῳὶ τῷ πράγματι. ἤδη γὰρ ὄζειν ταδὶ πλειόνων καὶ μειζόνωνΧορὸς γερόντωνπραγμάτων μοι δοκεῖ, καὶ μάλιστ᾽ ὀσφραίνομαι τῆς Ἱππίου τυραννίδος: 620 καὶ πάνυ δέδοικα μὴ τῶν Λακώνων τινὲςδεῦρο συνεληλυθότες ἄνδρες ἐς Κλεισθένουςτὰς θεοῖς ἐχθρὰς γυναῖκας ἐξεπαίρωσιν δόλῳκαταλαβεῖν τὰ χρήμαθ᾽ ἡμῶν τόν τε μισθόν, 625 ἔνθεν ἔζων ἐγώ.
1.32
Χορὸς γερόντωνδεινὰ γάρ τοι τάσδε γ᾽ ἤδη τοὺς πολίτας νουθετεῖν, καὶ λαλεῖν γυναῖκας οὔσας ἀσπίδος χαλκῆς πέρι, καὶ διαλλάττειν πρὸς ἡμᾶς ἀνδράσιν Λακωνικοῖς, οἷσι πιστὸν οὐδὲν εἰ μή περ λύκῳ κεχηνότι. 630 ἀλλὰ ταῦθ᾽ ὕφηναν ἡμῖν ἄνδρες ἐπὶ τυραννίδι. ἀλλ᾽ ἐμοῦ μὲν οὐ τυραννεύσουσ᾽, ἐπεὶ φυλάξομαικαὶ φορήσω τὸ ξίφος τὸ λοιπὸν ἐν μύρτου κλαδί, ἀγοράσω τ᾽ ἐν τοῖς ὅπλοις ἑξῆς Ἀριστογείτονι, ὧδέ θ᾽ ἑστήξω παρ᾽ αὐτόν:† αὐτὸς† γάρ μοι γίγνεται635 τῆς θεοῖς ἐχθρᾶς πατάξαι τῆσδε γραὸς τὴν γνάθον.
1.33
Χορὸς Γυναικῶνοὐκ ἄρ᾽ εἰσιόντα σ᾽ οἴκαδ᾽ ἡ τεκοῦσα γνώσεται. ἀλλὰ θώμεσθ᾽ ὦ φίλαι γρᾶες ταδί πρῶτον χαμαί. ἡμεῖς γὰρ ὦ πάντες ἀστοὶ λόγων κατάρχομεντῇ πόλει χρησίμων: 640 εἰκότως, ἐπεὶ χλιδῶσαν ἀγλαῶς ἔθρεψέ με. ἑπτὰ μὲν ἔτη γεγῶσ᾽ εὐθὺς ἠρρηφόρουν: εἶτ᾽ ἀλετρὶς ἦ δεκέτις οὖσα τἀρχηγέτι: 645 κᾆτ᾽ ἔχουσα τὸν κροκωτὸν ἄρκτος ἦ Βραυρωνίοις: κἀκανηφόρουν ποτ᾽ οὖσα παῖς καλὴ' χουσ᾽ ἰσχάδων ὁρμαθόν:
1.34
Χορὸς Γυναικῶνἆρα προὐφείλω τι χρηστὸν τῇ πόλει παραινέσαι; εἰ δ᾽ ἐγὼ γυνὴ πέφυκα, τοῦτο μὴ φθονεῖτέ μοι, 650 ἢν ἀμείνω γ᾽ εἰσενέγκω τῶν παρόντων πραγμάτων. τοὐράνου γάρ μοι μέτεστι: καὶ γὰρ ἄνδρας ἐσφέρω, τοῖς δὲ δυστήνοις γέρουσιν οὐ μέτεσθ᾽ ὑμῖν, ἐπεὶτὸν ἔρανον τὸν λεγόμενον παππῷον ἐκ τῶν Μηδικῶνεἶτ᾽ ἀναλώσαντες οὐκ ἀντεσφέρετε τὰς ἐσφοράς, 655 ἀλλ᾽ ὑφ᾽ ὑμῶν διαλυθῆναι προσέτι κινδυνεύομεν. ἆρα γρυκτόν ἐστιν ὑμῖν; εἰ δὲ λυπήσεις τί με, τῷδέ γ᾽ ἀψήκτῳ πατάξω τῷ κοθόρνῳ τὴν γνάθον.
1.35
Χορὸς γερόντωνταῦτ᾽ οὖν οὐχ ὕβρις τὰ πράγματ᾽ ἐστὶ660 πολλή; κἀπιδώσειν μοι δοκεῖ τὸ χρῆμα μᾶλλον. ἀλλ᾽ ἀμυντέον τὸ πρᾶγμ᾽ ὅστις γ᾽ ἐνόρχης ἔστ᾽ ἀνήρ. ἀλλὰ τὴν ἐξωμίδ᾽ ἐκδυώμεθ᾽, ὡς τὸν ἄνδρα δεῖἀνδρὸς ὄζειν εὐθύς, ἀλλ᾽ οὐν ἐντεθριῶσθαι πρέπει. 665 ἀλλ᾽ ἄγετε λευκόποδες, οἵπερ επὶ Λείψύδριον ἤλθομεν ὅτ᾽ ἦμεν ἔτι, νῦν δεῖ νῦν ἀνηβῆσαι πάλιν κἀναπτερῶσαι670 πᾶν τὸ σῶμα κἀποσείσασθαι τὸ γῆρας τόδε.
1.36
Χορὸς γερόντωνεἰ γὰρ ἐνδώσει τις ἡμῶν ταῖσδε κἂν σμικρὰν λαβήν, οὐδὲν ἐλλείψουσιν αὗται λιπαροῦς χειρουργίας, ἀλλὰ καὶ ναῦς τεκτανοῦνται, κἀπιχειρήσουσ᾽ ἔτι675 ναυμαχεῖν καὶ πλεῖν ἐφ᾽ ἡμἁς ὥσπε, Ἀρτεμισία. ἢν δ᾽ ἐφ᾽ ἱππικὴν τράπωνται, διαγράφω τοὺς ἱππέας. ἱππικώτατον γάρ ἐστι χρῆμα κἄποχον γυνή, κοὐκ ἂν ἀπολίσθοι τρέχοντος: τὰς δ᾽ Ἀμαζόνας σκόπει, ἃς Μίκων ἔγραψ᾽ ἐφ᾽ ἵππων μαχομένας τοῖς ἀνδράσιν. 680 ἀλλὰ τούτων χρῆν ἁπασῶν ἐς τετρημένον ξύλονἐγκαθαρμόσαι λαβόντας τουτονὶ τὸν αὐχένα.
1.37
Χορὸς Γυναικῶνεἰ νὴ τὼ θεώ με ζωπυρήσεις, λύσω τὴν ἐμαυτῆς ὗν ἐγὼ δή, καὶ ποιήσω685 τήμερον τοὺς δημότας βωστρεῖν σ᾽ ἐγὼ πεκτούμενον. ἀλλὰ χἠμεῖς ὦ γυναῖκες θᾶττον ἐκδυώμεθα, ὡς ἂν ὄζωμεν γυναικῶν αὐτοδὰξ ὠργισμένων. νῦν πρὸς ἔμ᾽ ἴτω τις, ἵνα μή ποτε φάγῃ σκόροδα, μηδὲ690 κυάμους μέλανας. ὡς εἰ καὶ μόνον κακῶς ἐρεῖς, ὑπερχολῶ γάρ, 695 αἰετὸν τίκτοντα κάνθαρός σε μαιεύσομαι.
1.38
Χορὸς Γυναικῶνοὐ γὰρ ὑμῶν φροντίσαιμ᾽ ἄν, ἢν ἐμοὶ ζῇ Λαμπιτὼἥ τε Θηβαία φίλη παῖς εὐγενὴς Ἰσμηνία. οὐ γὰρ ἔσται δύναμις, οὐδ᾽ ἢν ἑπτάκις σὺ ψηφίσῃ, ὅστις ὦ δύστην᾽ ἀπήχθου πᾶσι καὶ τοῖς γείτοσιν. 700 ὥστε κἀχθὲς θἠκάτῃ ποιοῦσα παιγνίαν ἐγὼτοῖσι παισὶ τὴν ἑταίραν ἐκάλεσ᾽ ἐκ τῶν γειτόνων, παῖδα χρηστὴν κἀγαπητὴν ἐκ Βοιωτῶν ἔγχελυν: οἱ δὲ πέμψειν οὐκ ἔφασκον διὰ τὰ σὰ ψηφίσματα. κοὐχὶ μὴ παύσησθε τῶν ψηφισμάτων τούτων, πρὶν ἂν705 τοῦ σκέλους ὑμᾶς λαβών τις ἐκτραχηλίσῃ φέρων.
