Nubes
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristophanes" aria-label="More works by Aristophanes">
—
⋯
Original / primary: Textus receptus
1.1
Στρεψιάδηςἰοὺ ἰού· ὦ Ζεῦ βασιλεῦ τὸ χρῆμα τῶν νυκτῶν ὅσον· ἀπέραντον. οὐδέποθʼ ἡμέρα γενήσεται; καὶ μὴν πάλαι γʼ ἀλεκτρυόνος ἤκουσʼ ἐγώ· οἱ δʼ οἰκέται ῥέγκουσιν· ἀλλʼ οὐκ ἂν πρὸ τοῦ. ἀπόλοιο δῆτʼ ὦ πόλεμε πολλῶν οὕνεκα, ὅτʼ οὐδὲ κολάσʼ ἔξεστί μοι τοὺς οἰκέτας. ἀλλʼ οὐδʼ ὁ χρηστὸς οὑτοσὶ νεανίαςἐγείρεται τῆς νυκτός, ἀλλὰ πέρδεταιἐν πέντε σισύραις ἐγκεκορδυλημένος. ἀλλʼ εἰ δοκεῖ ῥέγκωμεν ἐγκεκαλυμμένοι. ἀλλʼ οὐ δύναμαι δείλαιος εὕδειν δακνόμενοςὑπὸ τῆς δαπάνης καὶ τῆς φάτνης καὶ τῶν χρεῶνδιὰ τουτονὶ τὸν υἱόν. ὁ δὲ κόμην ἔχωνἱππάζεταί τε καὶ ξυνωρικεύεταιὀνειροπολεῖ θʼ ἵππους· ἐγὼ δʼ ἀπόλλυμαιὁρῶν ἄγουσαν τὴν σελήνην εἰκάδας· οἱ γὰρ τόκοι χωροῦσιν. ἅπτε παῖ λύχνον, κἄκφερε τὸ γραμματεῖον, ἵνʼ ἀναγνῶ λαβὼνὁπόσοις ὀφείλω καὶ λογίσωμαι τοὺς τόκους. φέρʼ ἴδω τί ὀφείλω; δώδεκα μνᾶς Πασίᾳ. τοῦ δώδεκα μνᾶς Πασίᾳ; τί ἐχρησάμην; ὅτʼ ἐπριάμην τὸν κοππατίαν. οἴμοι τάλας, εἴθʼ ἐξεκόπην πρότερον τὸν ὀφθαλμὸν λίθῳ.
1.25
ΦειδιππίδηςΦίλων ἀδικεῖς· ἔλαυνε τὸν σαυτοῦ δρόμον. Στρεψιάδηςτοῦτʼ ἔστι τουτὶ τὸ κακὸν ὅ μʼ ἀπολώλεκεν· ὀνειροπολεῖ γὰρ καὶ καθεύδων ἱππικήν. Φειδιππίδηςπόσους δρόμους ἐλᾷ τὰ πολεμιστήρια; Στρεψιάδηςἐμὲ μὲν σὺ πολλοὺς τὸν πατέρʼ ἐλαύνεις δρόμους. ἀτὰρ τί χρέος ἔβα με μετὰ τὸν Πασίαν; τρεῖς μναῖ διφρίσκου καὶ τροχοῖν Ἀμυνίᾳ. Φειδιππίδηςἄπαγε τὸν ἵππον ἐξαλίσας οἴκαδε. Στρεψιάδηςἀλλʼ ὦ μέλʼ ἐξήλικας ἐμέ γʼ ἐκ τῶν ἐμῶν, ὅτε καὶ δίκας ὤφληκα χἄτεροι τόκουἐνεχυράσεσθαί φασιν. Φειδιππίδηςἐτεὸν ὦ πάτερτί δυσκολαίνεις καὶ στρέφει τὴν νύχθʼ ὅλην; Στρεψιάδηςδάκνει μὲ δήμαρχός τις ἐκ τῶν στρωμάτων. Φειδιππίδηςἔασον ὦ δαιμόνιε καταδαρθεῖν τί με. Στρεψιάδηςσὺ δʼ οὖν κάθευδε· τὰ δὲ χρέα ταῦτʼ ἴσθʼ ὅτιἐς τὴν κεφαλὴν ἅπαντα τὴν σὴν τρέψεται. φεῦ. εἴθʼ ὤφελʼ ἡ προμνήστριʼ ἀπολέσθαι κακῶς, ἥτις με γῆμʼ ἐπῆρε τὴν σὴν μητέρα· ἐμοὶ γὰρ ἦν ἄγροικος ἥδιστος βίοςεὐρωτιῶν, ἀκόρητος, εἰκῇ κείμενος, βρύων μελίτταις καὶ προβάτοις καὶ στεμφύλοις. ἔπειτʼ ἔγημα Μεγακλέους τοῦ Μεγακλέουςἀδελφιδῆν ἄγροικος ὢν ἐξ ἄστεως, σεμνὴν τρυφῶσαν ἐγκεκοισυρωμένην. ταύτην ὅτʼ ἐγάμουν, συγκατεκλινόμην ἐγὼὄζων τρυγὸς τρασιᾶς ἐρίων περιουσίας, ἡ δʼ αὖ μύρου κρόκου καταγλωττισμάτων, δαπάνης λαφυγμοῦ Κωλιάδος Γενετυλλίδος. οὐ μὴν ἐρῶ γʼ ὡς ἀργὸς ἦν, ἀλλʼ ἐσπάθα. ἐγὼ δʼ ἂν αὐτῇ θοἰμάτιον δεικνὺς τοδὶπρόφασιν ἔφασκον, ὦ γύναι λίαν σπαθᾷς.
1.56
Θεράπωνἔλαιον ἡμῖν οὐκ ἔνεστʼ ἐν τῷ λύχνῳ. Στρεψιάδηςοἴμοι· τί γάρ μοι τὸν πότην ἧπτες λύχνον; δεῦρʼ ἔλθʼ ἵνα κλάῃς. Θεράπωνδιὰ τί δῆτα κλαύσομαι; Στρεψιάδηςὅτι τῶν παχειῶν ἐνετίθεις θρυαλλίδων. μετὰ ταῦθʼ, ὅπως νῷν ἐγένεθʼ υἱὸς οὑτοσί, ἐμοί τε δὴ καὶ τῇ γυναικὶ τἀγαθῇ, περὶ τοὐνόματος δὴ ʼντεῦθεν ἐλοιδορούμεθα· ἡ μὲν γὰρ ἵππον προσετίθει πρὸς τοὔνομα, Ξάνθιππον ἤ Χαριππον ἢ Καλλιππίδην, ἐγὼ δὲ τοῦ πάππου ʼτιθέμην Φειδωνίδην. τέως μὲν οὖν ἐκρινόμεθʼ· εἶτα τῷ χρόνῳκοινῇ ξυνέβημεν κἀθέμεθα Φειδιππίδην. τοῦτον τὸν υἱὸν λαμβάνουσʼ ἐκορίζετο, ὅταν σὺ μέγας ὢν ἅρμʼ ἐλαύνῃς πρὸς πόλιν, ὥσπερ Μεγακλέης, ξυστίδʼ ἔχων. ἐγὼ δʼ ἔφην, ὅταν μὲν οὖν τὰς αἶγας ἐκ τοῦ φελλέως, ὥσπερ ὁ πατήρ σου, διφθέραν ἐνημμένος. ἀλλʼ οὐκ ἐπίθετο τοῖς ἐμοῖς οὐδὲν λόγοις, ἀλλʼ ἵππερόν μου κατέχεεν τῶν χρημάτων. νῦν οὖν ὅλην τὴν νύκτα φροντίζων ὁδοῦμίαν ηὗρον ἀτραπὸν δαιμονίως ὑπερφυᾶ, ἣν ἢν ἀναπείσω τουτονί, σωθήσομαι. ἀλλʼ ἐξεγεῖραι πρῶτον αὐτὸν βούλομαι. πῶς δῆτʼ ἂν ἥδιστʼ αὐτὸν ἐπεγείραιμι; πῶς; Φειδιππίδη Φειδιππίδιον. Φειδιππίδηςτί ὦ πάτερ; Στρεψιάδηςκύσον με καὶ τὴν χεῖρα δὸς τὴν δεξιάν. Φειδιππίδηςἰδού. τί ἔστιν; Στρεψιάδηςεἰπέ μοι, φιλεῖς ἐμέ; Φειδιππίδηςνὴ τὸν Ποσειδῶ τουτονὶ τὸν ἵππιον. Στρεψιάδηςμὴ ʼμοί γε τοῦτον μηδαμῶς τὸν ἵππιον· οὗτος γὰρ ὁ θεὸς αἴτιός μοι τῶν κακῶν. ἀλλʼ εἴπερ ἐκ τῆς καρδίας μʼ ὄντως φιλεῖς, ὦ παῖ πιθοῦ. Φειδιππίδηςτί οὖν πίθωμαι δῆτά σοι; Στρεψιάδηςἔκστρεψον ὡς τάχιστα τοὺς σαυτοῦ τρόπους, καὶ μάνθανʼ ἐλθὼν ἃν ἐγὼ παραινέσω.
1.90
Φειδιππίδηςλέγε δή, τί κελεύεις; Στρεψιάδηςκαί τι πείσει; Φειδιππίδηςπείσομαινὴ τὸν Διόνυσον. Στρεψιάδηςδεῦρό νυν ἀπόβλεπε. ὁρᾷς τὸ θύριον τοῦτο καὶ τᾠκίδιον; Φειδιππίδηςὁρῶ. τί οὖν τοῦτʼ ἐστὶν ἐτεὸν ὦ πάτερ; Στρεψιάδηςψυχῶν σοφῶν τοῦτʼ ἐστὶ φροντιστήριον. ἐνταῦθʼ ἐνοικοῦσʼ ἄνδρες, οἳ τὸν οὐρανὸνλέγοντες ἀναπείθουσιν ὡς ἔστιν πνιγεύς, κἄστιν περὶ ἡμᾶς οὗτος, ἡμεῖς δʼ ἄνθρακες. οὗτοι διδάσκουσʼ, ἀργύριον ἤν τις διδῷ, λέγοντα νικᾶν καὶ δίκαια κἄδικα. Φειδιππίδηςεἰσὶν δὲ τίνες; Στρεψιάδηςοὐκ οἶδʼ ἀκριβῶς τοὔνομα· μεριμνοφροντισταὶ καλοί τε κἀγαθοί. Φειδιππίδηςαἰβοῖ πονηροί γʼ, οἶδα. τοὺς ἀλαζόναςτοὺς ὠχριῶντας τοὺς ἀνυποδήτους λέγεις, ὧν ὁ κακοδαίμων Σωκράτης καὶ Χαιρεφῶν. Στρεψιάδηςἢ ἢ σιώπα· μηδὲν εἴπῃς νήπιον. ἀλλʼ εἴ τι κήδει τῶν πατρῴων ἀλφίτων, τούτων γενοῦ μοι σχασάμενος τὴν ἱππικήν. Φειδιππίδηςοὐκ ἂν μὰ τὸν Διόνυσον, εἰ δοίης γέ μοιτοὺς φασιανοὺς οὓς τρέφει Λεωγόρας. Στρεψιάδηςἴθʼ ἀντιβολῶ σʼ ὦ φίλτατʼ ἀνθρώπων ἐμοὶἐλθὼν διδάσκου. Φειδιππίδηςκαὶ τί σοι μαθήσομαι; Στρεψιάδηςεἶναι παρʼ αὐτοῖς φασιν ἄμφω τὼ λόγω, τὸν κρείττονʼ, ὅστις ἐστί, καὶ τὸν ἥττονα. τούτοιν τὸν ἕτερον τοῖν λόγοιν, τὸν ἥττονα, νικᾶν λέγοντά φασι τἀδικώτερα. ἢν οὖν μάθῃς μοι τὸν ἄδικον τοῦτον λόγον, ἃ νῦν ὀφείλω διὰ σέ, τούτων τῶν χρεῶνοὐκ ἂν ἀποδοίην οὐδʼ ἂν ὀβολὸν οὐδενί. Φειδιππίδηςοὐκ ἂν πιθοίμην· οὐ γὰρ ἂν τλαίην ἰδεῖντοὺς ἱππέας τὸ χρῶμα διακεκναισμένος. Στρεψιάδηςοὐκ ἄρα μὰ τὴν Δήμητρα τῶν γʼ ἐμῶν ἔδει, οὔτʼ αὐτὸς οὔθʼ ὁ ζύγιος οὔθʼ ὁ σαμφόρας· ἀλλʼ ἐξελῶ σʼ ἐς κόρακας ἐκ τῆς οἰκίας. Φειδιππίδηςἀλλʼ οὐ περιόψεταί μʼ ὁ θεῖος Μεγακλέηςἄνιππον. ἀλλʼ εἴσειμι, σοῦ δʼ οὐ φροντιῶ. Στρεψιάδηςἀλλʼ οὐδʼ ἐγὼ μέντοι πεσών γε κείσομαι, ἀλλʼ εὐξάμενος τοῖσιν θεοῖς διδάξομαιαὐτὸς βαδίζων ἐς τὸ φροντιστήριον. πῶς οὖν γέρων ὢν κἀπιλήσμων καὶ βραδὺςλόγων ἀκριβῶν σχινδαλάμους μαθήσομαι; ἰτητέον. τί ταῦτʼ ἔχων στραγγεύομαι, ἀλλʼ οὐχὶ κόπτω τὴν θύραν; παῖ παιδίον.
1.133
Μαθητήςβάλλʼ ἐς κόρακας· τίς ἐσθʼ ὁ κόψας τὴν θύραν; ΣτρεψιάδηςΦείδωνος υἱὸς Στρεψιάδης Κικυννόθεν. Μαθητήςἀμαθής γε νὴ Δίʼ ὅστις οὑτωσὶ σφόδραἀπεριμερίμνως τὴν θύραν λελάκτικαςκαὶ φροντίδʼ ἐξήμβλωκας ἐξηυρημένην. Στρεψιάδηςσύγγνωθί μοι· τηλοῦ γὰρ οἰκῶ τῶν ἀγρῶν. ἀλλʼ εἰπέ μοι τὸ πρᾶγμα τοὐξημβλωμένον. Μαθητήςἀλλʼ οὐ θέμις πλὴν τοῖς μαθηταῖσιν λέγειν. Στρεψιάδηςλέγε νυν ἐμοὶ θαρρῶν· ἐγὼ γὰρ οὑτοσὶἥκω μαθητὴς ἐς τὸ φροντιστήριον. Μαθητήςλέξω. νομίσαι δὲ ταῦτα χρὴ μυστήρια. ἀνήρετʼ ἄρτι Χαιρεφῶντα Σωκράτηςψύλλαν ὁπόσους ἅλλοιτο τοὺς αὑτῆς πόδας· δακοῦσα γὰρ τοῦ Χαιρεφῶντος τὴν ὀφρῦνἐπὶ τὴν κεφαλὴν τὴν Σωκράτους ἀφήλατο. Στρεψιάδηςπῶς δῆτα διεμέτρησε; Μαθητήςδεξιώτατα. κηρὸν διατήξας, εἶτα τὴν ψύλλαν λαβὼνἐνέβαψεν ἐς τὸν κηρὸν αὐτῆς τὼ πόδε, κᾆτα ψυχείσῃ περιέφυσαν Περσικαί. ταύτας ὑπολύσας ἀνεμέτρει τὸ χωρίον. Στρεψιάδηςὦ Ζεῦ βασιλεῦ τῆς λεπτότητος τῶν φρενῶν. Μαθητήςτί δῆτʼ ἂν ἕτερον εἰ πύθοιο Σωκράτουςφρόντισμα; Στρεψιάδηςποῖον; ἀντιβολῶ κάτειπέ μοι. Μαθητήςἀνήρετʼ αὐτὸν Χαιρεφῶν ὁ Σφήττιοςὁπότερα τὴν γνώμην ἔχοι, τὰς ἐμπίδαςκατὰ τὸ στόμʼ ᾄδειν ἢ κατὰ τοὐρροπύγιον. Στρεψιάδηςτί δῆτʼ ἐκεῖνος εἶπε περὶ τῆς ἐμπίδος; Μαθητήςἔφασκεν εἶναι τοὔντερον τῆς ἐμπίδοςστενόν· διὰ λεπτοῦ δʼ ὄντος αὐτοῦ τὴν πνοὴνβίᾳ βαδίζειν εὐθὺ τοὐρροπυγίου· ἔπειτα κοῖλον πρὸς στενῷ προσκείμενοντὸν πρωκτὸν ἠχεῖν ὑπὸ βίας τοῦ πνεύματος. Στρεψιάδηςσάλπιγξ ὁ πρωκτός ἐστιν ἄρα τῶν ἐμπίδων. ὦ τρισμακάριος τοῦ διεντερεύματος. ἦ ῥᾳδίως φεύγων ἂν ἀποφύγοι δίκηνὅστις δίοιδε τοὔντερον τῆς ἐμπίδος. Μαθητήςπρώην δέ γε γνώμην μεγάλην ἀφῃρέθηὑπʼ ἀσκαλαβώτου. Στρεψιάδηςτίνα τρόπον; κάτειπέ μοι. Μαθητήςζητοῦντος αὐτοῦ τῆς σελήνης τὰς ὁδοὺςκαὶ τὰς περιφορὰς εἶτʼ ἄνω κεχηνότοςἀπὸ τῆς ὀροφῆς νύκτωρ γαλεώτης κατέχεσεν. Στρεψιάδηςἥσθην γαλεώτῃ καταχέσαντι Σωκράτους. Μαθητήςἐχθὲς δέ γʼ ἡμῖν δεῖπνον οὐκ ἦν ἑσπέρας. Στρεψιάδηςεἶεν· τί οὖν πρὸς τἄλφιτʼ ἐπαλαμήσατο; Μαθητήςκατὰ τῆς τραπέζης καταπάσας λεπτὴν τέφρανκάμψας ὀβελίσκον εἶτα διαβήτην λαβὼνἐκ τῆς παλαίστρας θοἰμάτιον ὑφείλετο.
1.180
Στρεψιάδηςτί δῆτʼ ἐκεῖνον τὸν Θαλῆν θαυμάζομεν; ἄνοιγʼ ἄνοιγʼ ἀνύσας τὸ φροντιστήριον, καὶ δεῖξον ὡς τάχιστά μοι τὸν Σωκράτη. μαθητιῶ γάρ· ἀλλʼ ἄνοιγε τὴν θύραν. ὦ Ἡράκλεις ταυτὶ ποδαπὰ τὰ θηρία; Μαθητήςτί ἐθαύμασας; τῷ σοι δοκοῦσιν εἰκέναι; Στρεψιάδηςτοῖς ἐκ Πύλου ληφθεῖσι τοῖς Λακωνικοῖς. ἀτὰρ τί ποτʼ ἐς τὴν γῆν βλέπουσιν οὑτοιί; Μαθητήςζητοῦσιν οὗτοι τὰ κατὰ γῆς. Στρεψιάδηςβολβοὺς ἄραζητοῦσι. μή νυν τουτογὶ φροντίζετε· ἐγὼ γὰρ οἶδʼ ἵνʼ εἰσὶ μεγάλοι καὶ καλοί. τί γὰρ οἵδε δρῶσιν οἱ σφόδρʼ ἐγκεκυφότες; Μαθητήςοὗτοι δʼ ἐρεβοδιφῶσιν ὑπὸ τὸν Τάρταρον. Στρεψιάδηςτί δῆθʼ ὁ πρωκτὸς ἐς τὸν οὐρανὸν βλέπει; Μαθητήςαὐτὸς καθʼ αὑτὸν ἀστρονομεῖν διδάσκεται. ἀλλʼ εἴσιθʼ, ἵνα μὴ ʼκεῖνος ὑμῖν ἐπιτύχῃ. Στρεψιάδηςμήπω γε μήπω γʼ· ἀλλʼ ἐπιμεινάντων, ἵνααὐτοῖσι κοινώσω τι πραγμάτιον ἐμόν. Μαθητήςἀλλʼ οὐχ οἷόν τʼ αὐτοῖσι πρὸς τὸν ἀέραἔξω διατρίβειν πολὺν ἄγαν ἐστὶν χρόνον. Στρεψιάδηςπρὸς τῶν θεῶν τί γὰρ τάδʼ ἐστίν; εἰπέ μοι. Μαθητήςἀστρονομία μὲν αὑτηί. Στρεψιάδηςτουτὶ δὲ τί; Μαθητήςγεωμετρία. Στρεψιάδηςτοῦτʼ οὖν τί ἐστι χρήσιμον; Μαθητήςγῆν ἀναμετρῆσαι. Στρεψιάδηςπότερα τὴν κληρουχικήν; Μαθητήςοὔκ, ἀλλὰ τὴν σύμπασαν. Στρεψιάδηςἀστεῖον λέγεις. τὸ γὰρ σόφισμα δημοτικὸν καὶ χρήσιμον. Μαθητήςαὕτη δέ σοι γῆς περίοδος πάσης. ὁρᾷς; αἵδε μὲν Ἀθῆναι. Στρεψιάδηςτί σὺ λέγεις; οὐ πείθομαι, ἐπεὶ δικαστὰς οὐχ ὁρῶ καθημένους. Μαθητήςὡς τοῦτʼ ἀληθῶς Ἀττικὸν τὸ χωρίον. Στρεψιάδηςκαὶ ποῦ Κικυννῆς εἰσὶν οὑμοὶ δημόται; Μαθητήςἐνταῦθʼ ἔνεισιν. ἡ δέ γʼ Εὔβοἰ, ὡς ὁρᾷς, ἡδὶ παρατέταται μακρὰ πόρρω πάνυ. Στρεψιάδηςοἶδʼ· ὑπὸ γὰρ ἡμῶν παρετάθη καὶ Περικλέους. ἀλλʼ ἡ Λακεδαίμων ποῦ ʼσθʼ; Μαθητήςὅπου ʼστίν; αὑτηί. Στρεψιάδηςὡς ἐγγὺς ἡμῶν. τοῦτο πάνυ φροντίζετε, ταύτην ἀφʼ ἡμῶν ἀπαγαγεῖν πόρρω πάνυ. Μαθητήςἀλλʼ οὐχ οἷόν τε. Στρεψιάδηςνὴ Δίʼ οἰμώξεσθʼ ἄρα. φέρε τίς γὰρ οὗτος οὑπὶ τῆς κρεμάθρας ἀνήρ; Μαθητήςαὐτός. Στρεψιάδηςτίς αὐτός; ΜαθητήςΣωκράτης. Στρεψιάδηςὦ Σώκρατες. ἴθʼ οὗτος, ἀναβόησον αὐτόν μοι μέγα. Μαθητήςαὐτὸς μὲν οὖν σὺ κάλεσον· οὐ γάρ μοι σχολή.
1.221
Στρεψιάδηςὦ Σώκρατες, ὦ Σωκρατίδιον. Σωκράτηςτί με καλεῖς ὦφήμερε; Στρεψιάδηςπρῶτον μὲν ὅ τι δρᾷς ἀντιβολῶ κάτειπέ μοι. Σωκράτηςἀεροβατῶ καὶ περιφρονῶ τὸν ἥλιον. Στρεψιάδηςἔπειτʼ ἀπὸ ταρροῦ τοὺς θεοὺς ὑπερφρονεῖς, ἀλλʼ οὐκ ἀπὸ τῆς γῆς, εἴπερ; Σωκράτηςοὐ γὰρ ἄν ποτεἐξηῦρον ὀρθῶς τὰ μετέωρα πράγματα, εἰ μὴ κρεμάσας τὸ νόημα καὶ τὴν φροντίδαλεπτὴν καταμείξας ἐς τὸν ὅμοιον ἀέρα. εἰ δʼ ὢν χαμαὶ τἄνω κάτωθεν ἐσκόπουν, οὐκ ἄν ποθʼ ηὗρον· οὐ γὰρ ἀλλʼ ἡ γῆ βίᾳἕλκει πρὸς αὑτὴν τὴν ἰκμάδα τῆς φροντίδος. πάσχει δὲ ταὐτὸ τοῦτο καὶ τὰ κάρδαμα. Στρεψιάδηςτί φῄς; ἡ φροντὶς ἕλκει τὴν ἰκμάδʼ ἐς τὰ κάρδαμα; ἴθι νυν κατάβηθʼ ὦ Σωκρατίδιον ὡς ἐμέ, ἵνα με διδάξῃς ὧνπερ οὕνεκʼ ἐλήλυθα. Σωκράτηςἦλθες δὲ κατὰ τί; Στρεψιάδηςβουλόμενος μαθεῖν λέγειν. ὑπὸ γὰρ τόκων χρήστων τε δυσκολωτάτωνἄγομαι φέρομαι, τὰ χρήματʼ ἐνεχυράζομαι. Σωκράτηςπόθεν δʼ ὑπόχρεως σαυτὸν ἔλαθες γενόμενος; Στρεψιάδηςνόσος μʼ ἐπέτριψεν ἱππικὴ δεινὴ φαγεῖν. ἀλλά με δίδαξον τὸν ἕτερον τοῖν σοῖν λόγοιν, τὸν μηδὲν ἀποδιδόντα. μισθὸν δʼ ὅντινʼ ἂνπράττῃ μʼ ὀμοῦμαί σοι καταθήσειν τοὺς θεούς. Σωκράτηςποίους θεοὺς ὀμεῖ σύ; πρῶτον γὰρ θεοὶἡμῖν νόμισμʼ οὐκ ἔστι. Στρεψιάδηςτῷ γὰρ ὄμνυτʼ; ἢσιδαρέοισιν ὥσπερ ἐν Βυζαντίῳ; Σωκράτηςβούλει τὰ θεῖα πράγματʼ εἰδέναι σαφῶςἅττʼ ἐστὶν ὀρθῶς; Στρεψιάδηςνὴ Δίʼ εἴπερ ἔστι γε. Σωκράτηςκαὶ ξυγγενέσθαι ταῖς Νεφέλαισιν ἐς λόγους, ταῖς ἡμετέραισι δαίμοσιν; Στρεψιάδηςμάλιστά γε. Σωκράτηςκάθιζε τοίνυν ἐπὶ τὸν ἱερὸν σκίμποδα. Στρεψιάδηςἰδοὺ κάθημαι. Σωκράτηςτουτονὶ τοίνυν λαβὲτὸν στέφανον. Στρεψιάδηςἐπὶ τί στέφανον; οἴμοι Σώκρατεςὥσπερ με τὸν Ἀθάμανθʼ ὅπως μὴ θύσετε. Σωκράτηςοὔκ, ἀλλὰ ταῦτα πάντα τοὺς τελουμένουςἡμεῖς ποιοῦμεν. Στρεψιάδηςεἶτα δὴ τί κερδανῶ; Σωκράτηςλέγειν γενήσει τρῖμμα κρόταλον παιπάλη. ἀλλʼ ἔχʼ ἀτρεμί.
1.261b
Στρεψιάδηςμὰ τὸν Δίʼ οὐ ψεύσει γέ με· καταπαττόμενος γὰρ παιπάλη γενήσομαι. Σωκράτηςεὐφημεῖν χρὴ τὸν πρεσβύτην καὶ τῆς εὐχῆς ἐπακούειν. ὦ δέσποτʼ ἄναξ ἀμέτρητʼ Ἀήρ, ὃς ἔχεις τὴν γῆν μετέωρον, λαμπρός τʼ Αἰθὴρ σεμναί τε θεαὶ Νεφέλαι βροντησικέραυνοι, ἄρθητε φάνητʼ ὦ δέσποιναι τῷ φροντιστῇ μετέωροι. Στρεψιάδηςμήπω μήπω γε πρὶν ἂν τουτὶ πτύξωμαι, μὴ καταβρεχθῶ. τὸ δὲ μηδὲ κυνῆν οἴκοθεν ἐλθεῖν ἐμὲ τὸν κακοδαίμονʼ ἔχοντα. Σωκράτηςἔλθετε δῆτʼ ὦ πολυτίμητοι Νεφέλαι τῷδʼ εἰς ἐπίδειξιν· εἴτʼ ἐπʼ Ὀλύμπου κορυφαῖς ἱεραῖς χιονοβλήτοισι κάθησθε, εἴτʼ Ὠκεανοῦ πατρὸς ἐν κήποις ἱερὸν χορὸν ἵστατε Νύμφαις, εἴτʼ ἄρα Νείλου προχοαῖς ὑδάτων χρυσέαις ἀρύτεσθε πρόχοισιν, ἢ Μαιῶτιν λίμνην ἔχετʼ ἢ σκόπελον νιφόεντα Μίμαντος· ὑπακούσατε δεξάμεναι θυσίαν καὶ τοῖς ἱεροῖσι χαρεῖσαι.
1.275
Χορόςἀέναοι Νεφέλαιἀρθῶμεν φανεραὶ δροσερὰν φύσιν εὐάγητον, πατρὸς ἀπʼ Ὠκεανοῦ βαρυαχέοςὑψηλῶν ὀρέων κορυφὰς ἐπὶδενδροκόμους, ἵνατηλεφανεῖς σκοπιὰς ἀφορώμεθα, καρπούς τʼ ἀρδομέναν ἱερὰν χθόνα, καὶ ποταμῶν ζαθέων κελαδήματα, καὶ πόντον κελάδοντα βαρύβρομον· ὄμμα γὰρ αἰθέρος ἀκάματον σελαγεῖταιμαρμαρέαις ἐν αὐγαῖς. ἀλλʼ ἀποσεισάμεναι νέφος ὄμβριονἀθανάτας ἰδέας ἐπιδώμεθατηλεσκόπῳ ὄμματι γαῖαν.
1.291
Σωκράτηςὦ μέγα σεμναὶ Νεφέλαι φανερῶς ἠκούσατέ μου καλέσαντος. ᾔσθου φωνῆς ἅμα καὶ βροντῆς μυκησαμένης θεοσέπτου; Στρεψιάδηςκαὶ σέβομαί γʼ ὦ πολυτίμητοι καὶ βούλομαι ἀνταποπαρδεῖνπρὸς τὰς βροντάς· οὕτως αὐτὰς τετρεμαίνω καὶ πεφόβημαι· κεἰ θέμις ἐστίν, νυνί γʼ ἤδη, κεἰ μὴ θέμις ἐστί, χεσείω. Σωκράτηςοὐ μὴ σκώψει μηδὲ ποιήσεις ἅπερ οἱ τρυγοδαίμονες οὗτοι, ἀλλʼ εὐφήμει· μέγα γάρ τι θεῶν κινεῖται σμῆνος ἀοιδαῖς.
1.298
Χορόςπαρθένοι ὀμβροφόροιἔλθωμεν λιπαρὰν χθόνα Παλλάδος, εὔανδρον γᾶνΚέκροπος ὀψόμεναι πολυήρατον· οὗ σέβας ἀρρήτων ἱερῶν, ἵναμυστοδόκος δόμοςἐν τελεταῖς ἁγίαις ἀναδείκνυται, οὐρανίοις τε θεοῖς δωρήματα, ναοί θʼ ὑψερεφεῖς καὶ ἀγάλματα, καὶ πρόσοδοι μακάρων ἱερώταται, εὐστέφανοί τε θεῶν θυσίαι θαλίαι τε, παντοδαπαῖς ἐν ὥραις, ἦρί τʼ ἐπερχομένῳ Βρομία χάρις, εὐκελάδων τε χορῶν ἐρεθίσματα, καὶ μοῦσα βαρύβρομος αὐλῶν.