1.39
Χορὸς Γυναικῶνἄνασσα πράγους τοῦδε καὶ βουλεύματος, τί μοι σκυθρωπὸς ἐξελήλυθας δόμων; Λυσιστράτηκακῶν γυναικῶν ἔργα καὶ θήλεια φρὴνποιεῖ μ᾽ ἄθυμον περιπατεῖν τ᾽ ἄνω κάτω. Χορὸς Γυναικῶν710 τί φῄς; τί φῄς; Λυσιστράτηἀληθῆ, ἀληθῆ. Χορὸς Γυναικῶντί δ᾽ ἐστὶ δεινόν; φράζε ταῖς σαυτῆς φίλαις. Λυσιστράτηἀλλ᾽ αἰσχρὸν εἰπεῖν καὶ σιωπῆσαι βαρύ. Χορὸς Γυναικῶνμή νύν με κρύψῃς ὅ τι πεπόνθαμεν κακόν. Λυσιστράτη715 βινητιῶμεν, ᾗ βράχιστον τοῦ λόγου. Χορὸς Γυναικῶνἰὼ Ζεῦ. Λυσιστράτητί Ζῆν᾽ ἀυτεῖς; ταῦτα δ᾽ οὖν οὕτως ἔχει. ἐγὼ μὲν οὖν αὐτὰς ἀποσχεῖν οὐκέτιοἵα τ᾽ ἀπὸ τῶν ἀνδρῶν: διαδιδράσκουσι γάρ. 720 τὴν μέν γε πρώτην διαλέγουσαν τὴν ὀπὴνκατέλαβον ᾗ τοῦ Πανός ἐστι ταὐλίον, τὴν δ᾽ ἐκ τροχιλείας αὖ κατειλυσπωμένην, τὴν δ᾽ αὐτομολοῦσαν, τὴν δ᾽ ἐπὶ στρούθου† μίαν† ἤδη πέτεσθαι διανοουμένην κάτω725 ἐς Ὀρσιλόχου χθὲς τῶν τριχῶν κατέσπασα. πάσας τε προφάσεις ὥστ᾽ ἀπελθεῖν οἴκαδεἕλκουσιν. ἤδη γοῦν τις αὐτῶν ἔρχεται. αὕτη σὺ ποῖ θεῖς; Γυνὴ Α. οἴκαδ᾽ ἐλθεῖν βούλομαι. οἴκοι γάρ ἐστιν ἔριά μοι Μιλήσια730 ὑπὸ τῶν σέων κατακοπτόμενα. Λυσιστράτηποίων σέων; οὐκ εἶ πάλιν; Γυνὴ Α. ἀλλ᾽ ἥξω ταχέως νὴ τὼ θεὼὅσον διαπετάσασ᾽ ἐπὶ τῆς κλίνης μόνον. Λυσιστράτημὴ διαπετάννυ, μηδ᾽ ἀπέλθῃς μηδαμῇ. Γυνὴ Α. ἀλλ᾽ ἐῶ' πολέσθαι τἄρι᾽; Λυσιστράτηἢν τούτου δέῃ. Γυνὴ Β. 735 τάλαιν᾽ ἐγώ, τάλαινα τῆς Ἀμοργίδος, ἣν ἄλοπον οἴκοι καταλέλοιφ᾽. Λυσιστράτηαὕθἠτέραἐπὶ τὴν Ἄμοργιν τὴν ἄλοπον ἐξέρχεται. χώρει πάλιν δεῦρ᾽. Γυνὴ Β. ἀλλὰ νὴ τὴν Φωσφόρονἔγωγ᾽ ἀποδείρασ᾽ αὐτίκα μάλ᾽ ἀνέρχομαι. Λυσιστράτη740 μή μἀποδείρῃς. ἢν γὰρ ἄρξῃς τοῦτο σύ, ἑτέρα γυνὴ ταὐτὸν ποιεῖν βουλήσεται. Γυνὴ Γὦ πότνι᾽ Εἰλείθυι᾽ ἐπίσχες τοῦ τόκου, ἕως ἂν εἰς ὅσιον μόλω' γὼ χωρίον. Λυσιστράτητί ταῦτα ληρεῖς; Γυνὴ Γαὐτίκα μάλα τέξομαι. Λυσιστράτη745 ἀλλ᾽ οὐκ ἐκύεις σύ γ᾽ ἐχθές. Γυνὴ Γἀλλὰ τήμερον. ἀλλ᾽ οἴκαδέ μ᾽ ὡς τὴν μαῖαν ὦ Λυσιστράτηἀπόπεμψον ὡς τάχιστα. Λυσιστράτητίνα λόγον λέγεις; τί τοῦτ᾽ ἔχεις τὸ σκληρόν; Γυνὴ Γἄρρεν παιδίον.
1.40
Λυσιστράτημὰ τὴν Ἀφροδίτην οὐ σύ γ᾽, ἀλλ᾽ ἢ χαλκίον750 ἔχειν τι φαίνει κοῖλον: εἴσομαι δ᾽ ἐγώ. ὦ καταγέλαστ᾽ ἔχουσα τὴν ἱερὰν κυνῆνκυεῖν ἔφασκες; Γυνὴ Γκαὶ κυῶ γε νὴ Δία. Λυσιστράτητί δῆτα ταύτην εἶχες; Γυνὴ Γἵνα μ᾽ εἰ καταλάβοιὁ τόκος ἔτ᾽ ἐν πόλει, τέκοιμ᾽ ἐς τὴν κυνῆν755 ἐσβᾶσα ταύτην, ὥσπερ αἱ περιστεραί. Λυσιστράτητί λέγεις; προφασίζει: περιφανῆ τὰ πράγματα. οὐ τἀμφιδρόμια τῆς κυνῆς αὐτοῦ μενεῖς; Γυνὴ Γἀλλ᾽ οὐ δύναμαι' γωγ᾽ οὐδὲ κοιμᾶσθ᾽ ἐν πόλει, ἐξ οὗ τὸν ὄφιν εἶδον τὸν οἰκουρόν ποτε. Γυνὴ Δ760 ἐγὼ δ᾽ ὑπὸ τῶν γλαυκῶν γε τάλαιν᾽ ἀπόλλυμαιταῖς ἀγρυπνίαισι κακκαβαζουσῶν ἀεί. Λυσιστράτηὦ δαιμόνιαι παύσασθε τῶν τερατευμάτων. ποθεῖτ᾽ ἴσως τοὺς ἄνδρας: ἡμᾶς δ᾽ οὐκ οἴειποθεῖν ἐκείνους; ἀργαλέας γ᾽ εὖ οἶδ᾽ ὅτι765 ἄγουσι νύκτας. ἀλλ᾽ ἀνάσχεσθ᾽ ὦγαθαί, καὶ προσταλαιπωρήσατ᾽ ἔτ᾽ ὀλίγον χρόνον, ὡς χρησμὸς ἡμῖν ἐστιν ἐπικρατεῖν, ἐὰνμὴ στασιάσωμεν: ἔστι δ᾽ ὁ χρησμὸς οὑτοσί. Γυνὴ Αλέγ᾽ αὐτὸν ἡμῖν ὅ τι λέγει. Λυσιστράτησιγᾶτε δή. 770 ἀλλ᾽ ὁπόταν πτήξωσι χελιδόνες εἰς ἕνα χῶρον, τοὺς ἔποπας φεύγουσαι, ἀπόσχωνταί τε φαλήτων, παῦλα κακῶν ἔσται, τὰ δ᾽ ὑπέρτερα νέρτερα θήσειΖεὺς ὑψιβρεμέτης— Γυνὴ Βἐπάνω κατακεισόμεθ᾽ ἡμεῖς; Λυσιστράτηἢν δὲ διαστῶσιν καὶ ἀναπτῶνται πτερύγεσσιν775 ἐξ ἱεροῦ ναοῖο χελιδόνες, οὐκέτι δόξειὄρνεον οὐδ᾽ ὁτιοῦν καταπυγωνέστερον εἶναι. Γυνὴ Ασαφής γ᾽ ὁ χρησμὸς νὴ Δί᾽. Λυσιστράτηὦ πάντες θεοί, μή νυν ἀπείπωμεν ταλαιπωρούμεναι, ἀλλ᾽ εἰσίωμεν. καὶ γὰρ αἰσχρὸν τουτογὶ780 ὦ φίλταται, τὸν χρησμὸν εἰ προδώσομεν.