1.314
Στρεψιάδηςπρὸς τοῦ Διὸς ἀντιβολῶ σε φράσον, τίνες εἴσʼ ὦ Σώκρατες αὗταιαἱ φθεγξάμεναι τοῦτο τὸ σεμνόν; μῶν ἡρῷναί τινές εἰσιν; Σωκράτηςἥκιστʼ ἀλλʼ οὐράνιαι Νεφέλαι μεγάλαι θεαὶ ἀνδράσιν ἀργοῖς· αἵπερ γνώμην καὶ διάλεξιν καὶ νοῦν ἡμῖν παρέχουσινκαὶ τερατείαν καὶ περίλεξιν καὶ κροῦσιν καὶ κατάληψιν. Στρεψιάδηςταῦτʼ ἄρʼ ἀκούσασʼ αὐτῶν τὸ φθέγμʼ ἡ ψυχή μου πεπότηται, καὶ λεπτολογεῖν ἤδη ζητεῖ καὶ περὶ καπνοῦ στενολεσχεῖν, καὶ γνωμιδίῳ γνώμην νύξασʼ ἑτέρῳ λόγῳ ἀντιλογῆσαι· ὥστʼ εἴ πως ἔστιν ἰδεῖν αὐτὰς ἤδη φανερῶς ἐπιθυμῶ. Σωκράτηςβλέπε νυν δευρὶ πρὸς τὴν Πάρνηθʼ· ἤδη γὰρ ὁρῶ κατιούσαςἡσυχῇ αὐτάς. Στρεψιάδηςφέρε ποῦ; δεῖξον. Σωκράτηςχωροῦσʼ αὗται πάνυ πολλαὶδιὰ τῶν κοίλων καὶ τῶν δασέων, αὗται πλάγιαι. Στρεψιάδηςτί τὸ χρῆμα; ὡς οὐ καθορῶ. Σωκράτηςπαρὰ τὴν εἴσοδον. Στρεψιάδηςἤδη νυνὶ μόλις οὕτως. Σωκράτηςνῦν γέ τοι ἤδη καθορᾷς αὐτάς, εἰ μὴ λημᾷς κολοκύνταις. Στρεψιάδηςνὴ Δίʼ ἔγωγʼ, ὦ πολυτίμητοι· πάντα γὰρ ἤδη κατέχουσιν. Σωκράτηςταύτας μέντοι σὺ θεὰς οὔσας οὐκ ᾔδησθʼ οὐδʼ ἐνόμιζες; Στρεψιάδηςμὰ Δίʼ ἀλλʼ ὁμίχλην καὶ δρόσον αὐτὰς ἡγούμην καὶ καπνὸν εἶναι. Σωκράτηςοὐ γὰρ μὰ Δίʼ οἶσθʼ ὁτιὴ πλείστους αὗται βόσκουσι σοφιστάς, Θουριομάντεις ἰατροτέχνας σφραγιδονυχαργοκομήτας, κυκλίων τε χορῶν ᾀσματοκάμπτας ἄνδρας μετεωροφένακας, οὐδὲν δρῶντας βόσκουσʼ ἀργούς, ὅτι ταύτας μουσοποιοῦσιν. Στρεψιάδηςταῦτʼ ἄρʼ ἐποίουν ὑγρᾶν Νεφελᾶν στρεπταιγλᾶν δάιον ὁρμάν, πλοκάμους θʼ ἑκατογκεφάλα Τυφῶ πρημαινούσας τε θυέλλας, εἶτʼ ἀερίας διεράς, γαμψοὺς οἰωνοὺς ἀερονηχεῖς, ὄμβρους θʼ ὑδάτων δροσερᾶν Νεφελᾶν· εἶτʼ ἀντʼ αὐτῶν κατέπινονκεστρᾶν τεμάχη μεγαλᾶν ἀγαθᾶν κρέα τʼ ὀρνίθεια κιχηλᾶν. Σωκράτηςδιὰ μέντοι τάσδʼ οὐχὶ δικαίως; Στρεψιάδηςλέξον δή μοι, τί παθοῦσαι, εἴπερ νεφέλαι γʼ εἰσὶν ἀληθῶς, θνηταῖς εἴξασι γυναιξίν; οὐ γὰρ ἐκεῖναί γʼ εἰσὶ τοιαῦται. Σωκράτηςφέρε ποῖαι γάρ τινές εἰσιν; Στρεψιάδηςοὐκ οἶδα σαφῶς· εἴξασιν γοῦν ἐρίοισιν πεπταμένοισιν, κοὐχὶ γυναιξὶν μὰ Δίʼ οὐδʼ ὁτιοῦν· αὗται δὲ ῥῖνας ἔχουσιν. Σωκράτηςἀπόκριναί νυν ἅττʼ ἂν ἔρωμαι. Στρεψιάδηςλέγε νυν ταχέως ὅ τι βούλει. Σωκράτηςἤδη ποτʼ ἀναβλέψας εἶδες νεφέλην κενταύρῳ ὁμοίαν, ἢ παρδάλει ἢ λύκῳ ἢ ταύρῳ; Στρεψιάδηςνὴ Δίʼ ἔγωγʼ. εἶτα τί τοῦτο; Σωκράτηςγίγνονται πάνθʼ ὅ τι βούλονται· κᾆτʼ ἢν μὲν ἴδωσι κομήτηνἄγριόν τινα τῶν λασίων τούτων, οἷόνπερ τὸν Ξενοφάντου, σκώπτουσαι τὴν μανίαν αὐτοῦ κενταύροις ᾔκασαν αὑτάς. Στρεψιάδηςτί γὰρ ἢν ἅρπαγα τῶν δημοσίων κατίδωσι Σίμωνα, τί δρῶσιν; Σωκράτηςἀποφαίνουσαι τὴν φύσιν αὐτοῦ λύκοι ἐξαίφνης ἐγένοντο. Στρεψιάδηςταῦτʼ ἄρα ταῦτα Κλεώνυμον αὗται τὸν ῥίψασπιν χθὲς ἰδοῦσαι, ὅτι δειλότατον τοῦτον ἑώρων, ἔλαφοι διὰ τοῦτʼ ἐγένοντο. Σωκράτηςκαὶ νῦν γʼ ὅτι Κλεισθένη εἶδον, ὁρᾷς, διὰ τοῦτʼ ἐγένοντο γυναῖκες.
1.356
Στρεψιάδηςχαίρετε τοίνυν ὦ δέσποιναι· καὶ νῦν, εἴπερ τινὶ κἄλλῳ, οὐρανομήκη ῥήξατε κἀμοὶ φωνήν, ὦ παμβασίλειαι. Χορόςχαῖρʼ ὦ πρεσβῦτα παλαιογενὲς θηρατὰ λόγων φιλομούσων, σύ τε λεπτοτάτων λήρων ἱερεῦ, φράζε πρὸς ἡμᾶς ὅ τι χρῄζεις· οὐ γὰρ ἂν ἄλλῳ γʼ ὑπακούσαιμεν τῶν νῦν μετεωροσοφιστῶνπλὴν ἢ Προδίκῳ, τῷ μὲν σοφίας καὶ γνώμης οὕνεκα, σοὶ δέ, ὅτι βρενθύει τʼ ἐν ταῖσιν ὁδοῖς καὶ τὠφθαλμὼ παραβάλλεις, κἀνυπόδητος κακὰ πόλλʼ ἀνέχει κἀφʼ ἡμῖν σεμνοπροσωπεῖς. Στρεψιάδηςὦ γῆ τοῦ φθέγματος, ὡς ἱερὸν καὶ σεμνὸν καὶ τερατῶδες. Σωκράτηςαὗται γάρ τοι μόναι εἰσὶ θεαί, τἄλλα δὲ πάντʼ ἐστὶ φλύαρος. Στρεψιάδηςὁ Ζεὺς δʼ ἡμῖν, φέρε πρὸς τῆς γῆς, οὑλύμπιος οὐ θεός ἐστιν; Σωκράτηςποῖος Ζεύς; οὐ μὴ ληρήσεις· οὐδʼ ἔστι Ζεύς. Στρεψιάδηςτί λέγεις σύ; ἀλλὰ τίς ὕει; τουτὶ γὰρ ἔμοιγʼ ἀπόφηναι πρῶτον ἁπάντων. Σωκράτηςαὗται δήπου· μεγάλοις δέ σʼ ἐγὼ σημείοις αὐτὸ διδάξω. φέρε ποῦ γὰρ πώποτʼ ἄνευ Νεφελῶν ὕοντʼ ἤδη τεθέασαι; καίτοι χρῆν αἰθρίας ὕειν αὐτόν, ταύτας δʼ ἀποδημεῖν. Στρεψιάδηςνὴ τὸν Ἀπόλλω τοῦτό γέ τοι δὴ τῷ νῦν λόγῳ εὖ προσέφυσας· καίτοι πρότερον τὸν Δίʼ ἀληθῶς ᾤμην διὰ κοσκίνου οὐρεῖν. ἀλλʼ ὅστις ὁ βροντῶν ἐστι φράσον· τοῦτό με ποιεῖ τετρεμαίνειν. Σωκράτηςαὗται βροντῶσι κυλινδόμεναι. Στρεψιάδηςτῷ τρόπῳ ὦ πάντα σὺ τολμῶν; Σωκράτηςὅταν ἐμπλησθῶσʼ ὕδατος πολλοῦ κἀναγκασθῶσι φέρεσθαι, κατακρημνάμεναι πλήρεις ὄμβρου διʼ ἀνάγκην, εἶτα βαρεῖαιεἰς ἀλλήλας ἐμπίπτουσαι ῥήγνυνται καὶ παταγοῦσιν. Στρεψιάδηςὁ δʼ ἀναγκάζων ἐστὶ τίς αὐτάς, οὐχ ὁ Ζεύς, ὥστε φέρεσθαι; Σωκράτηςἥκιστʼ ἀλλʼ αἰθέριος Δῖνος. ΣτρεψιάδηςΔῖνος; τουτί μʼ ἐλελήθειν, ὁ Ζεὺς οὐκ ὤν, ἀλλʼ ἀντʼ αὐτοῦ Δῖνος νυνὶ βασιλεύων. ἀτὰρ οὐδέν πω περὶ τοῦ πατάγου καὶ τῆς βροντῆς μʼ ἐδίδαξας. Σωκράτηςοὐκ ἤκουσάς μου τὰς Νεφέλας ὕδατος μεστὰς ὅτι φημὶἐμπιπτούσας εἰς ἀλλήλας παταγεῖν διὰ τὴν πυκνότητα; Στρεψιάδηςφέρε τουτὶ τῷ χρὴ πιστεύειν; Σωκράτηςἀπὸ σαυτοῦ ʼγώ σε διδάξω. ἤδη ζωμοῦ Παναθηναίοις ἐμπλησθεὶς εἶτʼ ἐταράχθηςτὴν γαστέρα, καὶ κλόνος ἐξαίφνης αὐτὴν διεκορκορύγησεν; Στρεψιάδηςνὴ τὸν Ἀπόλλω καὶ δεινὰ ποιεῖ γʼ εὐθύς μοι, καὶ τετάρακταιχὤσπερ βροντὴ τὸ ζωμίδιον παταγεῖ καὶ δεινὰ κέκραγεν· ἀτρέμας πρῶτον παππὰξ παππάξ, κἄπειτʼ ἐπάγει παπαπαππάξ, χὤταν χέζω, κομιδῇ βροντᾷ παπαπαππὰξ ὥσπερ ἐκεῖναι.
1.392
Σωκράτηςσκέψαι τοίνυν ἀπὸ γαστριδίου τυννουτουὶ οἷα πέπορδας· τὸν δʼ Ἀέρα τόνδʼ ὄντʼ ἀπέραντον πῶς οὐκ εἰκὸς μέγα βροντᾶν; Στρεψιάδηςταῦτʼ ἄρα καὶ τὠνόματʼ ἀλλήλοιν βροντὴ καὶ πορδὴ ὁμοίω. ἀλλʼ ὁ κεραυνὸς πόθεν αὖ φέρεται λάμπων πυρί, τοῦτο δίδαξον, καὶ καταφρύγει βάλλων ἡμᾶς, τοὺς δὲ ζῶντας περιφλύει; τοῦτον γὰρ δὴ φανερῶς ὁ Ζεὺς ἵησʼ ἐπὶ τοὺς ἐπιόρκους. Σωκράτηςκαὶ πῶς ὦ μῶρε σὺ καὶ Κρονίων ὄζων καὶ βεκκεσέληνε, εἴπερ βάλλει τοὺς ἐπιόρκους, δῆτʼ οὐχὶ Σίμωνʼ ἐνέπρησενοὐδὲ Κλεώνυμον οὐδὲ Θέωρον; καίτοι σφόδρα γʼ εἴσʼ ἐπίορκοι· ἀλλὰ τὸν αὑτοῦ γε νεὼν βάλλει καὶ Σούνιον ἄκρον Ἀθηνέωνκαὶ τὰς δρῦς τὰς μεγάλας· τί μαθών; οὐ γὰρ δὴ δρῦς γʼ ἐπιορκεῖ. Στρεψιάδηςοὐκ οἶδʼ· ἀτὰρ εὖ σὺ λέγειν φαίνει. τί γάρ ἐστιν δῆθʼ ὁ κεραυνός; Σωκράτηςὅταν ἐς ταύτας ἄνεμος ξηρὸς μετεωρισθεὶς κατακλῃσθῇ, ἔνδοθεν αὐτὰς ὥσπερ κύστιν φυσᾷ, κἄπειθʼ ὑπʼ ἀνάγκηςῥήξας αὐτὰς ἔξω φέρεται σοβαρὸς διὰ τὴν πυκνότητα, ὑπὸ τοῦ ῥοίβδου καὶ τῆς ῥύμης αὐτὸς ἑαυτὸν κατακάων. Στρεψιάδηςνὴ Δίʼ ἐγὼ γοῦν ἀτεχνῶς ἔπαθον τουτί ποτε Διασίοισινὀπτῶν γαστέρα τοῖς συγγενέσιν, κᾆτʼ οὐκ ἔσχων ἀμελήσας· ἡ δʼ ἄρʼ ἐφυσᾶτʼ, εἶτʼ ἐξαίφνης διαλακήσασα πρὸς αὐτὼτὠφθαλμώ μου προσετίλησεν καὶ κατέκαυσεν τὸ πρόσωπον. Χορόςὦ τῆς μεγάλης ἐπιθυμήσας σοφίας ἄνθρωπε παρʼ ἡμῶν, ὡς εὐδαίμων ἐν Ἀθηναίοις καὶ τοῖς Ἕλλησι γενήσει, εἰ μνήμων εἶ καὶ φροντιστὴς καὶ τὸ ταλαίπωρον ἔνεστινἐν τῇ ψυχῇ, καὶ μὴ κάμνεις μήθʼ ἑστὼς μήτε βαδίζων, μήτε ῥιγῶν ἄχθει λίαν μήτʼ ἀριστᾶν ἐπιθυμεῖς, οἴνου τʼ ἀπέχει καὶ γυμνασίων καὶ τῶν ἄλλων ἀνοήτων, καὶ βέλτιστον τοῦτο νομίζεις, ὅπερ εἰκὸς δεξιὸν ἄνδρα, νικᾶν πράττων καὶ βουλεύων καὶ τῇ γλώττῃ πολεμίζων. Στρεψιάδηςἀλλʼ οὕνεκά γε ψυχῆς στερρᾶς δυσκολοκοίτου τε μερίμνηςκαὶ φειδωλοῦ καὶ τρυσιβίου γαστρὸς καὶ θυμβρεπιδείπνου, ἀμέλει θαρρῶν οὕνεκα τούτων ἐπιχαλκεύειν παρέχοιμʼ ἄν. Σωκράτηςἄλλο τι δῆτʼ οὖν νομιεῖς ἤδη θεὸν οὐδένα πλὴν ἅπερ ἡμεῖς, τὸ Χάος τουτὶ καὶ τὰς Νεφέλας καὶ τὴν γλῶτταν, τρία ταυτί; Στρεψιάδηςοὐδʼ ἂν διαλεχθείην γʼ ἀτεχνῶς τοῖς ἄλλοις οὐδʼ ἂν ἀπαντῶν· οὐδʼ ἂν θύσαιμʼ, οὐδʼ ἂν σπείσαιμʼ, οὐδʼ ἐπιθείην λιβανωτόν. Χορόςλέγε νυν ἡμῖν ὅ τι σοι δρῶμεν θαρρῶν, ὡς οὐκ ἀτυχήσειςἡμᾶς τιμῶν καὶ θαυμάζων καὶ ζητῶν δεξιὸς εἶναι. Στρεψιάδηςὦ δέσποιναι δέομαι τοίνυν ὑμῶν τουτὶ πάνυ μικρόν, τῶν Ἑλλήνων εἶναί με λέγειν ἑκατὸν σταδίοισιν ἄριστον. Χορόςἀλλʼ ἔσται σοι τοῦτο παρʼ ἡμῶν· ὥστε τὸ λοιπόν γʼ ἀπὸ τουδὶἐν τῷ δήμῳ γνώμας οὐδεὶς νικήσει πλείονας ἢ σύ. Στρεψιάδηςμὴ ʼμοί γε λέγειν γνώμας μεγάλας· οὐ γὰρ τούτων ἐπιθυμῶ, ἀλλʼ ὅσʼ ἐμαυτῷ στρεψοδικῆσαι καὶ τοὺς χρήστας διολισθεῖν. Χορόςτεύξει τοίνυν ὧν ἱμείρεις· οὐ γὰρ μεγάλων ἐπιθυμεῖς. ἀλλὰ σεαυτὸν θαρρῶν παράδος τοῖς ἡμετέροις προπόλοισιν.
1.437
Στρεψιάδηςδράσω ταῦθʼ ὑμῖν πιστεύσας· ἡ γὰρ ἀνάγκη με πιέζειδιὰ τοὺς ἵππους τοὺς κοππατίας καὶ τὸν γάμον ὅς μʼ ἐπέτριψεν. νῦν οὖν ἀτεχνῶς ὅ τι βούλονταιτουτὶ τοὐμὸν σῶμʼ αὐτοῖσινπαρέχω, τύπτειν πεινῆν διψῆναὐχμεῖν ῥιγῶν ἀσκὸν δείρειν, εἴπερ τὰ χρέα διαφευξοῦμαι, τοῖς τʼ ἀνθρώποις εἶναι δόξωθρασὺς εὔγλωττος τολμηρὸς ἴτηςβδελυρὸς ψευδῶν συγκολλητὴςεὑρησιεπὴς περίτριμμα δικῶνκύρβις κρόταλον κίναδος τρύμημάσθλης εἴρων γλοιὸς ἀλαζὼνκέντρων μιαρὸς στρόφις ἀργαλέοςματιολοιχός· ταῦτʼ εἴ με καλοῦσʼ ἁπαντῶντες, δρώντων ἀτεχνῶς ὅ τι χρῄζουσιν, κεἰ βούλονταινὴ τὴν Δήμητρʼ ἔκ μου χορδὴντοῖς φροντισταῖς παραθέντων.
1.457
Χορόςλῆμα μὲν πάρεστι τῷδέ γʼοὐκ ἄτολμον ἀλλʼ ἕτοιμον. ἴσθι δʼ ὡςταῦτα μαθὼν παρʼ ἐμοῦ κλέος οὐρανόμηκεςἐν βροτοῖσιν ἕξεις. Στρεψιάδηςτί πείσομαι; Χορόςτὸν πάντα χρόνον μετʼ ἐμοῦζηλωτότατον βίον ἀνθρώπων διάξεις. Στρεψιάδηςἆρά γε τοῦτʼ ἄρʼ ἐγώ ποτʼὄψομαι; Χορόςὥστε γέ σου πολλοὺς ἐπὶ ταῖσι θύραις ἀεὶ καθῆσθαι, βουλομένους ἀνακοινοῦσθαί τε καὶ ἐς λόγον ἐλθεῖνπράγματα κἀντιγραφὰς πολλῶν ταλάντων, ἄξια σῇ φρενὶ συμβουλευσομένους μετὰ σοῦ.
1.476
Χορόςἀλλʼ ἐγχείρει τὸν πρεσβύτην ὅ τι περ μέλλεις προδιδάσκειν, καὶ διακίνει τὸν νοῦν αὐτοῦ καὶ τῆς γνώμης ἀποπειρῶ. Σωκράτηςἄγε δὴ κάτειπέ μοι σὺ τὸν σαυτοῦ τρόπον, ἵνʼ αὐτὸν εἰδὼς ὅστις ἐστὶ μηχανὰςἤδη ʼπὶ τούτοις πρὸς σὲ καινὰς προσφέρω. Στρεψιάδηςτί δέ; τειχομαχεῖν μοι διανοεῖ πρὸς τῶν θεῶν; Σωκράτηςοὔκ, ἀλλὰ βραχέα σου πυθέσθαι βούλομαι. ἦ μνημονικὸς εἶ; Στρεψιάδηςδύο τρόπω νὴ τὸν Δία· ἢν μὲν γὰρ ὀφείληταί τί μοι, μνήμων πάνυ· ἐὰν δʼ ὀφείλω, σχέτλιος, ἐπιλήσμων πάνυ. Σωκράτηςἔνεστι δῆτα μανθάνειν ἐν τῇ φύσει; Στρεψιάδηςλέγειν μὲν οὐκ ἔνεστʼ, ἀποστερεῖν δʼ ἔνι. Σωκράτηςπῶς οὖν δυνήσει μανθάνειν; Στρεψιάδηςἀμέλει καλῶς. Σωκράτηςἄγε νυν ὅπως, ὅταν τι προβάλλω σοι σοφὸνπερὶ τῶν μετεώρων, εὐθέως ὑφαρπάσει. Στρεψιάδηςτί δαί; κυνηδὸν τὴν σοφίαν σιτήσομαι; Σωκράτηςἄνθρωπος ἀμαθὴς οὑτοσὶ καὶ βάρβαρος. δέδοικά σʼ ὦ πρεσβῦτα μὴ πληγῶν δέει. φέρʼ ἴδω τί δρᾷς, ἤν τίς σε τύπτῃ; Στρεψιάδηςτύπτομαι, ἔπειτʼ ἐπισχὼν ὀλίγον ἐπιμαρτύρομαι, εἶτʼ αὖθις ἀκαρῆ διαλιπὼν δικάζομαι. Σωκράτηςἴθι νυν κατάθου θοἰμάτιον. Στρεψιάδηςἠδίκηκά τι; Σωκράτηςοὔκ, ἀλλὰ γυμνοὺς εἰσιέναι νομίζεται. Στρεψιάδηςἀλλʼ οὐχὶ φωράσων ἔγωγʼ εἰσέρχομαι. Σωκράτηςκατάθου. τί ληρεῖς; Στρεψιάδηςεἰπὲ δή νύν μοι· Σωκράτηςτὸ τί; Στρεψιάδηςἢν ἐπιμελὴς ὦ καὶ προθύμως μανθάνω, τῷ τῶν μαθητῶν ἐμφερὴς γενήσομαι; Σωκράτηςοὐδὲν διοίσεις Χαιρεφῶντος τὴν φύσιν. Στρεψιάδηςοἴμοι κακοδαίμων ἡμιθνὴς γενήσομαι. Σωκράτηςοὐ μὴ λαλήσεις, ἀλλʼ ἀκολουθήσεις ἐμοὶἀνύσας τι δευρὶ θᾶττον; Στρεψιάδηςἐς τὼ χεῖρέ νυνδός μοι μελιτοῦτταν πρότερον· ὡς δέδοικʼ ἐγὼεἴσω καταβαίνων ὥσπερ ἐς Τροφωνίου. Σωκράτηςχώρει· τί κυπτάζεις ἔχων περὶ τὴν θύραν;
1.510
Χορόςἀλλʼ ἴθι χαίρων τῆς ἀνδρείαςοὕνεκα ταύτης. εὐτυχία γένοιτο τἀνθρώπῳ, ὅτι προήκωνἐς βαθὺ τῆς ἡλικίαςνεωτέροις τὴν φύσιν αὑτοῦπράγμασιν χρωτίζεταικαὶ σοφίαν ἐπασκεῖ.
1.518
Χορόςὦ θεώμενοι κατερῶ πρὸς ὑμᾶς ἐλευθέρωςτἀληθῆ νὴ τὸν Διόνυσον τὸν ἐκθρέψαντά με. οὕτω νικήσαιμί τʼ ἐγὼ καὶ νομιζοίμην σοφός, ὡς ὑμᾶς ἡγούμενος εἶναι θεατὰς δεξιοὺςκαὶ ταύτην σοφώτατʼ ἔχειν τῶν ἐμῶν κωμῳδιῶν, πρώτους ἠξίωσʼ ἀναγεῦσʼ ὑμᾶς, ἣ παρέσχε μοιἔργον πλεῖστον· εἶτʼ ἀνεχώρουν ὑπʼ ἀνδρῶν φορτικῶνἡττηθεὶς οὐκ ἄξιος ὤν· ταῦτʼ οὖν ὑμῖν μέμφομαιτοῖς σοφοῖς, ὧν οὕνεκʼ ἐγὼ ταῦτʼ ἐπραγματευόμην. ἀλλʼ οὐδʼ ὣς ὑμῶν ποθʼ ἑκὼν προδώσω τοὺς δεξιούς. ἐξ ὅτου γὰρ ἐνθάδʼ ὑπʼ ἀνδρῶν, οἷς ἡδὺ καὶ λέγειν, ὁ σώφρων τε χὠ καταπύγων ἄριστʼ ἠκουσάτην, κἀγώ, παρθένος γὰρ ἔτʼ ἦν, κοὐκ ἐξῆν πώ μοι τεκεῖν, ἐξέθηκα, παῖς δʼ ἑτέρα τις λαβοῦσʼ ἀνείλετο, ὑμεῖς δʼ ἐξεθρέψατε γενναίως κἀπαιδεύσατε· ἐκ τούτου μοι πιστὰ παρʼ ὑμῖν γνώμης ἔσθʼ ὅρκια. νῦν οὖν Ἠλέκτραν κατʼ ἐκείνην ἥδʼ ἡ κωμῳδίαζητοῦσʼ ἦλθʼ, ἤν που ʼπιτύχῃ θεαταῖς οὕτω σοφοῖς· γνώσεται γάρ, ἤνπερ ἴδῃ, τἀδελφοῦ τὸν βόστρυχον. ὡς δὲ σώφρων ἐστὶ φύσει σκέψασθʼ· ἥτις πρῶτα μὲνοὐδὲν ἦλθε ῥαψαμένη σκυτίον καθειμένονἐρυθρὸν ἐξ ἄκρου παχύ, τοῖς παιδίοις ἵνʼ ᾖ γέλως· οὐδʼ ἔσκωψε τοὺς φαλακρούς, οὐδὲ κόρδαχʼ εἵλκυσεν, οὐδὲ πρεσβύτης ὁ λέγων τἄπη τῇ βακτηρίᾳτύπτει τὸν παρόντʼ ἀφανίζων πονηρὰ σκώμματα, οὐδʼ εἰσῇξε δᾷδας ἔχουσʼ, οὐδʼ ἰοὺ ἰοὺ βοᾷ, ἀλλʼ αὑτῇ καὶ τοῖς ἔπεσιν πιστεύουσʼ ἐλήλυθεν. κἀγὼ μὲν τοιοῦτος ἀνὴρ ὢν ποιητὴς οὐ κομῶ, οὐδʼ ὑμᾶς ζητῶ ʼξαπατᾶν δὶς καὶ τρὶς ταὔτʼ εἰσάγων, ἀλλʼ ἀεὶ καινὰς ἰδέας ἐσφέρων σοφίζομαι, οὐδὲν ἀλλήλαισιν ὁμοίας καὶ πάσας δεξιάς· ὃς μέγιστον ὄντα Κλέωνʼ ἔπαισʼ ἐς τὴν γαστέρα, κοὐκ ἐτόλμησʼ αὖθις ἐπεμπηδῆσʼ αὐτῷ κειμένῳ. οὗτοι δʼ, ὡς ἅπαξ παρέδωκεν λαβὴν Ὑπέρβολος, τοῦτον δείλαιον κολετρῶσʼ ἀεὶ καὶ τὴν μητέρα. Εὔπολις μὲν τὸν Μαρικᾶν πρώτιστον παρείλκυσενἐκστρέψας τοὺς ἡμετέρους Ἱππέας κακὸς κακῶς, προσθεὶς αὐτῷ γραῦν μεθύσην τοῦ κόρδακος οὕνεχʼ, ἣνΦρύνιχος πάλαι πεποίηχʼ, ἣν τὸ κῆτος ἤσθιεν. εἶθʼ Ἕρμιππος αὖθις ἐποίησεν εἰς Ὑπέρβολον, ἄλλοι τʼ ἤδη πάντες ἐρείδουσιν εἰς Ὑπέρβολον, τὰς εἰκοὺς τῶν ἐγχέλεων τὰς ἐμὰς μιμούμενοι. ὅστις οὖν τούτοισι γελᾷ, τοῖς ἐμοῖς μὴ χαιρέτω· ἢν δʼ ἐμοὶ καὶ τοῖσιν ἐμοῖς εὐφραίνησθʼ εὑρήμασιν, ἐς τὰς ὥρας τὰς ἑτέρας εὖ φρονεῖν δοκήσετε.
1.563
Χορόςὑψιμέδοντα μὲν θεῶνΖῆνα τύραννον ἐς χορὸνπρῶτα μέγαν κικλήσκω· τόν τε μεγασθενῆ τριαίνης ταμίαν, γῆς τε καὶ ἁλμυρᾶς θαλάσσης ἄγριον μοχλευτήν· καὶ μεγαλώνυμον ἡμέτερον πατέρʼΑἰθέρα σεμνότατον βιοθρέμμονα πάντων· τόν θʼ ἱππονώμαν, ὃς ὑπερλάμπροιςἀκτῖσιν κατέχειγῆς πέδον μέγας ἐν θεοῖςἐν θνητοῖσί τε δαίμων.
1.575
Χορόςὦ σοφώτατοι θεαταὶ δεῦρο τὸν νοῦν προσέχετε. ἠδικημέναι γὰρ ὑμῖν μεμφόμεσθʼ ἐναντίον· πλεῖστα γὰρ θεῶν ἁπάντων ὠφελούσαις τὴν πόλιν, δαιμόνων ἡμῖν μόναις οὐ θύετʼ οὐδὲ σπένδετε, αἵτινες τηροῦμεν ὑμᾶς. ἢν γὰρ ᾖ τις ἔξοδοςμηδενὶ ξὺν νῷ, τότʼ ἢ βροντῶμεν ἢ ψακάζομεν. εἶτα τὸν θεοῖσιν ἐχθρὸν βυρσοδέψην Παφλαγόναἡνίχʼ ᾑρεῖσθε στρατηγόν, τὰς ὀφρῦς συνήγομενκἀποιοῦμεν δεινά, βροντὴ δʼ ἐρράγη διʼ ἀστραπῆς· ἡ σελήνη δʼ ἐξέλειπε τὰς ὁδούς, ὁ δʼ ἥλιοςτὴν θρυαλλίδʼ εἰς ἑαυτὸν εὐθέως ξυνελκύσαςοὐ φανεῖν ἔφασκεν ὑμῖν, εἰ στρατηγήσει Κλέων. ἀλλʼ ὅμως εἵλεσθε τοῦτον. φασὶ γὰρ δυσβουλίαντῇδε τῇ πόλει προσεῖναι, ταῦτα μέντοι τοὺς θεοὺςἅττʼ ἂν ὑμεῖς ἐξαμάρτητʼ ἐπὶ τὸ βέλτιον τρέπειν. ὡς δὲ καὶ τοῦτο ξυνοίσει ῥᾳδίως διδάξομεν· ἢν Κλέωνα τὸν λάρον δώρων ἑλόντες καὶ κλοπῆςεἶτα φιμώσητε τούτου τῷ ξύλῳ τὸν αὐχένα, αὖθις ἐς τἀρχαῖον ὑμῖν, εἴ τι κἀξημάρτετε, ἐπὶ τὸ βέλτιον τὸ πρᾶγμα τῇ πόλει συνοίσεται.
1.595
Χορόςἀμφί μοι αὖτε Φοῖβʼ ἄναξΔήλιε Κυνθίαν ἔχωνὑψικέρατα πέτραν, ἥ τʼ Ἐφέσου μάκαιρα πάγχρυσον ἔχειςοἶκον ἐν ᾧ κόραι σε Λυδῶν μεγάλως σέβουσιν, ἥ τʼ ἐπιχώριος ἡμετέρα θεὸςαἰγίδος ἡνίοχος πολιοῦχος Ἀθάνα, Παρνασσίαν θʼ ὃς κατέχωνπέτραν σὺν πεύκαις σελαγεῖΒάκχαις Δελφίσιν ἐμπρέπων, κωμαστὴς Διόνυσος.
1.607
Χορόςἡνίχʼ ἡμεῖς δεῦρʼ ἀφορμᾶσθαι παρεσκευάσμεθα, ἡ σελήνη συντυχοῦσʼ ἡμῖν ἐπέστειλεν φράσαι, πρῶτα μὲν χαίρειν Ἀθηναίοισι καὶ τοῖς ξυμμάχοις· εἶτα θυμαίνειν ἔφασκε· δεινὰ γὰρ πεπονθέναιὠφελοῦσʼ ὑμᾶς ἅπαντας οὐ λόγοις ἀλλʼ ἐμφανῶς. πρῶτα μὲν τοῦ μηνὸς ἐς δᾷδʼ οὐκ ἔλαττον ἢ δραχμήν, ὥστε καὶ λέγειν ἅπαντας ἐξιόντας ἑσπέρας, μὴ πρίῃ παῖ δᾷδʼ, ἐπειδὴ φῶς σεληναίας καλόν. ἄλλα τʼ εὖ δρᾶν φησιν, ὑμᾶς δʼ οὐκ ἄγειν τὰς ἡμέραςοὐδὲν ὀρθῶς, ἀλλʼ ἄνω τε καὶ κάτω κυδοιδοπᾶν· ὥστʼ ἀπειλεῖν φησιν αὐτῇ τοὺς θεοὺς ἑκάστοτεἡνίκʼ ἂν ψευσθῶσι δείπνου κἀπίωσιν οἴκαδε, τῆς ἑορτῆς μὴ τυχόντες κατὰ λόγον τῶν ἡμερῶν. κᾆθʼ ὅταν θύειν δέῃ, στρεβλοῦτε καὶ δικάζετε· πολλάκις δʼ ἡμῶν ἀγόντων τῶν θεῶν ἀπαστίαν, ἡνίκʼ ἂν πενθῶμεν ἢ τὸν Μέμνονʼ ἢ Σαρπηδόνα, σπένδεθʼ ὑμεῖς καὶ γελᾶτʼ· ἀνθʼ ὧν λαχὼν Ὑπέρβολοςτῆτες ἱερομνημονεῖν, κἄπειθʼ ὑφʼ ἡμῶν τῶν θεῶντὸν στέφανον ἀφῃρέθη· μᾶλλον γὰρ οὕτως εἴσεταικατὰ σελήνην ὡς ἄγειν χρὴ τοῦ βίου τὰς ἡμέρας.