1.41
Χορὸς γερόντωνμῦθον βούλομαι λέξαι τιν᾽ ὑμῖν, ὅν ποτ᾽ ἤκουσ᾽ αὐτὸς ἔτι παῖς ὤν. 785 οὕτως ἦν νεανίσκος Μελανίων τις, ὃς φεύγων γάμον ἀφίκετ᾽ ἐς ἐρημίαν, κἀν τοῖς ὄρεσιν ᾤκει: κᾆτ᾽ ἐλαγοθήρει790 πλεξάμενος ἄρκυς, καὶ κύνα τιν᾽ εἶχεν, κοὐκέτι κατῆλθε πάλιν οἴκαδ᾽ ὑπὸ μίσους. οὕτω τὰς γυναῖκας ἐβδελύχθη795' κεῖνος, ἡμεῖς τ᾽ οὐδὲν ἧττοντοῦ Μελανίωνος οἱ σώφρονες. γέρωνβούλομαί σε γραῦ κύσαι— Γυνήκρόμμυόν τἄρ᾽ οὐκ ἔδει. γέρωνκἀνατείνας λακτίσαι. Γυνή800 τὴν λόχμην πολλὴν φορεῖς. Χορὸς γερόντωνκαὶ Μυρωνίδης γὰρ ἦντραχὺς ἐντεῦθεν μελάμπυγόςτε τοῖς ἐχθροῖς ἅπασιν, ὥς δὲ καὶ Φορμίων.
1.42
Χορὸς Γυναικῶν805 κἀγὼ βούλομαι μῦθόν τιν᾽ ὑμῖν ἀντιλέξαιτῷ Μελανίωνι. Τίμων ἦν ἀίδρυτός τις ἀβάτοισιν810 ἐν σκώλοισι τὸ πρόσωπον περιειργμένος, Ἐρινύων ἀπορρώξ. οὗτος οὖν ὁ Τίμων* ᾤχεθ᾽ ὑπὸ μίσους815 πολλὰ καταρασάμενος ἀνδράσι πονηροῖς. οὕτω' κεῖνος ὑμῶν ἀντεμίσειτοὺς πονηροὺς ἄνδρας ἀεί, 820 ταῖσι δὲ γυναιξὶν ἦν φίλτατος. Γυνήτὴν γνάθον βούλει θένω; γέρωνμηδαμῶς:† ἔδεισά γε.† Γυνήἀλλὰ κρούσω τῷ σκέλει; γέρωντὸν σάκανδρον ἐκφανεῖς. Χορὸς Γυναικῶν825 ἀλλ᾽ ὅμως ἂν οὐκ ἴδοιςκαίπερ οὔσης γραὸς ὄντ᾽ αὐτὸνκομήτην, ἀλλ᾽ ἀπεψιλωμένοντῷ λύχνῳ.
1.43
Λυσιστράτηἰοὺ ἰοὺ γυναῖκες ἴτε δεῦρ᾽ ὡς ἐμὲ830 ταχέως. Γυνήτί δ᾽ ἔστιν; εἰπέ μοι τίς ἡ βοή; Λυσιστράτηἄνδρ᾽ ἄνδρ᾽ ὁρῶ προσιόντα παραπεπληγμένον, τοῖς τῆς Ἀφροδίτης ὀργίοις εἰλημμένον. ὦ πότνια Κύπρου καὶ Κυθήρων καὶ Πάφουμεδέουσ᾽, ἴθ᾽ ὀρθὴν ἥνπερ ἔρχι τὴν ὁδόν. Γυνή835 ποῦ δ᾽ ἐστὶν ὅστις ἐστί; Λυσιστράτηπαρὰ τὸ τῆς Χλόης. Γυνὴὢ νὴ Δί᾽ ἔστι δῆτα. τίς κἀστίν ποτε; Λυσιστράτηὁρᾶτε: γιγνώσκει τις ὑμῶν; Μυρρίνηνὴ Δίαἔγωγε: κἀστὶν οὑμὸς ἀνὴρ Κινησίας. Λυσιστράτησὸν ἔργον ἤδη τοῦτον ὀπτᾶν καὶ στρέφειν840 κἀξηπεροπεύειν καὶ φιλεῖν καὶ μὴ φιλεῖν, καὶ πάνθ᾽ ὑπέχειν πλὴν ὧν σύνοιδεν ἡ κύλιξ. Μυρρίνηἀμέλει ποιήσω ταῦτ᾽ ἐγώ. Λυσιστράτηκαὶ μὴν ἐγὼξυνηπεροπεύσω σοι παραμένουσ᾽ ἐνθαδί, καὶ ξυσταθεύσω τοῦτον. ἀλλ᾽ ἀπέλθετε. Κινησίας845 οἴμοι κακοδαίμων, οἷος ὁ σπασμός μ᾽ ἔχειχὠ τέτανος ὥσπερ ἐπὶ τροχοῦ στρεβλούμενον. Λυσιστράτητίς οὗτος οὑντὸς τῶν φυλάκων ἑστώς; Κινησίαςἐγώ. Λυσιστράτηἀνήρ; Κινησίαςἀνὴρ δῆτ᾽. Λυσιστράτηοὐκ ἄπει δῆτ᾽ ἐκποδών; Κινησίαςσὺ δ᾽ εἶ τίς ἡκβάλλουσά μ᾽; Λυσιστράτηἡμεροσκόπος. Κινησίας850 πρὸς τῶν θεῶν νυν ἐκκάλεσόν μοι Μυρρίνην. Λυσιστράτηἰδοὺ καλέσω' γὼ Μυρρίνην σοι; σὺ δὲ τίς εἶ; Κινησίαςἀνὴρ ἐκείνης, Παιονίδης Κινησίας. Λυσιστράτηὦ χαῖρε φίλτατ᾽: οὐ γὰρ ἀκλεὲς τοὔνομτὸ σὸν παρ᾽ ἡμῖν ἐστιν οὐδ᾽ ἀνώνυμον. 855 ἀεὶ γὰρ ἡ γυνή σ᾽ ἔχει διὰ στόμα. κἂν ᾠὸν ἢ μῆλον λάβῃ,‘ Κινησίᾳτουτὶ γένοιτο,’ φησίν. Κινησίαςὢ πρὸς τῶν θεῶν. Λυσιστράτηνὴ τὴν Ἀφροδίτην: κἂν περὶ ἀνδρῶν γ᾽ ἐμπέσῃλόγος τις, εἴρηκ᾽ εὐθέως ἡ σὴ γυνὴ860 ὅτι λῆρός ἐστι τἄλλα πρὸς Κινησίαν. Κινησίαςἴθι νυν κάλεσον αὐτήν. Λυσιστράτητί οὖν; δώσεις τί μοι; Κινησίαςἔγωγέ σοι νὴ τὸν Δί᾽, ἢν βούλῃ γε σύ: ἔχω δὲ τοῦθ᾽: ὅπερ οὖν ἔχω, δίδωμί σοι. Λυσιστράτηφέρε νυν καλέσω καταβᾶσά σοι. Κινησίαςταχύ νυν πάνυ. 865 ὡς οὐδεμίαν ἔχω γε τῷ βίῳ χάριν, ἐξ οὗπερ αὕτη' ξῆλθεν ἐκ τῆς οἰκίας: ἀλλ᾽ ἄχθομαι μὲν εἰσιών, ἔρημα δὲεἶναι δοκεῖ μοι πάντα, τοῖς δὲ σιτίοιςχάριν οὐδεμίαν οἶδ᾽ ἐσθίων: ἔστυκα γάρ.
1.44
Μυρρίνη870 φιλῶ φιλῶ' γὼ τοῦτον: ἀλλ᾽ οὐ βούλεταιὑπ᾽ ἐμοῦ φιλεῖσθαι. σὺ δ᾽ ἐμὲ τούτῳ μὴ κάλει. Κινησίαςὦ γλυκύτατον Μυρρινίδιον τί ταῦτα δρᾷς; κατάβηθι δεῦρο. Μυρρίνημὰ Δί᾽ ἐγὼ μὲν αὐτόσ᾽ οὔ. Κινησίαςἐμοῦ καλοῦντος οὐ καταβήσει Μυρρίνη; Μυρρίνη875 οὐ γὰρ δεόμενος οὐδὲν ἐκκαλεῖς ἐμέ. Κινησίαςἐγὼ οὐ δεόμενος; ἐπιτετριμμένος μὲν οὖν. Μυρρίνηἄπειμι. Κινησίαςμὴ δῆτ᾽, ἀλλὰ τῷ γοῦν παιδίῳὑπάκουσον: οὗτος οὐ καλεῖς τὴν μαμμίαν; Παῖς Κινησίουμαμμία, μαμμία, μαμμία. Κινησίας880 αὕτη τί πάσχεις; οὐδ᾽ ἐλεεῖς τὸ παιδίονἄλουτον ὂν κἄθηλον ἕκτην ἡμέραν; Μυρρίνηἔγωγ᾽ ἐλεῶ δῆτ᾽: ἀλλ᾽ ἀμελὴς αὐτῷ πατὴρἔστιν. Κινησίαςκατάβηθ᾽ ὦ δαιμονία τῷ παιδίῳ. Μυρρίνηοἷον τὸ τεκεῖν: καταβατέον. τί γὰρ πάθω; Κινησίας885 ἐμοὶ γὰρ αὕτη καὶ νεωτέρα δοκεῖπολλῷ γεγενῆσθαι κἀγανώτερον βλέπειν: χἂ δυσκολαίνει πρὸς ἐμὲ καὶ βρενθύεται, ταῦτ᾽ αὐτὰ δή' σθ᾽ ἃ κἄμ᾽ ἐπιτρίβει τῷ πόθῳ. Μυρρίνηὦ γλυκύτατον σὺ τεκνίδιον κακοῦ πατρός, 890 φέρε σε φιλήσω γλυκύτατον τῇ μαμμίᾳ. Κινησίαςτί ὦ πονήρα ταῦτα ποιεῖς χἀτέραιςπείθει γυναιξί, κἀμέ τ᾽ ἄχθεσθαι ποιεῖςαὐτή τε λυπεῖ; Μυρρίνημὴ πρόσαγε τὴν χεῖρά μοι. Κινησίαςτὰ δ᾽ ἔνδον ὄντα τἀμὰ καὶ σὰ χρήματα895 χεῖρον διατίθης. Μυρρίνηὀλίγον αὐτῶν μοι μέλει. Κινησίαςὀλίγον μέλει σοι τῆς κρόκης φορουμένηςὑπὸ τῶν ἀλεκτρυόνων; Μυρρίνηἔμοιγε νὴ Δία. Κινησίαςτὰ δὲ τῆς Ἀφροδίτης ἱέρ᾽ ἀνοργίαστά σοιχρόνον τοσοῦτόν ἐστιν. οὐ βαδιεῖ πάλιν; Μυρρίνη900 μὰ Δί᾽ οὐκ ἔγωγ᾽, ἢν μὴ διαλλαχθῆτέ γεκαὶ τοῦ πολέμου παύσησθε. Κινησίαςτοιγάρ, ἢν δοκῇ, ποιήσομεν καὶ ταῦτα. Μυρρίνητοιγάρ, ἢν δοκῇ, κἄγωγ᾽ ἄπειμ᾽ ἐκεῖσε: νῦν δ᾽ ἀπομώμοκα. Κινησίαςσὺ δ᾽ ἀλλὰ κατακλίνηθι μετ᾽ ἐμοῦ διὰ χρόνου. Μυρρίνη905 οὐ δῆτα: καίτοι σ᾽ οὐκ ἐρῶ γ᾽ ὡς οὐ φιλῶ. Κινησίαςφιλεῖς; τί οὖν οὐ κατεκλίνης ὦ Μύρριον; Μυρρίνηὦ καταγέλαστ᾽ ἐναντίον τοῦ παιδίου; Κινησίαςμὰ Δί᾽ ἀλλὰ τοῦτό γ᾽ οἴκαδ᾽ ὦ Μανῆ φέρε. ἰδοὺ τὸ μέν σοι παιδίον καὶ δὴ' κποδών, 910 σὺ δ᾽ οὐ κατακλίνει. Μυρρίνηποῦ γὰρ ἄν τις καὶ τάλανδράσειε τοῦθ᾽; Κινησίαςὅπου; τὸ τοῦ Πανὸς καλόν. Μυρρίνηκαὶ πῶς ἔθ᾽ ἁγνὴ δῆτ᾽ ἂν ἔλθοιμ᾽ ἐς πόλιν; Κινησίαςκάλλιστα δήπου λουσαμένη τῇ Κλεψύδρᾳ. Μυρρίνηἔπειτ᾽ ὀμόσασα δῆτ᾽ ἐπιορκήσω τάλαν;
1.45
Κινησίας915 εἰς ἐμὲ τράποιτο: μηδὲν ὅρκου φροντίσῃς. Μυρρίνηφέρε νυν ἐνέγκω κλινίδιον νῷν. Κινησίαςμηδαμῶς. ἀρκεῖ χαμαὶ νῷν. Μυρρίνημὰ τὸν Ἀπόλλω μή σ᾽ ἐγὼκαίπερ τοιοῦτον ὄντα κατακλινῶ χαμαί. Κινησίαςἥ τοι γυνὴ φιλεῖ με, δήλη' στὶν καλῶς. Μυρρίνη920 ἰδοὺ κατάκεισ᾽ ἀνύσας τι, κἀγὼ' κδύομαι. καίτοι, τὸ δεῖνα, ψίαθός ἐστ᾽ ἐξοιστέα. Κινησίαςποία ψίαθος; μὴ μοί γε. Μυρρίνηνὴ τὴν Ἄρτεμιν, αἰσχρὸν γὰρ ἐπὶ τόνου γε. Κινησίαςδός μοί νυν κύσαι. Μυρρίνηἰδού. Κινησίαςπαπαιάξ: ἧκέ νυν ταχέως πάνυ. Μυρρίνη925 ἰδοὺ ψίαθος: κατάκεισο, καὶ δὴ' κδύομαι. καίτοι, τὸ δεῖνα, προσκεφάλαιον οὐκ ἔχεις. Κινησίαςἀλλ᾽ οὐδὲ δέομ᾽ ἔγωγε. Μυρρίνηνὴ Δί᾽ ἀλλ᾽ ἐγώ. Κινησίαςἀλλ᾽ ἢ τὸ πέος τόδ᾽ Ἡρακλῆς ξενίζεται. Μυρρίνηἀνίστασ᾽, ἀναπήδησον. ἤδη πάντ᾽ ἔχω. Κινησίας930 ἅπαντα δῆτα. δεῦρό νυν ὦ χρύσιον. Μυρρίνητὸ στρόφιον ἤδη λύομαι. μέμνησό νυν: μή μ᾽ ἐξαπατήσῃς τὰ περὶ τῶν διαλλαγῶν. Κινησίαςνὴ Δί᾽ ἀπολοίμην ἆρα. Μυρρίνησισύραν οὐκ ἔχεις. Κινησίαςμὰ Δί᾽ οὐδὲ δέομαί γ᾽, ἀλλὰ βινεῖν βούλομαι. Μυρρίνη935 ἀμέλει ποιήσεις τοῦτο: ταχὺ γὰρ ἔρχομαι. Κινησίαςἅνθρωπος ἐπιτρίψει με διὰ τὰ στρώματα. Μυρρίνηἔπαιρε σαυτόν. Κινησίαςἀλλ᾽ ἐπῆρται τοῦτό γε. Μυρρίνηβούλει μυρίσω σε; Κινησίαςμὰ τὸν Ἀπόλλω μὴ μέ γε. Μυρρίνηνὴ τὴν Ἀφροδίτην ἤν τε βούλῃ γ᾽ ἤν τε μή. Κινησίας940 εἴθ᾽ ἐκχυθείη τὸ μύρον ὦ Ζεῦ δέσποτα. Μυρρίνηπρότεινέ νυν τὴν χεῖρα κἀλείφου λαβών. Κινησίαςοὐχ ἡδὺ τὸ μύρον μὰ τὸν Ἀπόλλω τουτογί, εἰ μὴ διατριπτικόν γε κοὐκ ὄζον γάμων. Μυρρίνητάλαιν᾽ ἐγὼ τὸ Ῥόδιον ἤνεγκον μύρον. Κινησίας945 ἀγαθόν: ἔα αὔτ᾽ ὦ δαιμονία. Μυρρίνηληρεῖς ἔχων. Κινησίαςκάκιστ᾽ ἀπόλοιθ᾽ ὁ πρῶτος ἑψήσας μύρον. Μυρρίνηλαβὲ τόνδε τὸν ἀλάβαστον. Κινησίαςἀλλ᾽ ἕτερον ἔχω. ἀλλ᾽ ᾠζυρὰ κατάκεισο καὶ μή μοι φέρεμηδέν. Μυρρίνηποιήσω ταῦτα νὴ τὴν Ἄρτεμιν. 950 ὑπολύομαι γοῦν. ἀλλ᾽ ὅπως ὦ φίλτατεσπονδὰς ποιεῖσθαι ψηφιεῖ. Κινησίαςβουλεύσομαι. ἀπολώλεκέν με κἀπιτέτριφεν ἡ γυνὴτά τ᾽ ἄλλα πάντα κἀποδείρασ᾽ οἴχεται.