1.627
Σωκράτηςμὰ τὴν Ἀναπνοὴν μὰ τὸ Χάος μὰ τὸν Ἀέραοὐκ εἶδον οὕτως ἄνδρʼ ἄγροικον οὐδέναοὐδʼ ἄπορον οὐδὲ σκαιὸν οὐδʼ ἐπιλήσμονα· ὅστις σκαλαθυρμάτιʼ ἄττα μικρὰ μανθάνωνταῦτʼ ἐπιλέλησται πρὶν μαθεῖν· ὅμως γε μὴναὐτὸν καλῶ θύραζε δευρὶ πρὸς τὸ φῶς. ποῦ Στρεψιάδης; ἔξει τὸν ἀσκάντην λαβών; Στρεψιάδηςἀλλʼ οὐκ ἐῶσί μʼ ἐξενεγκεῖν οἱ κόρεις. Σωκράτηςἀνύσας τι κατάθου καὶ πρόσεχε τὸν νοῦν. Στρεψιάδηςἰδού. Σωκράτηςἄγε δὴ τί βούλει πρῶτα νυνὶ μανθάνεινὧν οὐκ ἐδιδάχθης πώποτʼ οὐδέν; εἰπέ μοι. πότερα περὶ μέτρων ἢ περὶ ἐπῶν ἢ ῥυθμῶν; Στρεψιάδηςπερὶ τῶν μέτρων ἔγωγʼ· ἔναγχος γάρ ποτεὑπʼ ἀλφιταμοιβοῦ παρεκόπην διχοινίκῳ. Σωκράτηςοὐ τοῦτʼ ἐρωτῶ σʼ, ἀλλʼ ὅ τι κάλλιστον μέτρονἡγεῖ· πότερα τὸ τρίμετρον ἢ τὸ τετράμετρον; Στρεψιάδηςἐγὼ μὲν οὐδὲν πρότερον ἡμιεκτέου. Σωκράτηςοὐδὲν λέγεις ὦνθρωπε. Στρεψιάδηςπερίδου νυν ἐμοί, εἰ μὴ τετράμετρόν ἐστιν ἡμιεκτέον. Σωκράτηςἐς κόρακας, ὡς ἄγροικος εἶ καὶ δυσμαθής. ταχύ γʼ ἂν δύναιο μανθάνειν περὶ ῥυθμῶν. Στρεψιάδηςτί δέ μʼ ὠφελήσουσʼ οἱ ῥυθμοὶ πρὸς τἄλφιτα; Σωκράτηςπρῶτον μὲν εἶναι κομψὸν ἐν συνουσίᾳ, ἐπαΐονθʼ ὁποῖός ἐστι τῶν ῥυθμῶνκατʼ ἐνόπλιον, χὠποῖος αὖ κατὰ δάκτυλον. Στρεψιάδηςκατὰ δάκτυλον; νὴ τὸν Δίʼ, ἀλλʼ οἶδʼ. Σωκράτηςεἰπὲ δή. Στρεψιάδηςτίς ἄλλος ἀντὶ τουτουὶ τοῦ δακτύλου; πρὸ τοῦ μέν, ἔτʼ ἐμοῦ παιδὸς ὄντος, οὑτοσί. Σωκράτηςἀγρεῖος εἶ καὶ σκαιός. Στρεψιάδηςοὐ γὰρ ᾠζυρὲτούτων ἐπιθυμῶ μανθάνειν οὐδέν. Σωκράτηςτί δαί; Στρεψιάδηςἐκεῖνʼ ἐκεῖνο, τὸν ἀδικώτατον λόγον.
1.658
Σωκράτηςἀλλʼ ἕτερα δεῖ σε πρότερα τούτου μανθάνειν, τῶν τετραπόδων ἅττʼ ἐστὶν ὀρθῶς ἄρρενα. Στρεψιάδηςἀλλʼ οἶδʼ ἔγωγε τἄρρενʼ, εἰ μὴ μαίνομαι· κριὸς τράγος ταῦρος κύων ἀλεκτρυών. Σωκράτηςὁρᾷς ὃ πάσχεις; τήν τε θήλειαν καλεῖςἀλεκτρυόνα κατὰ ταὐτὸ καὶ τὸν ἄρρενα. Στρεψιάδηςπῶς δὴ φέρʼ; Σωκράτηςὅπως; ἀλεκτρυὼν κἀλεκτρυών. Στρεψιάδηςνὴ τὸν Ποσειδῶ. νῦν δὲ πῶς με χρὴ καλεῖν; Σωκράτηςἀλεκτρύαιναν, τὸν δʼ ἕτερον ἀλέκτορα. Στρεψιάδηςἀλεκτρύαιναν; εὖ γε νὴ τὸν Ἀέρα· ὥστʼ ἀντὶ τούτου τοῦ διδάγματος μόνουδιαλφιτώσω σου κύκλῳ τὴν κάρδοπον. Σωκράτηςἰδοὺ μάλʼ αὖθις τοῦθʼ ἕτερον· τὴν κάρδοπονἄρρενα καλεῖς θήλειαν οὖσαν. Στρεψιάδηςτῷ τρόπῳἄρρενα καλῶ ʼγὼ κάρδοπον; Σωκράτηςμάλιστά γε, ὥσπερ γε καὶ Κλεώνυμον. Στρεψιάδηςπῶς δή; φράσον. Σωκράτηςταὐτὸν δύναταί σοι κάρδοπος Κλεωνύμῳ. Στρεψιάδηςἀλλʼ ὦγάθʼ οὐδʼ ἦν κάρδοπος Κλεωνύμῳ, ἀλλʼ ἐν θυείᾳ στρογγύλῃ γʼ ἂν ἐμάττετο. ἀτὰρ τὸ λοιπὸν πῶς με χρὴ καλεῖν; Σωκράτηςὅπως; τὴν καρδόπην, ὥσπερ καλεῖς τὴν Σωστράτην. Στρεψιάδηςτὴν καρδόπην θήλειαν; Σωκράτηςὀρθῶς γὰρ λέγεις. Στρεψιάδηςἐκεῖνο δʼ ἦν ἄν, καρδόπη, Κλεωνύμη. Σωκράτηςἔτι δή γε περὶ τῶν ὀνομάτων μαθεῖν σε δεῖ, ἅττʼ ἄρρενʼ ἐστίν, ἅττα δʼ αὐτῶν θήλεα. Στρεψιάδηςἀλλʼ οἶδʼ ἔγωγʼ ἃ θήλεʼ ἐστίν. Σωκράτηςεἰπὲ δή. ΣτρεψιάδηςΛύσιλλα Φίλιννα Κλειταγόρα Δημητρία. Σωκράτηςἄρρενα δὲ ποῖα τῶν ὀνομάτων; Στρεψιάδηςμυρία. Φιλόξενος Μελησίας Ἀμυνίας. Σωκράτηςἀλλʼ ὦ πόνηρε ταῦτά γʼ ἐστʼ οὐκ ἄρρενα. Στρεψιάδηςοὐκ ἄρρενʼ ὑμῖν ἐστιν; Σωκράτηςοὐδαμῶς γʼ, ἐπεὶπῶς ἂν καλέσειας ἐντυχὼν Ἀμυνίᾳ; Στρεψιάδηςὅπως ἄν; ὡδί, δεῦρο δεῦρʼ Ἀμυνία. Σωκράτηςὁρᾷς; γυναῖκα τὴν Ἀμυνίαν καλεῖς. Στρεψιάδηςοὔκουν δικαίως ἥτις οὐ στρατεύεται; ἀτὰρ τί ταῦθʼ ἃ πάντες ἴσμεν μανθάνω; Σωκράτηςοὐδὲν μὰ Δίʼ ἀλλὰ κατακλινεὶς δευρὶ— Στρεψιάδηςτί δρῶ; Σωκράτηςἐκφρόντισόν τι τῶν σεαυτοῦ πραγμάτων. Στρεψιάδηςμὴ δῆθʼ ἱκετεύω σʼ ἐνγεταῦθʼ· ἀλλʼ εἴ γε χρή, χαμαί μʼ ἔασον αὐτὰ ταῦτʼ ἐκφροντίσαι. Σωκράτηςοὐκ ἔστι παρὰ ταῦτʼ ἄλλα. Στρεψιάδηςκακοδαίμων ἐγώ, οἵαν δίκην τοῖς κόρεσι δώσω τήμερον.
1.700
Χορόςφρόντιζε δὴ καὶ διάθρει πάντα τρόπον τε σαυτὸνστρόβει πυκνώσας. ταχὺς δʼ, ὅταν εἰς ἄπορον πέσῃς, ἐπʼ ἄλλο πήδανόημα φρενός· ὕπνος δʼ ἀπέστω γλυκύθυμος ὀμμάτων.⋯
1.707
Στρεψιάδηςἀτταταῖ ἀτταταῖ. Χορόςτί πάσχεις; τί κάμνεις; Στρεψιάδηςἀπόλλυμαι δείλαιος· ἐκ τοῦ σκίμποδοςδάκνουσί μʼ ἐξέρποντες οἱ Κορίνθιοι, καὶ τὰς πλευρὰς δαρδάπτουσινκαὶ τὴν ψυχὴν ἐκπίνουσινκαὶ τοὺς ὄρχεις ἐξέλκουσινκαὶ τὸν πρωκτὸν διορύττουσιν, καί μʼ ἀπολοῦσιν. Χορόςμή νυν βαρέως ἄλγει λίαν. Στρεψιάδηςκαὶ πῶς; ὅτε μουφροῦδα τὰ χρήματα, φρούδη χροιά, φρούδη ψυχή, φρούδη δʼ ἐμβάς· καὶ πρὸς τούτοις ἔτι τοῖσι κακοῖςφρουρᾶς ᾄδωνὀλίγου φροῦδος γεγένημαι. Σωκράτηςοὗτος τί ποιεῖς; οὐχὶ φροντίζεις; Στρεψιάδηςἐγώ; νὴ τὸν Ποσειδῶ. Σωκράτηςκαὶ τί δῆτʼ ἐφρόντισας; Στρεψιάδηςὑπὸ τῶν κόρεων εἴ μού τι περιλειφθήσεται. Σωκράτηςἀπολεῖ κάκιστʼ. Στρεψιάδηςἀλλʼ ὦγάθʼ ἀπόλωλʼ ἀρτίως. Σωκράτηςοὐ μαλθακιστέʼ ἀλλὰ περικαλυπτέα. ἐξευρετέος γὰρ νοῦς ἀποστερητικὸςκἀπαιόλημʼ. Στρεψιάδηςοἴμοι τίς ἂν δῆτʼ ἐπιβάλοιἐξ ἀρνακίδων γνώμην ἀποστερητρίδα;
1.731
Σωκράτηςφέρε νυν ἀθρήσω πρῶτον ὅ τι δρᾷ τουτονί. οὗτος καθεύδεις; Στρεψιάδηςμὰ τὸν Ἀπόλλω ʼγὼ μὲν οὔ. Σωκράτηςἔχεις τι; Στρεψιάδηςμὰ Δίʼ οὐ δῆτʼ ἔγωγʼ. Σωκράτηςοὐδὲν πάνυ; Στρεψιάδηςοὐδέν γε πλὴν ἢ τὸ πέος ἐν τῇ δεξιᾷ. Σωκράτηςοὐκ ἐγκαλυψάμενος ταχέως τι φροντιεῖς; Στρεψιάδηςπερὶ τοῦ; σὺ γάρ μοι τοῦτο φράσον ὦ Σώκρατες. Σωκράτηςαὐτὸς ὅ τι βούλει πρῶτος ἐξευρὼν λέγε. Στρεψιάδηςἀκήκοας μυριάκις ἁγὼ βούλομαι, περὶ τῶν τόκων, ὅπως ἂν ἀποδῶ μηδενί. Σωκράτηςἴθι νῦν καλύπτου καὶ σχάσας τὴν φροντίδαλεπτὴν κατὰ μικρὸν περιφρόνει τὰ πράγματα, ὀρθῶς διαιρῶν καὶ σκοπῶν. Στρεψιάδηςοἴμοι τάλας. Σωκράτηςἔχʼ ἀτρέμα· κἂν ἀπορῇς τι τῶν νοημάτων, ἀφεὶς ἄπελθε, καὶ κατὰ τὴν γνώμην πάλινκίνησον αὖθις αὐτὸ καὶ ζυγώθρισον. Στρεψιάδηςὦ Σωκρατίδιον φίλτατον. Σωκράτηςτί ὦ γέρον; Στρεψιάδηςἔχω τόκου γνώμην ἀποστερητικήν. Σωκράτηςἐπίδειξον αὐτήν. Στρεψιάδηςεἰπὲ δή νύν μοι— Σωκράτηςτὸ τί; Στρεψιάδηςγυναῖκα φαρμακίδʼ εἰ πριάμενος Θετταλὴνκαθέλοιμι νύκτωρ τὴν σελήνην, εἶτα δὴαὐτὴν καθείρξαιμʼ ἐς λοφεῖον στρογγύλον, ὥσπερ κάτοπτρον, κᾆτα τηροίην ἔχων— Σωκράτηςτί δῆτα τοῦτʼ ἂν ὠφελήσειέν σʼ; Στρεψιάδηςὅ τι; εἰ μηκέτʼ ἀνατέλλοι σελήνη μηδαμοῦ, οὐκ ἂν ἀποδοίην τοὺς τόκους. Σωκράτηςὁτιὴ τί δή; Στρεψιάδηςὁτιὴ κατὰ μῆνα τἀγύριον δανείζεται. Σωκράτηςεὖ γʼ· ἀλλʼ ἕτερον αὖ σοι προβαλῶ τι δεξιόν. εἴ σοι γράφοιτο πεντετάλαντός τις δίκη, ὅπως ἂν αὐτὴν ἀφανίσειας εἰπέ μοι. Στρεψιάδηςὅπως; ὅπως; οὐκ οἶδʼ· ἀτὰρ ζητητέον. Σωκράτηςμή νυν περὶ σαυτὸν εἶλλε τὴν γνώμην ἀεί, ἀλλʼ ἀποχάλα τὴν φροντίδʼ ἐς τὸν ἀέραλινόδετον ὥσπερ μηλολόνθην τοῦ ποδός. Στρεψιάδηςηὕρηκʼ ἀφάνισιν τῆς δίκης σοφωτάτην, ὥστʼ αὐτὸν ὁμολογεῖν σʼ ἐμοί. Σωκράτηςποίαν τινά; Στρεψιάδηςἤδη παρὰ τοῖσι φαρμακοπώλαις τὴν λίθονταύτην ἑόρακας τὴν καλήν, τὴν διαφανῆ, ἀφʼ ἧς τὸ πῦρ ἅπτουσι; Σωκράτηςτὴν ὕαλον λέγεις; Στρεψιάδηςἔγωγε. φέρε τί δῆτʼ ἄν, εἰ ταύτην λαβών, ὁπότε γράφοιτο τὴν δίκην ὁ γραμματεύς, ἀπωτέρω στὰς ὧδε πρὸς τὸν ἥλιοντὰ γράμματʼ ἐκτήξαιμι τῆς ἐμῆς δίκης; Σωκράτηςσοφῶς γε νὴ τὰς Χάριτας. Στρεψιάδηςοἴμʼ ὡς ἥδομαιὅτι πεντετάλαντος διαγέγραπταί μοι δίκη. Σωκράτηςἄγε δὴ ταχέως τουτὶ ξυνάρπασον. Στρεψιάδηςτὸ τί;
1.776
Σωκράτηςὅπως ἀποστρέψαιʼ ἂν ἀντιδικῶν δίκηνμέλλων ὀφλήσειν μὴ παρόντων μαρτύρων. Στρεψιάδηςφαυλότατα καὶ ῥᾷστʼ. Σωκράτηςεἰπὲ δή. Στρεψιάδηςκαὶ δὴ λέγω. εἰ πρόσθεν ἔτι μιᾶς ἐνεστώσης δίκης, πρὶν τὴν ἐμὴν καλεῖσθʼ, ἀπαγξαίμην τρέχων. Σωκράτηςοὐδὲν λέγεις. Στρεψιάδηςνὴ τοὺς θεοὺς ἔγωγʼ, ἐπεὶοὐδεὶς κατʼ ἐμοῦ τεθνεῶτος εἰσάξει δίκην. Σωκράτηςὑθλεῖς· ἄπερρʼ, οὐκ ἂν διδάξαιμʼ ἄν σʼ ἔτι. Στρεψιάδηςὁτιὴ τί; ναὶ πρὸς τῶν θεῶν ὦ Σώκρατες. Σωκράτηςἀλλʼ εὐθὺς ἐπιλήθει σύ γʼ ἅττʼ ἂν καὶ μάθῃς· ἐπεὶ τί νυνὶ πρῶτον ἐδιδάχθης; λέγε. Στρεψιάδηςφέρʼ ἴδω τί μέντοι πρῶτον ἦν; τί πρῶτον ἦν; τίς ἦν ἐν ᾗ ʼματτόμεθα μέντοι τἄλφιτα; οἴμοι τίς ἦν; Σωκράτηςοὐκ ἐς κόρακας ἀποφθερεῖ, ἐπιλησμότατον καὶ σκαιότατον γερόντιον; Στρεψιάδηςοἴμοι τί οὖν δῆθʼ ὁ κακοδαίμων πείσομαι; ἀπὸ γὰρ ὀλοῦμαι μὴ μαθὼν γλωττοστροφεῖν. ἀλλʼ ὦ Νεφέλαι χρηστόν τι συμβουλεύσατε. Χορόςἡμεῖς μὲν ὦ πρεσβῦτα συμβουλεύομεν, εἴ σοί τις υἱός ἐστιν ἐκτεθραμμένος, πέμπειν ἐκεῖνον ἀντὶ σαυτοῦ μανθάνειν. Στρεψιάδηςἀλλʼ ἔστʼ ἔμοιγʼ υἱὸς καλός τε κἀγαθός· ἀλλʼ οὐκ ἐθέλει γὰρ μανθάνειν. τί ἐγὼ πάθω; Χορόςσὺ δʼ ἐπιτρέπεις; Στρεψιάδηςεὐσωματεῖ γὰρ καὶ σφριγᾷ, κἄστʼ ἐκ γυναικῶν εὐπτέρων τῶν Κοισύρας. ἀτὰρ μέτειμί γʼ αὐτόν· ἢν δὲ μὴ ʼθέλῃ, οὐκ ἔσθʼ ὅπως οὐκ ἐξελῶ κʼ τῆς οἰκίας. ἀλλʼ ἐπανάμεινόν μʼ ὀλίγον εἰσελθὼν χρόνον.