1.46
Κινησίαςοἴμοι τί πάθω; τίνα βινήσω955 τῆς καλλίστης πασῶν ψευσθείς; πῶς ταυτηνὶ παιδοτροφήσω; ποῦ Κυναλώπηξ; μίσθωσόν μοι τὴν τίτθην. Χορὸς γερόντωνἐν δεινῷ γ᾽ ὦ δύστηνε κακῷ960 τείρει ψυχὴν ἐξαπατηθείς. κἄγωγ᾽ οἰκτίρω σ᾽ αἰαῖ. ποῖος γὰρ ἂν ἢ νέφρος ἀντίσχοι, ποία ψυχή, ποῖοι δ᾽ ὄρχεις, ποία δ᾽ ὀσφῦς, ποῖος δ᾽ ὄρρος965 κατατεινόμενοςκαὶ μὴ βινῶν τοὺς ὄρθρους; Κινησίαςὦ Ζεῦ δεινῶν ἀντισπασμῶν. Χορὸς γερόντωνταυτὶ μέντοι νυνί σ᾽ ἐποίησ᾽ ἡ παμβδελυρὰ καὶ παμμυσαρά. Κινησίας970 μὰ Δί᾽ ἀλλὰ φίλη καὶ παγγλυκερά. Χορὸς γερόντωνποία γλυκερά; μιαρὰ μιαρά. Κινησίαςμιαρὰ δῆτ᾽ ὦ Ζεῦ ὦ Ζεῦ: εἴθ᾽ αὐτὴν ὥσπερ τοὺς θωμοὺςμεγάλῳ τυφῷ καὶ πρηστῆρι975 ξυστρέψας καὶ ξυγγογγύλαςοἴχοιο φέρων, εἶτα μεθείης, ἡ δὲ φέροιτ᾽ αὖ πάλιν ἐς τὴν γῆν, κᾆτ᾽ ἐξαίφνηςπερὶ τὴν ψωλὴν περιβαίη.
1.47
Κῆρυξ Λακεδαιμονίων980 πᾷ τᾶν Ἀσανᾶν ἐστιν ἁ γερωχίαἢ τοὶ πρυτάνιες; λῶ τι μυσίξαι νέον. Κινησίαςσὺ δ᾽ εἶ πότερον ἄνθρωπος ἢ κονίσαλος; Κῆρυξ Λακεδαιμονίωνκᾶρυξ ἐγὼν ὦ κυρσάνιε ναὶ τὼ σιὼἔμολον ἀπὸ Σπάρτας περὶ τᾶν διαλλαγᾶν. Κινησίας985 κἄπειτα δόρυ δῆθ᾽ ὑπὸ μάλης ἥκεις ἔχων; Κῆρυξ Λακεδαιμονίωνοὐ τὸν Δί᾽ οὐκ ἐγών γα. Κινησίαςποῖ μεταστρέφει; τί δὴ προβάλλει τὴν χλαμύδ᾽; ἢ βουβωνιᾷςὑπὸ τῆς ὁδοῦ; Κῆρυξ Λακεδαιμονίωνπαλαιόρ γα ναὶ τὸν Κάστοραὥνθρωπος. Κινησίαςἀλλ᾽ ἔστυκας ὦ μιαρώτατε. Κῆρυξ Λακεδαιμονίων990 οὐ τὸν Δί᾽ οὐκ ἐγών γα: μηδ᾽ αὖ πλαδδίη. Κινησίαςτί δ᾽ ἐστί σοι τοδί; Κῆρυξ Λακεδαιμονίωνσκυτάλα Λακωνικά. Κινησίαςεἴπερ γε χαὔτη' στὶ σκυτάλη Λακωνική. ἀλλ᾽ ὡς πρὸς εἰδότ᾽ ἐμὲ σὺ τἀληθῆ λέγε. τί τὰ πράγμαθ᾽ ὑμῖν ἐστι τἀν Λακεδαίμονι; Κῆρυξ Λακεδαιμονίων995 ὀρσὰ Λακεδαίμων πᾶα καὶ τοὶ σύμμαχοιἅπαντες ἐστύκαντι: Πελλάνας δὲ δεῖ. Κινησίαςἀπὸ τοῦ δὲ τουτὶ τὸ κακὸν ὑμῖν ἐνέπεσεν; ἀπὸ Πανός; Κῆρυξ Λακεδαιμονίωνοὔκ, ἀλλ᾽ ἆρχεν οἰῶ Λαμπιτώ, ἔπειτα τἄλλαι ταὶ κατὰ Σπάρταν ἅμα1000 γυναῖκες ᾇπερ ἀπὸ μιᾶς ὑσπλαγίδοςἀπήλααν τὼς ἄνδρας ἀπὸ τῶν ὑσσάκων. Κινησίαςπῶς οὖν ἔχετε; Κῆρυξ Λακεδαιμονίωνμογίομες. ἂν γὰρ τὰν πόλινᾇπερ λυχνοφορίοντες ἐπικεκύφαμες. ταὶ γὰρ γυναῖκες οὐδὲ τῶ μύρτω σιγεῖν1005 ἐῶντι, πρίν γ᾽ ἅπαντες ἐξ ἑνὸς λόγωσπονδὰς ποιησώμεσθα ποττὰν Ἑλλάδα. Κινησίαςτουτὶ τὸ πρᾶγμα πανταχόθεν ξυνομώμοταιὑπὸ τῶν γυναικῶν: ἄρτι νυνὶ μανθάνω. ἀλλ᾽ ὡς τάχιστα φράζε περὶ διαλλαγῶν1010 αὐτοκράτορας πρέσβεις ἀποπέμπειν ἐνθαδί. ἐγὼ δ᾽ ἑτέρους ἐνθένδε τῇ βουλῇ φράσωπρέσβεις ἑλέσθαι τὸ πέος ἐπιδείξας τοδί. Κῆρυξ Λακεδαιμονίωνποτάομαι: κράτιστα γὰρ παντᾷ λέγεις.
1.48
Χορὸς γερόντωνοὐδέν ἐστι θηρίον γυναικὸς ἀμαχώτερον, 1015 οὐδὲ πῦρ, οὐδ᾽ ὧδ᾽ ἀναιδὴς οὐδεμία πόρδαλις. Χορὸς Γυναικῶνταῦτα μέντοι σὺ ξυνιεὶς εἶτα πολεμεῖς ἐμοί, ἐξὸν ὦ πόνηρε σοὶ βέβαιον ἔμ᾽ ἔχειν φίλην; Χορὸς γερόντωνὡς ἐγὼ μισῶν γυναῖκας οὐδέποτε παύσομαι. Χορὸς Γυναικῶνἀλλ᾽ ὅταν βούλῃ σύ: νῦν δ᾽ οὖν οὔ σε περιόψομαι1020 γυμνὸν ὄνθ᾽ οὕτως. ὁρῶ γὰρ ὡς καταγέλαστος εἶ. ἀλλὰ τὴν ἐξωμίδ᾽ ἐνδύσω σε προσιοῦσ᾽ ἐγώ. Χορὸς γερόντωντοῦτο μὲν μὰ τὸν Δί᾽ οὐ πονηρὸν ἐποιήσατε: ἀλλ᾽ ὑπ᾽ ὀργῆς γὰρ πονηρᾶς καὶ τότ᾽ ἀπέδυν ἐγώ. Χορὸς Γυναικῶνπρῶτα μὲν φαίνει γ᾽ ἀνήρ, εἶτ᾽ οὐ καταγέλαστος εἶ. 1025 κεἴ με μὴ' λύπεις, ἐγώ σου κἂν τόδε τὸ θηρίοντοὐπὶ τὠφθαλμῷ λαβοῦσ᾽ ἐξεῖλον ἂν ὃ νῦν ἔνι. Χορὸς γερόντωντοῦτ᾽ ἄρ᾽ ἦν με τοὐπιτρῖβον, δακτύλιος οὑτοσί: ἐκσκάλευσον αὐτό, κᾆτα δεῖξον ἀφελοῦσά μοι: ὡς τὸν ὀφθαλμόν γέ μου νὴ τὸν Δία πάλαι δάκνει. Χορὸς Γυναικῶν1030 ἀλλὰ δράσω ταῦτα: καίτοι δύσκολος ἔφυς ἀνήρ. ἦ μέγ᾽ ὦ Ζεῦ χρῆμ᾽ ἰδεῖν τῆς ἐμπίδος ἔνεστί σοι. οὐχ ὁρᾷς; οὐκ ἐμπίς ἐστιν ἥδε Τρικορυσία; Χορὸς γερόντωννὴ Δί᾽ ὤνησάς γέ μ᾽, ὡς πάλαι γέ μ᾽ ἐφρεωρύχει, ὥστ᾽ ἐπειδὴ' ξῃρέθη, ῥεῖ μου τὸ δάκρυον πολύ. Χορὸς Γυναικῶν1035 ἀλλ᾽ ἀποψήσω σ᾽ ἐγώ, καίτοι πάνυ πονηρὸς εἶ, καὶ φιλήσω. Χορὸς γερόντωνμὴ φιλήσῃς. Χορὸς Γυναικῶνἤν τεβούλῃ γ᾽ ἤν τε μή. Χορὸς γερόντωνἀλλὰ μὴ ὥρασ᾽ ἵκοισθ᾽: ὡς ἐστὲ θωπικαὶ φύσει, κἄστ᾽ ἐκεῖνο τοὔπος ὀρθῶς κοὐ κακῶς εἰρημένον, οὔτε σὺν πανωλέθροισιν οὔτ᾽ ἄνευ πανωλέθρων. 1040 ἀλλὰ νυνὶ σπένδομαί σοι, καὶ τὸ λοιπὸν οὐκέτιοὔτε δράσω φλαῦρον οὐδὲν οὔθ᾽ ὑφ᾽ ὑμῶν πείσομαι. ἀλλὰ κοινῇ συσταλέντες τοῦ μέλους ἀρξώμεθα.
1.49
Χορόςοὐ παρασκευαζόμεσθατῶν πολιτῶν οὐδέν᾽ ὦνδρες1045 φλαῦρον εἰπεῖν οὐδὲ ἕν. ἀλλὰ πολὺ τοὔμπαλιν πάντ᾽ ἀγαθὰ καὶ λέγεινκαὶ δρᾶν: ἱκανὰ γὰρ τὰ κακὰ καὶ τὰ παρακείμενα. ἀλλ᾽ ἐπαγγελλέτω πᾶς ἀνὴρ καὶ γυνή, 1050 εἴ τις ἀργυρίδιον δεῖταιλαβεῖν μνᾶς ἢ δύ᾽ ἢ τρεῖς, ὡς† πόλλ᾽ ἔσω' στὶν† κἄχομεν βαλλάντια. κἄν ποτ᾽ εἰρήνη φανῇ, 1055 ὅστις ἂν νυνὶ δανείσηταιπαρ᾽ ἡμῶν, ἃν λάβῃ μηκέτ᾽ ἀποδῷ.
1.50
Χορόςἑστιᾶν δὲ μέλλομεν ξένουςτινὰς Καρυστίους, ἄν- 1060 δρας καλούς τε κἀγαθούς. κἄστιν ἔτ᾽ ἔτνος τι: καὶ δελφάκιον ἦν τί μοι, καὶ τοῦτο τέθυχ᾽, ὡς τὰ κρέ᾽ ἔδεσθ᾽ ἁπαλὰ καὶ καλά. ἥκετ᾽ οὖν εἰς ἐμοῦ τήμερον: πρῲ δὲ χρὴτοῦτο δρᾶν λελουμένους αὔ- 1065 τούς τε καὶ τὰ παιδί᾽, εἶτ᾽ εἴσω βαδίζειν, μηδ᾽ ἐρέσθαι μηδένα, ἀλλὰ χωρεῖν ἄντικρυςὥσπερ οἴκαδ᾽ εἰς ἑαυτῶν1070 γεννικῶς, ὡςἡ θύρα κεκλῄσεται.
1.51
Χορόςκαὶ μὴν ἀπὸ τῆς Σπάρτης οἱδὶ πρέσβεις ἕλκοντες ὑπήναςχωροῦσ᾽, ὥσπερ χοιροκομεῖον περὶ τοῖς μηροῖσιν ἔχοντες. Χορόςἄνδρες Λάκωνες πρῶτα μέν μοι χαίρετε, 1075 εἶτ᾽ εἴπαθ᾽ ἡμῖν πῶς ἔχοντες ἥκετε. Λάκωντί δεῖ ποθ᾽ ὑμὲ πολλὰ μυσίδδειν ἔπη; ὁρῆν γὰρ ἔξεσθ᾽ ὡς ἔχοντες ἵκομες. Χορόςβαβαί: νενεύρωται μὲν ἥδε συμφορὰδεινῶς,† τεθερμῶσθαί γε† χεῖρον φαίνεται. Λάκων1080 ἄφατα. τί κα λέγοι τις; ἀλλ᾽ ὅπᾳ σέλειπαντᾷ τις ἐλσὼν ἁμὶν εἰράναν σέτω. Χορόςκαὶ μὴν ὁρῶ καὶ τούσδε τοὺς αὐτόχθοναςὥσπερ παλαιστὰς ἄνδρας ἀπὸ τῶν γαστέρωνθαἰμάτι᾽ ἀποστέλλοντας: ὥστε φαίνεται1085 ἀσκητικὸν τὸ χρῆμα τοῦ νοσήματος. Ἀθηναῖοςτίς ἂν φράσεις ποῦ᾽ στιν ἡ Λυσιστράτη; ὡς ἄνδρες ἡμεῖς οὑτοιὶ τοιουτοιί. Χορόςχαὔτη ξυνᾴδει χἠτέρα ταύτῃ νόσῳ. ἦ που πρὸς ὄρθρον σπασμὸς ὑμᾶς λαμβάνει; Ἀθηναῖος1090 μὰ Δί᾽ ἀλλὰ ταυτὶ δρῶντες ἐπιτετρίμμεθα. ὥστ᾽ εἴ τις ἡμᾶς μὴ διαλλάξει ταχύ, οὐκ ἔσθ᾽ ὅπως οὐ Κλεισθένη βινήσομεν. Χορόςεἰ σωφρονεῖτε, θαἰμάτια λήψεσθ᾽, ὅπωςτῶν Ἑρμοκοπιδῶν μή τις ὑμᾶς ὄψεται. Ἀθηναῖος1095 νὴ τὸν Δί᾽ εὖ μέντοι λέγεις. Λάκωνναὶ τὼ σιὼπαντᾷ γα. φέρε τὸ ἔσθος ἀμβαλώμεθα. Ἀθηναῖοςὢ χαίρετ᾽ ὦ Λάκωνες: αἰσχρά γ᾽ ἐπάθομεν. Λάκωνὦ Πολυχαρείδα δεινά κ᾽ αὖ' πεπόνθεμες, αἰ εἶδον ἁμὲ τὤνδρες ἀμπεφλασμένως. Ἀθηναῖος1100 ἄγε δὴ Λάκωνες αὔθ᾽ ἕκαστα χρὴ λέγειν. ἐπὶ τί πάρεστε δεῦρο; Λάκωνπερὶ διαλλαγᾶνπρέσβεις. Ἀθηναῖοςκαλῶς δὴ λέγετε: χἠμεῖς τουτογί. τί οὐ καλοῦμεν δῆτα τὴν Λυσιστράην, ἥπερ διαλλάξειεν ἡμᾶς ἂν μόνη; Λάκων1105 ναὶ τὼ σιὼ κἂν λῆτε τὸν Λυσίστρατον. Ἀθηναῖοςἀλλ᾽ οὐδὲν ἡμᾶς, ὡς ἔοικε, δεῖ καλεῖν: αὐτὴ γάρ, ὡς ἤκουσεν, ἥδ᾽ ἐξέρχεται. Χορόςχαῖρ᾽ ὦ πασῶν ἀνδρειοτάτη: δεῖ δὴ νυνί σε γενέσθαιδεινὴν δειλὴν ἀγαθὴν φαύλην σεμνὴν ἀγανὴν πολύπειρον: 1110 ὡς οἱ πρῶτοι τῶν Ἑλλήνων τῇ σῇ ληφθέντες ἴυγγισυνεχώρησάν σοι καὶ κοινῇ τἀγκλήματα πάντ᾽ ἐπέτρεψαν.