1.804
Χορόςἆρʼ αἰσθάνει πλεῖστα διʼ ἡμᾶς ἀγάθʼ αὐτίχʼ ἕξωνμόνας θεῶν; ὡςἕτοιμος ὅδʼ ἐστὶν ἅπαντα δρᾶνὅσʼ ἂν κελεύῃς. σὺ δʼ ἀνδρὸς ἐκπεπληγμένου καὶ φανερῶς ἐπηρμένουγνοὺς ἀπολάψεις ὅ τι πλεῖστον δύνασαι, ταχέως· φιλεῖ γάρ πως τὰ τοιαῦθʼ ἑτέρᾳ τρέπεσθαι.
1.814
Στρεψιάδηςοὔτοι μὰ τὴν Ὁμίχλην ἔτʼ ἐνταυθοῖ μενεῖς· ἀλλʼ ἔσθιʼ ἐλθὼν τοὺς Μεγακλέους κίονας. Φειδιππίδηςὦ δαιμόνιε, τί χρῆμα πάσχεις ὦ πάτερ; οὐκ εὖ φρονεῖς μὰ τὸν Δία τὸν Ὀλύμπιον. Στρεψιάδηςἰδού γʼ ἰδού, Δίʼ Ὀλύμπιον· τῆς μωρίας, τὸν Δία νομίζειν ὄντα τηλικουτονί. Φειδιππίδηςτί δὲ τοῦτʼ ἐγέλασας ἐτεόν; Στρεψιάδηςἐνθυμούμενοςὅτι παιδάριον εἶ καὶ φρονεῖς ἀρχαιϊκά. ὅμως γε μὴν πρόσελθʼ, ἵνʼ εἰδῇς πλείονα, καί σοι φράσω τι πρᾶγμʼ ὃ μαθὼν ἀνὴρ ἔσει. ὅπως δὲ τοῦτο μὴ διδάξεις μηδένα. Φειδιππίδηςἰδού· τί ἔστιν; Στρεψιάδηςὤμοσας νυνὶ Δία. Φειδιππίδηςἔγωγʼ. Στρεψιάδηςὁρᾷς οὖν ὡς ἀγαθὸν τὸ μανθάνειν; οὐκ ἔστιν ὦ Φειδιππίδη Ζεύς. Φειδιππίδηςἀλλὰ τίς; ΣτρεψιάδηςΔῖνος βασιλεύει τὸν Δίʼ ἐξεληλακώς. Φειδιππίδηςαἰβοῖ τί ληρεῖς; Στρεψιάδηςἴσθι τοῦθʼ οὕτως ἔχον. Φειδιππίδηςτίς φησι ταῦτα; ΣτρεψιάδηςΣωκράτης ὁ Μήλιοςκαὶ Χαιρεφῶν, ὃς οἶδε τὰ ψυλλῶν ἴχνη. Φειδιππίδηςσὺ δʼ ἐς τοσοῦτον τῶν μανιῶν ἐλήλυθαςὥστʼ ἀνδράσιν πείθει χολῶσιν; Στρεψιάδηςεὐστόμεικαὶ μηδὲν εἴπῃς φλαῦρον ἄνδρας δεξιοὺςκαὶ νοῦν ἔχοντας· ὧν ὑπὸ τῆς φειδωλίαςἀπεκείρατʼ οὐδεὶς πώποτʼ οὐδʼ ἠλείψατο, οὐδʼ ἐς βαλανεῖον ἦλθε λουσόμενος· σὺ δὲὥσπερ τεθνεῶτος καταλόει μου τὸν βίον. ἀλλʼ ὡς τάχιστʼ ἐλθὼν ὑπὲρ ἐμοῦ μάνθανε. Φειδιππίδηςτί δʼ ἂν παρʼ ἐκείνων καὶ μάθοι χρηστόν τις ἄν; Στρεψιάδηςἄληθες; ὅσαπερ ἔστʼ ἐν ἀνθρώποις σοφά· γνώσει δὲ σαυτὸν ὡς ἀμαθὴς εἶ καὶ παχύς. ἀλλʼ ἐπανάμεινόν μʼ ὀλίγον ἐνταυθοῖ χρόνον. Φειδιππίδηςοἴμοι τί δράσω παραφρονοῦντος τοῦ πατρός; πότερον παρανοίας αὐτὸν εἰσαγαγὼν ἕλω, ἢ τοῖς σοροπηγοῖς τὴν μανίαν αὐτοῦ φράσω; Στρεψιάδηςφέρʼ ἴδω, σὺ τοῦτον τί ὀνομάζεις; εἰπέ μοι. Φειδιππίδηςἀλεκτρυόνα. Στρεψιάδηςκαλῶς γε. ταυτηνὶ δὲ τί; Φειδιππίδηςἀλεκτρυόνʼ. Στρεψιάδηςἄμφω ταὐτό; καταγέλαστος εἶ. μή νυν τὸ λοιπόν, ἀλλὰ τήνδε μὲν καλεῖνἀλεκτρύαιναν τουτονὶ δʼ ἀλέκτορα. Φειδιππίδηςἀλεκτρύαιναν; ταῦτʼ ἔμαθες τὰ δεξιὰεἴσω παρελθὼν ἄρτι παρὰ τοὺς γηγενεῖς;
1.854
Στρεψιάδηςχἄτερά γε πόλλʼ· ἀλλʼ ὅ τι μάθοιμʼ ἑκάστοτε, ἐπελανθανόμην ἂν εὐθὺς ὑπὸ πλήθους ἐτῶν. Φειδιππίδηςδιὰ ταῦτα δὴ καὶ θοἰμάτιον ἀπώλεσας; Στρεψιάδηςἀλλʼ οὐκ ἀπολώλεκʼ, ἀλλὰ καταπεφρόντικα. Φειδιππίδηςτὰς δʼ ἐμβάδας ποῖ τέτροφας ὦνόητε σύ; Στρεψιάδηςὥσπερ Περικλέης ἐς τὸ δέον ἀπώλεσα. ἀλλʼ ἴθι βάδιζʼ, ἴωμεν· εἶτα τῷ πατρὶπιθόμενος ἐξάμαρτε· κἀγώ τοί ποτε, οἶδʼ, ἑξέτει σοι τραυλίσαντι πιθόμενος, ὃν πρῶτον ὀβολὸν ἔλαβον ἡλιαστικόν, τούτου ʼπριάμην σοι Διασίοις ἁμαξίδα. Φειδιππίδηςἦ μὴν σὺ τούτοις τῷ χρόνῳ ποτʼ ἀχθέσει. Στρεψιάδηςεὖ γʼ ὅτι ἐπείσθης. δεῦρο δεῦρʼ ὦ Σώκρατες, ἔξελθʼ· ἄγω γάρ σοι τὸν υἱὸν τουτονὶἄκοντʼ ἀναπείσας. Σωκράτηςνηπύτιος γάρ ἐστʼ ἔτι, καὶ τῶν κρεμαθρῶν οὔπω τρίβων τῶν ἐνθάδε. Φειδιππίδηςαὐτὸς τρίβων εἴης ἄν, εἰ κρέμαιό γε. Στρεψιάδηςοὐκ ἐς κόρακας; καταρᾷ σὺ τῷ διδασκάλῳ; Σωκράτηςἰδοὺ κρέμαιʼ, ὡς ἠλίθιον ἐφθέγξατοκαὶ τοῖσι χείλεσιν διερρυηκόσιν. πῶς ἂν μάθοι ποθʼ οὗτος ἀπόφυξιν δίκηςἢ κλῆσιν ἢ χαύνωσιν ἀναπειστηρίαν; καίτοι γε ταλάντου τοῦτʼ ἔμαθεν Ὑπέρβολος. Στρεψιάδηςἀμέλει δίδασκε· θυμόσοφός ἐστιν φύσει· εὐθύς γέ τοι παιδάριον ὄν τυννουτονὶἔπλαττεν ἔνδον οἰκίας ναῦς τʼ ἔγλυφεν, ἁμαξίδας τε σκυτίνας ἠργάζετο, κἀκ τῶν σιδίων βατράχους ἐποίει πῶς δοκεῖς. ὅπως δʼ ἐκείνω τὼ λόγω μαθήσεται, τὸν κρείττονʼ ὅστις ἐστὶ καὶ τὸν ἥττονα, ὃς τἄδικα λέγων ἀνατρέπει τὸν κρείττονα· ἐὰν δὲ μή, τὸν γοῦν ἄδικον πάσῃ τέχνῃ. Σωκράτηςαὐτὸς μαθήσεται παρʼ αὐτοῖν τοῖν λόγοιν. ἐγὼ δʼ ἀπέσομαι. Στρεψιάδηςτοῦτό νυν μέμνησʼ, ὅπωςπρὸς πάντα τὰ δίκαιʼ ἀντιλέγειν δυνήσεται. Χορός⋯
1.889
Δίκαιος Λόγοςχώρει δευρί, δεῖξον σαυτὸντοῖσι θεαταῖς, καίπερ θρασὺς ὤν. Ἄδικος Λόγοςἴθʼ ὅποι χρῄζεις. πολὺ γὰρ μᾶλλόν ʼςἐν τοῖς πολλοῖσι λέγων ἀπολῶ. Δίκαιος Λόγοςἀπολεῖς σύ; τίς ὤν; Ἄδικος Λόγοςλόγος. Δίκαιος Λόγοςἥττων γʼ ὤν. Ἄδικος Λόγοςἀλλά σε νικῶ τὸν ἐμοῦ κρείττωφάσκοντʼ εἶναι. Δίκαιος Λόγοςτί σοφὸν ποιῶν; Ἄδικος Λόγοςγνώμας καινὰς ἐξευρίσκων. Δίκαιος Λόγοςταῦτα γὰρ ἀνθεῖ διὰ τουτουσὶτοὺς ἀνοήτους. Ἄδικος Λόγοςοὔκ, ἀλλὰ σοφούς. Δίκαιος Λόγοςἀπολῶ σε κακῶς. Ἄδικος Λόγοςεἰπὲ τί ποιῶν; Δίκαιος Λόγοςτὰ δίκαια λέγων. Ἄδικος Λόγοςἀλλʼ ἀνατρέψω γʼ αὔτʼ ἀντιλέγων· οὐδὲ γὰρ εἶναι πάνυ φημὶ δίκην. Δίκαιος Λόγοςοὐκ εἶναι φῄς; Ἄδικος Λόγοςφέρε γὰρ ποῦ ʼστιν; Δίκαιος Λόγοςπαρὰ τοῖσι θεοῖς. Ἄδικος Λόγοςπῶς δῆτα δίκης οὔσης ὁ Ζεὺςοὐκ ἀπόλωλεν τὸν πατέρʼ αὑτοῦδήσας; Δίκαιος Λόγοςαἰβοῖ τουτὶ καὶ δὴχωρεῖ τὸ κακόν· δότε μοι λεκάνην. Ἄδικος Λόγοςτυφογέρων εἶ κἀνάρμοστος. Δίκαιος Λόγοςκαταπύγων εἶ κἀναίσχυντος. Ἄδικος Λόγοςῥόδα μʼ εἴρηκας. Δίκαιος Λόγοςκαὶ βωμολόχος. Ἄδικος Λόγοςκρίνεσι στεφανοῖς. Δίκαιος Λόγοςκαὶ πατραλοίας. Ἄδικος Λόγοςχρυσῷ πάττων μʼ οὐ γιγνώσκεις. Δίκαιος Λόγοςοὐ δῆτα πρὸ τοῦ γʼ, ἀλλὰ μολύβδῳ. Ἄδικος Λόγοςνῦν δέ γε κόσμος τοῦτʼ ἐστὶν ἐμοί. Δίκαιος Λόγοςθρασὺς εἶ πολλοῦ. Ἄδικος Λόγοςσὺ δέ γʼ ἀρχαῖος. Δίκαιος Λόγοςδιὰ σὲ δὲ φοιτᾶνοὐδεὶς ἐθέλει τῶν μειρακίων· καὶ γνωσθήσει ποτʼ Ἀθηναίοιςοἶα διδάσκεις τοὺς ἀνοήτους.
1.920
Ἄδικος Λόγοςαὐχμεῖς αἰσχρῶς. Δίκαιος Λόγοςσὺ δέ γʼ εὖ πράττεις. καίτοι πρότερόν γʼ ἐπτώχευες, Τήλεφος εἶναι Μυσὸς φάσκων, ἐκ πηριδίουγνώμας τρώγων Πανδελετείους. Ἄδικος Λόγοςὤμοι σοφίας— Δίκαιος Λόγοςὤμοι μανίας— Ἄδικος Λόγοςἧς ἐμνήσθης— Δίκαιος Λόγοςτῆς σῆς, πόλεώς θʼ ἥτις σε τρέφειλυμαινόμενον τοῖς μειρακίοις. Ἄδικος Λόγοςοὐχὶ διδάξεις τοῦτον Κρόνος ὤν. Δίκαιος Λόγοςεἴπερ γʼ αὐτὸν σωθῆναι χρὴκαὶ μὴ λαλιὰν μόνον ἀσκῆσαι. Ἄδικος Λόγοςδεῦρʼ ἴθι, τοῦτον δʼ ἔα μαίνεσθαι. Δίκαιος Λόγοςκλαύσει, τὴν χεῖρʼ ἢν ἐπιβάλλῃς. Χορόςπαύσασθε μάχης καὶ λοιδορίας. ἀλλʼ ἐπίδειξαι σύ τε τοὺς προτέρουςἅττʼ ἐδίδασκες, σύ τε τὴν καινὴνπαίδευσιν, ὅπως ἂν ἀκούσας σφῷνἀντιλεγόντοιν κρίνας φοιτᾷ. Δίκαιος Λόγοςδρᾶν ταῦτʼ ἐθέλω. Ἄδικος Λόγοςκἄγωγʼ ἐθέλω. Χορόςφέρε δὴ πότερος λέξει πρότερος; Ἄδικος Λόγοςτούτῳ δώσω· κᾆτʼ ἐκ τούτων ὧν ἂν λέξῃῥηματίοισιν καινοῖς αὐτὸνκαὶ διανοίαις κατατοξεύσω. τὸ τελευταῖον δʼ, ἢν ἀναγρύζῃ, τὸ πρόσωπον ἅπαν καὶ τὠφθαλμὼκεντούμενος ὥσπερ ὑπʼ ἀνθρηνῶνὑπὸ τῶν γνωμῶν ἀπολεῖται.
1.949
Χορόςνῦν δείξετον τὼ πισύνω τοῖς περιδεξίοισιλόγοισι καὶ φροντίσι καὶ γνωμοτύποις μερίμναις, ὁπότερος αὐτοῖν λέγων ἀμείνων φανήσεται. νῦν γὰρ ἅπας ἐνθάδε κίνδυνος ἀνεῖται σοφίας, ἧς πέρι τοῖς ἐμοῖς φίλοις ἐστὶν ἀγὼν μέγιστος.
1.959
Χορόςἀλλʼ ὦ πολλοῖς τοὺς πρεσβυτέρους ἤθεσι χρηστοῖς στεφανώσας, ῥῆξον φωνὴν ᾗτινι χαίρεις, καὶ τὴν σαυτοῦ φύσιν εἰπέ.
1.961
Δίκαιος Λόγοςλέξω τοίνυν τὴν ἀρχαίαν παιδείαν ὡς διέκειτο, ὅτʼ ἐγὼ τὰ δίκαια λέγων ἤνθουν καὶ σωφροσύνη ʼνενόμιστο. πρῶτον μὲν ἔδει παιδὸς φωνὴν γρύξαντος μηδὲν ἀκοῦσαι· εἶτα βαδίζειν ἐν ταῖσιν ὁδοῖς εὐτάκτως ἐς κιθαριστοῦτοὺς κωμήτας γυμνοὺς ἁθρόους, κεἰ κριμνώδη κατανείφοι. εἶτʼ αὖ προμαθεῖν ᾆσμʼ ἐδίδασκεν τὼ μηρὼ μὴ ξυνέχοντας, ἢ Παλλάδα περσέπολιν δεινὰν ἢ τηλέπορόν τι βόαμα, ἐντειναμένους τὴν ἁρμονίαν, ἣν οἱ πατέρες παρέδωκαν. εἰ δέ τις αὐτῶν βωμολοχεύσαιτʼ ἢ κάμψειέν τινα καμπήν, οἵας οἱ νῦν τὰς κατὰ Φρῦνιν ταύτας τὰς δυσκολοκάμπτους, ἐπετρίβετο τυπτόμενος πολλὰς ὡς τὰς Μούσας ἀφανίζων. ἐν παιδοτρίβου δὲ καθίζοντας τὸν μηρὸν ἔδει προβαλέσθαιτοὺς παῖδας, ὅπως τοῖς ἔξωθεν μηδὲν δείξειαν ἀπηνές· εἶτʼ αὖ πάλιν αὖθις ἀνιστάμενον συμψῆσαι, καὶ προνοεῖσθαιεἴδωλον τοῖσιν ἐρασταῖσιν τῆς ἥβης μὴ καταλείπειν. ἠλείψατο δʼ ἂν τοὐμφαλοῦ οὐδεὶς παῖς ὑπένερθεν τότʼ ἄν, ὥστετοῖς αἰδοίοισι δρόσος καὶ χνοῦς ὥσπερ μήλοισιν ἐπήνθει· οὐδʼ ἂν μαλακὴν φυρασάμενος τὴν φωνὴν πρὸς τὸν ἐραστὴναὐτὸς ἑαυτὸν προαγωγεύων τοῖς ὀφθαλμοῖς ἐβάδιζεν, οὐδʼ ἀνελέσθαι δειπνοῦντʼ ἐξῆν καὶ κεφάλαιον ῥαφανῖδος, οὐδʼ ἄννηθον τῶν πρεσβυτέρων ἁρπάζειν οὐδὲ σέλινον, οὐδʼ ὀψοφαγεῖν οὐδὲ κιχλίζειν οὐδʼ ἴσχειν τὼ πόδʼ ἐναλλάξ. Ἄδικος Λόγοςἀρχαῖά γε καὶ Διιπολιώδη καὶ τεττίγων ἀνάμεστακαὶ Κηκείδου καὶ Βουφονίων.