1.52
Λυσιστράτηἀλλ᾽ οὐχὶ χαλεπὸν τοὔργον, εἰ λάβοι γέ τιςὀργῶντας ἀλλήλων τε μὴ' κπειρωμένους. τάχα δ᾽ εἴσομαι' γώ. ποῦ' στιν ἡ Διαλλαγή; 1115 πρόσαγε λαβοῦσα πρῶτα τοὺς Λακωνικούς, καὶ μὴ χαλεπῇ τῇ χειρὶ μηδ᾽ αὐθαδικῇ, μηδ᾽ ὥσπερ ἡμῶν ἅνδρες ἀμαθῶς τοῦτ᾽ ἔδρων, ἀλλ᾽ ὡς γυναῖκας εἰκός, οἰκείως πάνυ, ἢν μὴ διδῷ τὴν χεῖρα, τῆς σάθης ἄγε. 1120 ἴθι καὶ σὺ τούτους τοὺς Ἀθηναίους ἄγε, οὗ δ᾽ ἂν διδῶσι πρόσαγε τούτους λαβομένη. ἄνδρες Λάκωνες στῆτε παρ᾽ ἐμὲ πλησίον, ἐνθένδε δ᾽ ὑμεῖς, καὶ λόγων ἀκούσατε. ἐγὼ γυνὴ μέν εἰμι, νοῦς δ᾽ ἔνεστί μοι, 1125 αὐτὴ δ᾽ ἐμαυτῆς οὐ κακῶς γνώμης ἔχω, τοὺς δ᾽ ἐκ πατρός τε καὶ γεραιτέρων λόγουςπολλοὺς ἀκούσασ᾽ οὐ μεμούσωμαι κακῶς. λαβοῦσα δ᾽ ὑμᾶς λοιδορῆσαι βούλομαικοινῇ δικαίως, οἳ μιᾶς ἐκ χέρνιβος1130 βωμοὺς περιρραίνοντες ὥσπερ ξυγγενεῖςὈλυμπίασιν, ἐν Πύλαις, Πυθοῖ( πόσουςεἴποιμ᾽ ἂν ἄλλους, εἴ με μηκύνειν δέοι;) ἐχθρῶν παρόντων βαρβάρων στρατεύματιἝλληνας ἄνδρας καὶ πόλεις ἀπόλλυτε. 1135 εἷς μὲν λόγος μοι δεῦρ᾽ ἀεὶ περαίνεται. Ἀθηναῖοςἐγὼ δ᾽ ἀπόλλυμαί γ᾽ ἀπεψωλημένος. Λυσιστράτηεἶτ᾽ ὦ Λάκωνες, πρὸς γὰρ ὑμᾶς τρέψομαι, οὐκ ἴσθ᾽ ὅτ᾽ ἐλθὼν δεῦρο Περικλείδας ποτὲὁ Λάκων Ἀθηναίων ἱκέτης καθέζετο1140 ἐπὶ τοῖσι βωμοῖς ὠχρὸς ἐν φοινικίδιστρατιὰν προσαιτῶν; ἡ δὲ Μεσσήνη τότεὑμῖν ἐπέκειτο χὠ θεὸς σείων ἅμα. ἐλθὼν δὲ σὺν ὁπλίταισι τετρακισχιλίοιςΚίμων ὅλην ἔσωσε τὴν Λακεδαίμονα. 1145 ταυτὶ παθόντες τῶν Ἀθηναίων ὕποδῃοῦτε χώραν, ἧς ὑπ᾽ εὖ πεπόνθατε; Ἀθηναῖοςἀδικοῦσιν οὗτοι νὴ Δί᾽ ὦ Λυσιστράτη. Λάκωνἀδικίομες: ἀλλ᾽ ὁ πρωκτὸς ἄφατον ὡς καλός. Λυσιστράτηὑμᾶς δ᾽ ἀφήσειν τοὺς Ἀθηναίους μ᾽ οἴει; 1150 οὐκ ἴσθ᾽ ὅθ᾽ ὑμᾶς οἱ Λάκωνες αὖθις αὖκατωνάκας φοροῦντας ἐλθόντες δορὶπολλοὺς μὲν ἄνδρας Θετταλῶν ἀπώλεσαν, πολλοὺς δ᾽ ἑταίρους Ἱππίου καὶ ξυμμάχους, ξυνεκμαχοῦντες τῇ τόθ᾽ ἡμέρᾳ μόνοι, 1155 κἠλευθέρωσαν κἀντὶ τῆς κατωνάκηςτὸν δῆμον ὑμῶν χλαῖναν ἠμπέσχον πάλιν;
1.53
Λάκωνοὔπα γυναῖκ᾽ ὄπωπα χαϊωτεραν. Ἀθηναῖοςἐγὼ δὲ κύσθον γ᾽ οὐδέπω καλλίονα. Λυσιστράτητί δῆθ᾽ υπηργμένων γε πολλῶν κἀγαθῶν1160 μάχεσθε κοὐ παύεσθε τῆς μοχθηρίας; τί δ᾽ οὐ διηλλάγητε; φέρε τί τοὐμποδών; Λάκωνἁμές γε λῶμες, αἴ τις ἁμὶν τὤγκυκλονλῇ τοῦτ᾽ ἀποδόμεν. Λυσιστράτηποῖον ὦ τᾶν; Λάκωντὰν Πύλον, ἇσπερ πάλαι δεόμεθα καὶ βλιμάττομες. Ἀθηναῖος1165 μὰ τὸν Ποσειδῶ τοῦτο μέν γ᾽ οὐ δράσετε. Λυσιστράτηἄφετ᾽ ὦγάθ᾽ αὐτοῖς. Ἀθηναῖοςκᾆτα τίνα κινήσομεν; Λυσιστράτηἕτερόν γ᾽ ἀπαιτεῖτ᾽ ἀντὶ τούτου χωρίον. Ἀθηναῖοςτὸ δεῖνα τοίνυν παράδοθ᾽ ἡμῖν τουτονὶπρώτιστα τὸν Ἐχινοῦντα καὶ τὸν Μηλιᾶ1170 κόλπον τὸν ὄπισθεν καὶ τὰ Μεγαρικὰ σκέλη. Λάκωνοὐ τὼ σιὼ οὐχὶ πάντα γ᾽ ὦ λισσάνιε. Λυσιστράτηἐᾶτε, μηδὲν διαφέρου περὶ σκελοῖν. Ἀθηναῖοςἤδη γεωργεῖν γυμνὸς ἀποδὺς βούλομαι. Λάκωνἐγὼ δὲ κοπραγωγεῖν γα† πρῶτα† ναὶ τὼ σιώ. Λυσιστράτη1175 ἐπὴν διαλλαγῆτε, ταῦτα δράσετε. ἀλλ᾽ εἰ δοκεῖ δρᾶν ταῦτα, βουλεύσασθε καὶτοῖς ξυμμάχοις ἐλθόντες ἀνακοινώσατε. Ἀθηναῖοςποίοισιν ὦ τᾶν ξυμμάχοις; ἐστύκαμεν. οὐ ταὐτὰ δόξει τοῖσι συμμάχοισι νῷν1180 βινεῖν ἅπασιν; Λάκωντοῖσι γῶν ναὶ τὼ σιὼἁμοῖσι. Ἀθηναῖοςκαὶ γὰρ ναὶ μὰ Δία Καρυστίοις. Λυσιστράτηκαλῶς λέγετε. νῦν οὖν ὅπως ἁγνεύσετε, ὅπως ἂν αἱ γυναῖκες ὑμᾶς ἐν πόλειξενίσωμεν ὧν ἐν ταῖσι κίσταις εἴχομεν. 1185 ὅρκους δ᾽ ἐκεῖ καὶ πίστιν ἀλλήλοις δότε. κἄπειτα τὴν αὑτοῦ γυναῖχ᾽ ὑμῶν λαβὼνἄπεισ᾽ ἕκαστος. Ἀθηναῖοςἀλλ᾽ ἴωμεν ὡς τάχος. Λάκωνἄγ᾽ ὅπᾳ τυ λῇς. Ἀθηναῖοςνὴ τὸν Δί᾽ ὡς τάχιστ᾽ ἄγε.
1.54
Χορόςστρωμάτων δὲ ποικίλων καὶ1190 χλανιδίων καὶ ξυστίδων καὶχρυσίων, ὅσ᾽ ἐστί μοι, οὐ φθόνος ἔνεστί μοι πᾶσι παρέχειν φέρειντοῖς παισίν, ὁπόταν τε θυγάτηρ τινὶ κανηφορῇ. πᾶσιν ὑμῖν λέγω λαμβάνειν τῶν ἐμῶν1195 χρημάτων νῦν ἔνδοθεν, καὶμηδὲν οὕτως εὖ σεσημάν- θαι τὸ μὴ οὐχὶτοὺς ῥύπους ἀνασπάσαι, χἄττ᾽ ἂν ἔνδον ᾖ φορεῖν. 1200 ὄψεται δ᾽ οὐδὲν σκοπῶν, εἰμή τις ὑμῶνὀξύτερον ἐμοῦ βλέπει.
1.55
Χορόςεἰ δέ τῳ μὴ σῖτος ὑμῶνἔστι, βόσκει δ᾽ οἰκέτας καὶ1205 σμικρὰ πολλὰ παιδία, ἔστι παρ᾽ ἐμοῦ λαβεῖν πυρίδια λεπτὰ μέν, ὁ δ᾽ ἄρτος ἀπὸ χοίνικος ἰδεῖν μάλα νεανίας. ὅστις οὖν βούλεται τῶν πενήτων ἴτωεἰς ἐμοῦ σάκκους ἔχων καὶ1210 κωρύκους, ὡς λήψεται πυ- ρούς: ὁ Μανῆς δ᾽ οὑμὸς αὐτοῖς ἐμβαλεῖ. πρός γε μέντοι τὴν θύρανπροαγορεύω μὴ βαδίζειντὴν ἐμήν, ἀλλ᾽ 1215 εὐλαβεῖσθαι τὴν κύνα.
1.56
Ἀθηναῖος Α. ἄνοιγε τὴν θύραν: παραχωρεῖν οὐ θέλεις; ὑμεῖς τί κάθησθε; μῶν ἐγὼ τῇ λαμπάδιὑμᾶς κατακαύσω; φορτικὸν τὸ χωρίον. οὐκ ἂν ποιήσαιμ᾽. εἰ δὲ πάνυ δεῖ τοῦτο δρᾶν, 1220 ὑμῖν χαρίσασθαι, προσταλαιπωρήσομεν. Ἀθηναῖος Βχἠμεῖς γε μετὰ σοῦ ξυνταλαιπωρήσομεν. Ἀθηναῖος Α. οὐκ ἄπιτε; κωκύσεσθε τὰς τρίχας μακρά. οὐκ ἄπιθ᾽, ὅπως ἂν οἱ Λάκωνες ἔνδοθενκαθ᾽ ἡσυχίαν ἀπίωσιν εὐωχημένοι; Ἀθηναῖος Β. 1225 οὔπω τοιοῦτον συμπόσιον ὄπωπ᾽ ἐγώ. ἦ καὶ χαρίεντες ἦσαν οἱ Λακωνικοί: ἡμεῖς δ᾽ ἐν οἴνῳ συμπόται σοφώτατοι. Ἀθηναῖος Α. ὀρθῶς γ᾽, ὁτιὴ νήφοντες οὐχ ὑγιαίνομεν: ἢν τοὺς Ἀθηναίους ἐγὼ πείσω λέγων, 1230 μεθύοντες ἀεὶ πανταχοῖ πρεσβεύσομεν. νῦν μὲν γὰρ ὅταν ἔλθωμεν ἐς Λακεδαίμονανήφοντες, εὐθὺς βλέπομεν ὅ τι ταράξομεν: ὥσθ᾽ ὅ τι μὲν ἂν λέγωσιν οὐκ ἀκούομεν, ἃ δ᾽ οὐ λέγουσι, ταῦθ᾽ ὑπονενοήκαμεν, 1235 ἀγγέλλομεν δ᾽ οὐ ταὐτὰ τῶν αὐτῶν πέρι. νυνὶ δ᾽ ἅπαντ᾽ ἤρεσκεν: ὥστ᾽ εἰ μέν γέ τιςᾁδοι Τελαμῶνος, Κλειταγόρας ᾁδειν δέον, ἐπῃνέσαμεν ἂν καὶ προσεπιωρκήσαμεν. ἀλλ᾽ οὑτοιὶ γὰρ αὖθις ἔρχονται πάλιν1240 ἐς ταὐτόν. οὐκ ἐρρήσετ᾽ ὦ μαστιγίαι; Ἀθηναῖος Β. νὴ τὸν Δί᾽ ὡς ἤδη γε χωροῦσ᾽ ἔνδοθεν. Λάκωνὦ Πολυχαρείδα λαβὲ τὰ φυσατήρια, ἵν᾽ ἐγὼ διποδιάξω τε κἀείσω καλὸνἐς τὼς Ἀσαναίως τε† καὶ ἐς ἡμᾶς ἅμα†. Ἀθηναῖος1245 λαβὲ δῆτα τὰς φυσαλλίδας πρὸς τῶν θεῶν, ὡς ἥδομαί γ᾽ ὑμᾶς ὁρῶν ὀρχουμένους.
1.57
Χορὸς Λακεδαιμονίωνὅρμαοντὼς κυρσανίως ὦ Μναμοΰνατάν τ᾽ ἐμὰν Μῶαν, ἅτις1250 οἶδεν ἁμὲ τώς τ᾽ Ἀσαναίως, ὅκα τοὶ μὲν ἐπ᾽ Ἀρταμιτίῳπρὤκροον σιοείκελοιποττὰ κᾶλα τὼς Μήδως τ᾽ ἐνίκων, ἁμὲ δ᾽ αὖ Λεωνίδας1255 ἆγεν ᾇπερ τὼς κάπρωςθάγοντας οἰῶ τὸν ὀδόντα: πολὺς δ᾽ ἀμφὶ τὰς γένυας ἀφρὸς† ἤνσει†, πολὺς δ᾽ ἁμᾷ καττῶν σκελῶν ἀφρὸς ἵετο. 1260 ἦν γὰρ τὤνδρες οὐκ ἐλάσσωςτᾶς ψάμμας τοὶ Πέρσαι. ἀγροτέρα σηροκτόνεμόλε δεῦρο παρσένε σιὰποττὰς σπονδάς, 1265 ὡς συνέχῃς πολὺν ἁμὲ χρόνον. νῦν δ᾽ αὖ φιλία τ᾽ αἰὲς εὔπορος εἴηταῖς συνθήκαις, καὶ τᾶν αἱμυλᾶν ἀλωπέκων παυσαίμεθα. ὢ δεῦρ᾽ ἴθι δεῦρ᾽ ὦ1270 κυναγὲ παρσένε.
1.58
Ἀθηναῖοςἄγε νυν ἐπειδὴ τἄλλα πεποίηται καλῶς, ἀπάγεσθε ταύτας ὦ Λάκωνες, τάσδε τε1275 ὑμεῖς: ἀνὴρ δὲ παρὰ γυναῖκα καὶ γυνὴστήτω παρ᾽ ἄνδρα, κᾆτ᾽ ἐπ᾽ ἀγαθαῖς συμφοραῖςὀρχησάμενοι θεοῖσιν εὐλαβώμεθατὸ λοιπὸν αὖθις μὴ' ξαμαρτάνειν ἔτι.
1.59
Χορὸς Ἀθηναίωνπρόσαγε χορόν, ἔπαγε δὲ Χάριτας, 1280 ἐπὶ δὲ κάλεσον Ἄρτεμιν, ἐπὶ δὲ δίδυμον ἀγέχορονἸήιονεὔφρον᾽, ἐπὶ δὲ Νύσιον, ὃς μετὰ μαινάσι Βάκχιος ὄμμασι δαίεται, 1285 Δία τε πυρὶ φλεγόμενον, ἐπί τεπότνιαν ἄλοχον ὀλβίαν: εἶτα δὲ δαίμονας, οἷς ἐπιμάρτυσιχρησόμεθ᾽ οὐκ ἐπιλήσμοσινἩσυχίας πέρι τῆς ἀγανόφρονος, 1290 ἣν ἐποίησε θεὰ Κύπρις. ἀλαλαὶ ἰὴ παιήων: αἴρεσθ᾽ ἄνω ἰαί, ὡς ἐπὶ νίκῃ ἰαί. εὐοῖ εὐοῖ, εὐαί εὐαί.
1.60
Ἀθηναῖος1295 πρόφαινε δὴ σὺ Μοῦσαν ἐπὶ νέᾳ νέαν. Χορὸς ΛακεδαιμονίωνΤαΰγετον αὖτ᾽ ἐραννὸν ἐκλιπῶαΜῶα μόλε Λάκαινα πρεπτὸν ἁμὶνκλέωα τὸν Ἀμύκλαις σιὸν1300 καὶ χαλκίοικον Ἀσάναν, Τυνδαρίδας τ᾽ ἀγασώς, τοὶ δὴ πὰρ Εὐρώταν ψιάδδοντι. εἶα μάλ᾽ ἔμβηὢ εἶα κοῦφα πάλλων, 1305 ὡς Σπάρταν ὑμνίωμες, τᾷ σιῶν χοροὶ μέλοντικαὶ ποδῶν κτύπος, ᾇ τε πῶλοι ταὶ κόραιπὰρ τὸν Εὐρωταν1310 ἀμπάλλοντι πυκνὰ ποδοῖνἀγκονίωαι, ταὶ δὲ κόμαι σείονθ᾽ ᾇπερ Βακχᾶνθυρσαδδωᾶν καὶ παιδδωᾶν. ἁγεῖται δ᾽ ἁ Λήδας παῖς1315 ἁγνὰ χοραγὸς εὐπρεπής. ἀλλ᾽ ἄγε κόμαν παραμπύκιδδε χερί, ποδοῖν τε πάδηᾇ τις ἔλαφος: κρότον δ᾽ ἁμᾷ ποίει χορωφελήταν. 1320 καὶ τὰν σιὰν δ᾽ αὖ τὰν κρατίσταν Χαλκίοικον ὕμνει τὰν πάμμαχον.