1.985b
Δίκαιος Λόγοςἀλλʼ οὖν ταῦτʼ ἐστὶν ἐκεῖνα, ἐξ ὧν ἄνδρας Μαραθωνομάχας ἡμὴ παίδευσις ἔθρεψεν. σὺ δὲ τοὺς νῦν εὐθὺς ἐν ἱματίοισι διδάσκεις ἐντετυλίχθαι· ὥστε μʼ ἀπάγχεσθʼ, ὅταν ὀρχεῖσθαι Παναθηναίοις δέον αὐτοὺςτὴν ἀσπίδα τῆς κωλῆς προέχων ἀμελῇ τῆς Τριτογενείας. πρὸς ταῦτʼ ὦ μειράκιον θαρρῶν ἐμὲ τὸν κρείττω λόγον αἱροῦ· κἀπιστήσει μισεῖν ἀγορὰν καὶ βαλανείων ἀπέχεσθαι, καὶ τοῖς αἰσχροῖς αἰσχύνεσθαι, κἂν σκώπτῃ τίς σε φλέγεσθαι· καὶ τῶν θάκων τοῖς πρεσβυτέροις ὑπανίστασθαι προσιοῦσιν, καὶ μὴ περὶ τοὺς σαυτοῦ γονέας σκαιουργεῖν, ἄλλο τε μηδὲναἰσχρὸν ποιεῖν, ὅτι τῆς αἰδοῦς μέλλεις τἄγαλμʼ ἀναπλάττειν· μηδʼ εἰς ὀρχηστρίδος εἰσᾴττειν, ἵνα μὴ πρὸς ταῦτα κεχηνὼςμήλῳ βληθεὶς ὑπὸ πορνιδίου τῆς εὐκλείας ἀποθραυσθῇς· μηδʼ ἀντειπεῖν τῷ πατρὶ μηδέν, μηδʼ Ἰαπετὸν καλέσανταμνησικακῆσαι τὴν ἡλικίαν ἐξ ἧς ἐνεοττοτροφήθης.
1.1000
Ἄδικος Λόγοςεἰ ταῦτʼ ὦ μειράκιον πείσει τούτῳ, νὴ τὸν Διόνυσοντοῖς Ἱπποκράτους υἱέσιν εἴξεις καὶ σε καλοῦσι βλιτομάμμαν. Δίκαιος Λόγοςἀλλʼ οὖν λιπαρός γε καὶ εὐανθὴς ἐν γυμνασίοις διατρίψεις, οὐ στωμύλλων κατὰ τὴν ἀγορὰν τριβολεκτράπελʼ οἷάπερ οἱ νῦν, οὐδʼ ἑλκόμενος περὶ πραγματίου γλισχραντιλογεξεπιτρίπτου· ἀλλʼ εἰς Ἀκαδήμειαν κατιὼν ὑπὸ ταῖς μορίαις ἀποθρέξειστεφανωσάμενος καλάμῳ λευκῷ μετὰ σώφρονος ἡλικιώτου, μίλακος ὄζων καὶ ἀπραγμοσύνης καὶ λεύκης φυλλοβολούσης, ἦρος ἐν ὥρᾳ χαίρων, ὁπόταν πλάτανος πτελέᾳ ψιθυρίζῃ.
1.1009
Δίκαιος Λόγοςἢν ταῦτα ποιῇς ἁγὼ φράζω, καὶ πρὸς τούτοις προσέχῃς τὸν νοῦν, ἕξεις ἀεὶστῆθος λιπαρόν, χροιὰν λαμπράν, ὤμους μεγάλους, γλῶτταν βαιάν, πυγὴν μεγάλην, πόσθην μικράν. ἢν δʼ ἅπερ οἱ νῦν ἐπιτηδεύῃς, πρῶτα μὲν ἕξειςχροιὰν ὠχράν, ὤμους μικρούς, στῆθος λεπτόν, γλῶτταν μεγάλην, πυγὴν μικράν, κωλῆν μεγάλην, ψήφισμα μακρόν, καὶ σʼ ἀναπείσειτὸ μὲν αἰσχρὸν ἅπαν καλὸν ἡγεῖσθαι, τὸ καλὸν δʼ αἰσχρόν· καὶ πρὸς τούτοις τῆς Ἀντιμάχουκαταπυγοσύνης ἀναπλήσει.
1.1024
Χορόςὦ καλλίπυργον σοφίαν κλεινοτάτην ἐπασκῶν, ὡς ἡδύ σου τοῖσι λόγοις σῶφρον ἔπεστιν ἄνθος.† εὐδαίμονες δʼ ἦσαν ἄρʼ οἱ ζῶντες τότʼ ἐπὶτῶν προτέρων†· πρὸς τάδε σʼ ὦ κομψοπρεπῆ μοῦσαν ἔχων, δεῖ σε λέγειν τι καινόν, ὡς ηὐδοκίμηκεν ἁνήρ.
1.1034
Χορόςδεινῶν δέ σοι βουλευμάτων ἔοικε δεῖν πρὸς αὐτόν, εἴπερ τὸν ἄνδρʼ ὑπερβαλεῖ καὶ μὴ γέλωτʼ ὀφλήσεις.
1.1036
Ἄδικος Λόγοςκαὶ μὴν πάλαι γʼ ἐπνιγόμην τὰ σπλάγχνα κἀπεθύμουνἅπαντα ταῦτʼ ἐναντίαις γνώμαισι συνταράξαι. ἐγὼ γὰρ ἥττων μὲν λόγος διʼ αὐτὸ τοῦτʼ ἐκλήθηνἐν τοῖσι φροντισταῖσιν, ὅτι πρώτιστος ἐπενόησατοῖσιν νόμοις καὶ ταῖς δίκαις τἀναντίʼ ἀντιλέξαι. καὶ τοῦτο πλεῖν ἢ μυρίων ἔστʼ ἄξιον στατήρων, αἱρούμενον τοὺς ἥττονας λόγους ἔπειτα νικᾶν. σκέψαι δὲ τὴν παίδευσιν ᾗ πέποιθεν ὡς ἐλέγξω, ὅστις σε θερμῷ φησι λοῦσθαι πρῶτον οὐκ ἐάσειν. καίτοι τίνα γνώμην ἔχων ψέγεις τὰ θερμὰ λουτρά; Δίκαιος Λόγοςὁτιὴ κάκιστόν ἐστι καὶ δειλὸν ποιεῖ τὸν ἄνδρα. Ἄδικος Λόγοςἐπίσχες· εὐθὺς γάρ σʼ ἔχω μέσον λαβὼν ἄφυκτον. καί μοι φράσον, τῶν τοῦ Διὸς παίδων τίνʼ ἄνδρʼ ἄριστονψυχὴν νομίζεις, εἰπέ, καὶ πλείστους πόνους πονῆσαι. Δίκαιος Λόγοςἐγὼ μὲν οὐδένʼ Ἡρακλέους βελτίονʼ ἄνδρα κρίνω. Ἄδικος Λόγοςποῦ ψυχρὰ δῆτα πώποτʼ εἶδες Ἡράκλεια λουτρά; καίτοι τίς ἀνδρειότερος ἦν; Δίκαιος Λόγοςταῦτʼ ἐστὶ ταῦτʼ ἐκεῖνα, ἃ τῶν νεανίσκων ἀεὶ διʼ ἡμέρας λαλούντωνπλῆρες τὸ βαλανεῖον ποιεῖ, κενὰς δὲ τὰς παλαίστρας. Ἄδικος Λόγοςεἶτʼ ἐν ἀγορᾷ τὴν διατριβὴν ψέγεις· ἐγὼ δʼ ἐπαινῶ. εἰ γὰρ πονηρὸν ἦν, Ὅμηρος οὐδέποτʼ ἂν ἐποίειτὸν Νέστορʼ ἀγορητὴν ἂν οὐδὲ τοὺς σοφοὺς ἅπαντας. ἄνειμι δῆτʼ ἐντεῦθεν ἐς τὴν γλῶτταν, ἣν ὁδὶ μὲνοὔ φησι χρῆναι τοὺς νέους ἀσκεῖν, ἐγὼ δέ φημι. καὶ σωφρονεῖν αὖ φησι χρῆναι· δύο κακὼ μεγίστω. ἐπεὶ σὺ διὰ τὸ σωφρονεῖν τῷ πώποτʼ εἶδες ἤδηἀγαθάν τι γενόμενον, φράσον, καί μʼ ἐξέλεγξον εἰπών. Δίκαιος Λόγοςπολλοῖς. ὁ γοῦν Πηλεὺς ἔλαβε διὰ τοῦτο τὴν μάχαιραν. Ἄδικος Λόγοςμάχαιραν; ἀστεῖόν γε κέρδος ἔλαβεν ὁ κακοδαίμων. Ὑπέρβολος δʼ οὑκ τῶν λύχνων πλεῖν ἢ τάλαντα πολλὰεἴληφε διὰ πονηρίαν, ἀλλʼ οὐ μὰ Δίʼ οὐ μάχαιραν.
1.1067
Δίκαιος Λόγοςκαὶ τὴν Θέτιν γʼ ἔγημε διὰ τὸ σωφρονεῖν ὁ Πηλεύς. Ἄδικος Λόγοςκᾆτʼ ἀπολιποῦσά γʼ αὐτὸν ᾤχετʼ· οὐ γὰρ ἦν ὑβριστὴςοὐδʼ ἡδὺς ἐν τοῖς στρώμασιν τὴν νύκτα παννυχίζειν· γυνὴ δὲ σιναμωρουμένη χαίρει· σὺ δʼ εἶ Κρόνιππος. σκέψαι γὰρ ὦ μειράκιον ἐν τῷ σωφρονεῖν ἅπανταἅνεστιν, ἡδονῶν θʼ ὅσων μέλλεις ἀποστερεῖσθαι, παίδων γυναικῶν κοττάβων ὄψων πότων κιχλισμῶν. καίτοι τί σοι ζῆν ἄξιον, τούτων ἐὰν στερηθῇς; εἶεν. πάρειμʼ ἐντεῦθεν ἐς τὰς τῆς φύσεως ἀνάγκας. ἥμαρτες, ἠράσθης, ἐμοίχευσάς τι, κᾆτʼ ἐλήφθης· ἀπόλωλας· ἀδύνατος γὰρ εἶ λέγειν. ἐμοὶ δʼ ὁμιλῶνχρῶ τῇ φύσει, σκίρτα, γέλα, νόμιζε μηδὲν αἰσχρόν. μοιχὸς γὰρ ἢν τύχῃς ἁλούς, τάδʼ ἀντερεῖς πρὸς αὐτόν, ὡς οὐδὲν ἠδίκηκας· εἶτʼ ἐς τὸν Δίʼ ἐπανενεγκεῖν, κἀκεῖνος ὡς ἥττων ἔρωτός ἐστι καὶ γυναικῶν· καίτοι σὺ θνητὸς ὢν θεοῦ πῶς μεῖζον ἂν δύναιο; Δίκαιος Λόγοςτί δʼ ἢν ῥαφανιδωθῇ πιθόμενός σοι τέφρᾳ τε τιλθῇ, ἕξει τινὰ γνώμην λέγειν τὸ μὴ εὐρύπρωκτος εἶναι; Ἄδικος Λόγοςἢν δʼ εὐρύπρωκτος ᾖ, τί πείσεται κακόν;
1.1086
Δίκαιος Λόγοςτί μὲν οὖν ἂν ἔτι μεῖζον πάθοι τούτου ποτέ; Ἄδικος Λόγοςτί δῆτʼ ἐρεῖς, ἢν τοῦτο νικηθῇς ἐμοῦ; Δίκαιος Λόγοςσιγήσομαι. τί δʼ ἄλλο; Ἄδικος Λόγοςφέρε δή μοι φράσον· συνηγοροῦσιν ἐκ τίνων; Δίκαιος Λόγοςἐξ εὐρυπρώκτων. Ἄδικος Λόγοςπείθομαι. τί δαί; τραγῳδοῦσʼ ἐκ τίνων; Δίκαιος Λόγοςἐξ εὐρυπρώκτων. Ἄδικος Λόγοςεὖ λέγεις. δημηγοροῦσι δʼ ἐκ τίνων; Δίκαιος Λόγοςἐξ εὐρυπρώκτων. Ἄδικος Λόγοςἆρα δῆτʼἔγνωκας ὡς οὐδὲν λέγεις; καὶ τῶν θεατῶν ὁπότεροιπλείους σκόπει. Δίκαιος Λόγοςκαὶ δὴ σκοπῶ. Ἄδικος Λόγοςτί δῆθʼ ὁρᾷς; Δίκαιος Λόγοςπολὺ πλείονας νὴ τοὺς θεοὺςτοὺς εὐρυπρώκτους· τουτονὶγοῦν οἶδʼ ἐγὼ κἀκεινονὶκαὶ τὸν κομήτην τουτονί. Ἄδικος Λόγοςτί δῆτʼ ἐρεῖς; Δίκαιος Λόγοςἡττήμεθʼ· ὦ κινούμενοιπρὸς τῶν θεῶν δέξασθέ μουθοἰμάτιον, ὡςἐξαυτομολῶ πρὸς ὑμᾶς.
1.1105
Σωκράτηςτί δῆτα; πότερα τοῦτον ἀπάγεσθαι λαβὼνβούλει τὸν υἱόν, ἢ διδάσκω σοι λέγειν; Στρεψιάδηςδίδασκε καὶ κόλαζε καὶ μέμνησʼ ὅπωςεὖ μοι στομώσεις αὐτόν, ἐπὶ μὲν θάτεραοἷον δικιδίοις, τὴν δʼ ἑτέραν αὐτοῦ γνάθονστόμωσον οἵαν ἐς τὰ μείζω πράγματα. Σωκράτηςἀμέλει κομιεῖ τοῦτον σοφιστὴν δεξιόν. Φειδιππίδηςὠχρὸν μὲν οὖν οἶμαί γε καὶ κακοδαίμονα.
1.1113
Χορόςχωρεῖτέ νυν. οἶμαι δέ σοι ταῦτα μεταμελήσειν.
1.1115
Χορόςτοὺς κριτὰς ἃ κερδανοῦσιν, ἤν τι τόνδε τὸν χορὸνὠφελῶσʼ ἐκ τῶν δικαίων, βουλόμεσθʼ ἡμεῖς φράσαι. πρῶτα μὲν γάρ, ἢν νεᾶν βούλησθʼ ἐν ὥρᾳ τοὺς ἀγρούς, ὕσομεν πρώτοισιν ὑμῖν, τοῖσι δʼ ἄλλοις ὕστερον. εἶτα τὸν καρπὸν τεκούσας ἀμπέλους φυλάξομεν, ὥστε μήτʼ αὐχμὸν πιέζειν μήτʼ ἄγαν ἐπομβρίαν. ἢν δʼ ἀτιμάσῃ τις ἡμᾶς θνητὸς ὢν οὔσας θεάς, προσεχέτω τὸν νοῦν, πρὸς ἡμῶν οἷα πείσεται κακά, λαμβάνων οὔτʼ οἶνον οὔτʼ ἄλλʼ οὐδὲν ἐκ τοῦ χωρίου. ἡνίκʼ ἂν γὰρ αἵ τʼ ἐλαῖαι βλαστάνωσʼ αἵ τʼ ἄμπελοι, ἀποκεκόψονται· τοιαύταις σφενδόναις παιήσομεν. ἢν δὲ πλινθεύοντʼ ἴδωμεν, ὕσομεν καὶ τοῦ τέγουςτὸν κέραμον αὐτοῦ χαλάζαις στρογγύλαις συντρίψομεν. κἂν γαμῇ ποτʼ αὐτὸς ἢ τῶν ξυγγενῶν ἢ τῶν φίλων, ὕσομεν τὴν νύκτα πᾶσαν· ὥστʼ ἴσως βουλήσεταικἂν ἐν Αἰγύπτῳ τυχεῖν ὢν μᾶλλον ἢ κρῖναι κακῶς.
1.1131
Στρεψιάδηςπέμπτη, τετράς, τρίτη, μετὰ ταύτην δευτέρα, εἶθʼ ἣν ἐγὼ μάλιστα πασῶν ἡμερῶνδέδοικα καὶ πέφρικα καὶ βδελύττομαι, εὐθὺς μετὰ ταύτην ἔσθʼ ἕνη τε καὶ νέα. πᾶς γάρ τις ὀμνὺς οἷς ὀφείλων τυγχάνω, θείς μοι πρυτανεῖʼ ἀπολεῖν μέ φησι κἀξολεῖν, κἀμοῦ μέτριά τε καὶ δίκαιʼ αἰτουμένου, ὦ δαιμόνιε τὸ μέν τι νυνὶ μὴ λάβῃς, τὸ δʼ ἀναβαλοῦ μοι, τὸ δʼ ἄφες, οὔ φασίν ποτεοὕτως ἀπολήψεσθʼ, ἀλλὰ λοιδοροῦσί μεὡς ἄδικός εἰμι, καὶ δικάσεσθαί φασί μοι. νῦν οὖν δικαζέσθων· ὀλίγον γάρ μοι μέλει, εἴπερ μεμάθηκεν εὖ λέγειν Φειδιππίδης. τάχα δʼ εἴσομαι κόψας τὸ φροντιστήριον. παῖ, ἠμί, παῖ παῖ. ΣωκράτηςΣτρεψιάδην ἀσπάζομαι. Στρεψιάδηςκἄγωγέ σʼ· ἀλλὰ τουτονὶ πρῶτον λαβέ· χρὴ γὰρ ἐπιθαυμάζειν τι τὸν διδάσκαλον. καί μοι τὸν υἱὸν εἰ μεμάθηκε τὸν λόγονἐκεῖνον εἴφʼ ὃν ἀρτίως εἰσήγαγες. Σωκράτηςμεμάθηκεν. Στρεψιάδηςεὖ γʼ ὦ παμβασίλειʼ Ἀπαιόλη. Σωκράτηςὥστʼ ἀποφύγοις ἂν ἥντινʼ ἂν βούλῃ δίκην. Στρεψιάδηςκεἰ μάρτυρες παρῆσαν, ὅτʼ ἐδανειζόμην; Σωκράτηςπολλῷ γε μᾶλλον, κἂν παρῶσι χίλιοι.
1.1154
Στρεψιάδηςβοάσομαί τἄρα τὰν ὑπέρτονονβοάν. ἰὼ κλάετʼ ὦ ʼβολοστάταιαὐτοί τε καὶ τἀρχαῖα καὶ τόκοι τόκων· οὐδὲν γὰρ ἄν με φλαῦρον ἐργάσαισθʼ ἔτι, οἷος ἐμοὶ τρέφεταιτοῖσδʼ ἐνὶ δώμασι παῖς, ἀμφήκει γλώττῃ λάμπων, πρόβολος ἐμός, σωτὴρ δόμοις, ἐχθροῖς βλάβη, λυσανίας πατρῴων μεγάλων κακῶν· ὃν κάλεσον τρέχων ἔνδοθεν ὡς ἐμέ. Σωκράτηςὦ τέκνον ὦ παῖ ἔξελθʼ οἴκων, ἄιε σοῦ πατρός. ὅδʼ ἐκεῖνος ἀνήρ. Στρεψιάδηςὦ φίλος ὦ φίλος. Σωκράτηςἄπιθι συλλαβών.
1.1170
Στρεψιάδηςἰὼ ἰὼ τέκνον, ἰὼ ἰοῦ ἰοῦ. ὡς ἥδομαί σου πρῶτα τὴν χρόαν ἰδών. νῦν μέν γʼ ἰδεῖν εἶ πρῶτον ἐξαρνητικὸςκἀντιλογικός, καὶ τοῦτο τοὐπιχώριονἀτεχνῶς ἐπανθεῖ, τὸ τί λέγεις σύ; καὶ δοκεῖνἀδικοῦντʼ ἀδικεῖσθαι καὶ κακουργοῦντʼ οἶδʼ ὅτι· ἐπὶ τοῦ προσώπου τʼ ἐστὶν Ἀττικὸν βλέπος. νῦν οὖν ὅπως σώσεις μʼ, ἐπεὶ κἀπώλεσας. Φειδιππίδηςφοβεῖ δὲ δὴ τί; Στρεψιάδηςτὴν ἕνην τε καὶ νέαν. Φειδιππίδηςἕνη γάρ ἐστι καὶ νέα τις ἡμέρα; Στρεψιάδηςεἰς ἥν γε θήσειν τὰ πρυτανεῖά φασί μοι. Φειδιππίδηςἀπολοῦσʼ ἄρʼ αὔθʼ οἱ θέντες· οὐ γὰρ ἔσθʼ ὅπωςμίʼ ἡμέρα γένοιτʼ ἂν ἡμέρα δύο. Στρεψιάδηςοὐκ ἂν γένοιτο; Φειδιππίδηςπῶς γάρ; εἰ μή πέρ γʼ ἅμααὑτὴ γένοιτʼ ἂν γραῦς τε καὶ νέα γυνή. Στρεψιάδηςκαὶ μὴν νενόμισταί γʼ. Φειδιππίδηςοὐ γάρ, οἶμαι, τὸν νόμονἴσασιν ὀρθῶς ὅ τι νοεῖ. Στρεψιάδηςνοεῖ δὲ τί; Φειδιππίδηςὁ Σόλων ὁ παλαιὸς ἦν φιλόδημος τὴν φύσιν. Στρεψιάδηςτουτὶ μὲν οὐδέν πω πρὸς ἕνην τε καὶ νέαν. Φειδιππίδηςἐκεῖνος οὖν τὴν κλῆσιν ἐς δύʼ ἡμέραςἔθηκεν, ἔς γε τὴν ἕνην τε καὶ νέαν, ἵνʼ αἱ θέσεις γίγνοιντο τῇ νουμηνίᾳ. Στρεψιάδηςἵνα δὴ τί τὴν ἕνην προσέθηχʼ; Φειδιππίδηςἵνʼ ὦ μέλεπαρόντες οἱ φεύγοντες ἡμέρᾳ μιᾷπρότερον ἀπαλλάττοινθʼ ἑκόντες, εἰ δὲ μή, ἕωθεν ὑπανιῷντο τῇ νουμηνία. Στρεψιάδηςπῶς οὐ δέχονται δῆτα τῇ νουμηνίᾳἁρχαὶ τὰ πρυτανεῖʼ, ἀλλʼ ἕνῃ τε καὶ νέᾳ; Φειδιππίδηςὅπερ οἱ προτένθαι γὰρ δοκοῦσί μοι ποιεῖν· ὅπως τάχιστα τὰ πρυτανεῖʼ ὑφελοίατο, διὰ τοῦτο προὐτένθευσαν ἡμέρᾳ μιᾷ. Στρεψιάδηςεὖ γʼ· ὦ κακοδαίμονες, τί κάθησθʼ ἀβέλτεροι, ἡμέτερα κέρδη τῶν σοφῶν ὄντες, λίθοι, ἀριθμός, πρόβατʼ ἄλλως, ἀμφορῆς νενησμένοι; ὥστʼ εἰς ἐμαυτὸν καὶ τὸν υἱὸν τουτονὶἐπʼ εὐτυχίαισιν ᾀστέον μοὐγκώμιον.
1.1206
Στρεψιάδηςμάκαρ ὦ Στρεψίαδες, αὐτός τʼ ἔφυς ὡς σοφὸςχοἶον τὸν υἱὸν τρέφεις, φήσουσι δή μʼ οἱ φίλοιχοἰ δημόταιζηλοῦντες ἡνίκʼ ἂν σὺ νικᾷς λέγων τὰς δίκας. ἀλλʼ εἰσάγων σε βούλομαι πρῶτον ἑστιᾶσαι.
1.1214
Πασίαςεἶτʼ ἄνδρα τῶν αὑτοῦ τι χρὴ προϊέναι; οὐδέποτέ γʼ, ἀλλὰ κρεῖττον εὐθὺς ἦν τότεἀπερυθριᾶσαι μᾶλλον ἢ σχεῖν πράγματα, ὅτε τῶν ἐμαυτοῦ γʼ ἕνεκα νυνὶ χρημάτωνἕλκω σε κλητεύσοντα, καὶ γενήσομαιἐχθρὸς ἔτι πρὸς τούτοισιν ἀνδρὶ δημότῃ. ἀτὰρ οὐδέποτέ γε τὴν πατρίδα καταισχυνῶζῶν, ἀλλὰ καλοῦμαι Στρεψιάδην— Στρεψιάδηςτίς οὑτοσί; Πασίαςἐς τὴν ἕνην τε καὶ νέαν. Στρεψιάδηςμαρτύρομαι, ὅτι ἐς δύʼ εἶπεν ἡμέρας. τοῦ χρήματος; Πασίαςτῶν δώδεκα μνῶν, ἃς ἔλαβες ὠνούμενοςτὸν ψαρὸν ἵππον. Στρεψιάδηςἵππον; οὐκ ἀκούετε; ὃν πάντες ὑμεῖς ἴστε μισοῦνθʼ ἱππικήν. Πασίαςκαὶ νὴ Δίʼ ἀποδώσειν γʼ ἐπώμνυς τοὺς θεούς. Στρεψιάδηςμὰ τὸν Δίʼ οὐ γάρ πω τότʼ ἐξηπίστατοΦειδιππίδης μοι τὸν ἀκατάβλητον λόγον. Πασίαςνῦν δὲ διὰ τοῦτʼ ἔξαρνος εἶναι διανοεῖ; Στρεψιάδηςτί γὰρ ἄλλʼ ἂν ἀπολαύσαιμι τοῦ μαθήματος; Πασίαςκαὶ ταῦτʼ ἐθελήσεις ἀπομόσαι μοι τοὺς θεοὺςἵνʼ ἂν κελεύσω ʼγώ σε; Στρεψιάδηςτοὺς ποίους θεούς; Πασίαςτὸν Δία, τὸν Ἑρμῆν, τὸν Ποσειδῶ. Στρεψιάδηςνὴ Δίακἂν προσκαταθείην γʼ ὥστʼ ὀμόσαι τριώβολον. Πασίαςἀπόλοιο τοίνυν ἕνεκʼ ἀναιδείας ἔτι. Στρεψιάδηςἁλσὶν διασμηχθεὶς ὄναιτʼ ἂν οὑτοσί. Πασίαςοἴμʼ ὡς καταγελᾷς. Στρεψιάδηςἓξ χοᾶς χωρήσεται. Πασίαςοὔ τοι μὰ τὸν Δία τὸν μέγαν καὶ τοὺς θεοὺςἐμοῦ καταπροίξει. Στρεψιάδηςθαυμασίως ἥσθην θεοῖς, καὶ Ζεὺς γέλοιος ὀμνύμενος τοῖς εἰδόσιν. Πασίαςἦ μὴν σὺ τούτων τῷ χρόνῳ δώσεις δίκην. ἀλλʼ εἴτʼ ἀποδώσεις μοι τὰ χρήματʼ εἴτε μή, ἀπόπεμψον ἀποκρινάμενος. Στρεψιάδηςἔχε νυν ἥσυχος. ἐγὼ γὰρ αὐτίκʼ ἀποκρινοῦμαί σοι σαφῶς. Πασίαςτί σοι δοκεῖ δράσειν; Μάρτυςἀποδώσειν μοι δοκεῖ. Στρεψιάδηςποῦ ʼσθʼ οὗτος ἁπαιτῶν με τἀργύριον; λέγετουτὶ τί ἔστι; Πασίαςτοῦθʼ ὅ τι ἐστί; κάρδοπος. Στρεψιάδηςἔπειτʼ ἀπαιτεῖς τἀργύριον τοιοῦτος ὤν; οὐκ ἂν ἀποδοίην οὐδʼ ἂν ὀβολὸν οὐδενί, ὅστις καλέσειε κάρδοπον τὴν καρδόπην. Πασίαςοὐκ ἄρʼ ἀποδώσεις; Στρεψιάδηςοὐχ ὅσον γέ μʼ εἰδέναι. οὔκουν ἀνύσας τι θᾶττον ἀπολιταργιεῖςἀπὸ τῆς θύρας; Πασίαςἄπειμι, καὶ τοῦτʼ ἴσθʼ ὅτιθήσω πρυτανεῖʼ ἢ μηκέτι ζῴην ἐγώ. Στρεψιάδηςκαὶ προσαπολεῖς ἄρʼ αὐτὰ πρὸς ταῖς δώδεκα. καίτοι σε τοῦτό γʼ οὐχὶ βούλομαι παθεῖν, ὁτιὴ ʼκάλεσας εὐηθικῶς τὴν κάρδοπον.
1.1259
Αμυνίαςἰώ μοί μοι. Στρεψιάδηςἔα. τίς οὑτοσί ποτʼ ἔσθʼ ὁ θρηνῶν; οὔτι πουτῶν Καρκίνου τις δαιμόνων ἐφθέγξατο; Αμυνίαςτί δʼ ὅστις εἰμὶ τοῦτο βούλεσθʼ εἰδέναι; ἀνὴρ κακοδαίμων. Στρεψιάδηςκατὰ σεαυτόν νυν τρέπου. Αμυνίαςὦ σκληρὲ δαῖμον, ὦ τύχαι θραυσάντυγεςἵππων ἐμῶν, ὦ Παλλὰς ὥς μʼ ἀπώλεσας. Στρεψιάδηςτί δαί σε Τληπόλεμός ποτʼ εἴργασται κακόν; Αμυνίαςμὴ σκῶπτέ μʼ ὦ τᾶν, ἀλλά μοι τὰ χρήματατὸν υἱὸν ἀποδοῦναι κέλευσον ἅλαβεν, ἄλλως τε μέντοι καὶ κακῶς πεπραγότι. Στρεψιάδηςτὰ ποῖα ταῦτα χρήμαθʼ; Αμυνίαςἁδανείσατο. Στρεψιάδηςκακῶς ἄρʼ ὄντως εἶχες, ὥς γʼ ἐμοὶ δοκεῖς. Αμυνίαςἵππους ἐλαύνων ἐξέπεσον νὴ τοὺς θεούς. Στρεψιάδηςτί δῆτα ληρεῖς ὥσπερ ἀπʼ ὄνου καταπεσών; Αμυνίαςληρῶ, τὰ χρήματʼ ἀπολαβεῖν εἰ βούλομαι; Στρεψιάδηςοὐκ ἔσθʼ ὅπως σύ γʼ αὐτὸς ὑγιαίνεις. Αμυνίαςτί δαί; Στρεψιάδηςτὸν ἐγκέφαλον ὥσπερ σεσεῖσθαί μοι δοκεῖς. Αμυνίαςσὺ δὲ νὴ τὸν Ἑρμῆν προσκεκλήσεσθαί γέ μοι, εἰ μὴ ʼποδώσεις τἀργύριον. Στρεψιάδηςκάτειπέ νυν, πότερα νομίζεις καινὸν ἀεὶ τὸν Δίαὕειν ὕδωρ ἑκάστοτʼ, ἢ τὸν ἥλιονἕλκειν κάτωθεν ταὐτὸ τοῦθʼ ὕδωρ πάλιν; Αμυνίαςοὐκ οἶδʼ ἔγωγʼ ὁπότερον, οὐδέ μοι μέλει. Στρεψιάδηςπῶς οὖν ἀπολαβεῖν τἀργύριον δίκαιος εἶ, εἰ μηδὲν οἶσθα τῶν μετεώρων πραγμάτων; Αμυνίαςἀλλʼ εἰ σπανίζεις, τἀργυρίου μοι τὸν τόκονἀπόδοτε· Στρεψιάδηςτοῦτο δʼ ἔσθʼ ὁ τόκος τί θηρίον; Αμυνίαςτί δʼ ἄλλο γʼ ἢ κατὰ μῆνα καὶ καθʼ ἡμέρανπλέον πλέον τἀργύριον ἀεὶ γίγνεταιὑπορρέοντος τοῦ χρόνου; Στρεψιάδηςκαλῶς λέγεις. τί δῆτα; τὴν θάλατταν ἔσθʼ ὅτι πλείονανυνὶ νομίζεις ἢ πρὸ τοῦ; Αμυνίαςμὰ Δίʼ ἀλλʼ ἴσην. οὐ γὰρ δίκαιον πλείονʼ εἶναι. Στρεψιάδηςκᾆτα πῶςαὕτη μὲν ὦ κακόδαιμον οὐδὲν γίγνεταιἐπιρρεόντων τῶν ποταμῶν πλείων, σὺ δὲζητεῖς ποιῆσαι τἀργύριον πλεῖον τὸ σόν; οὐκ ἀποδιώξει σαυτὸν ἀπὸ τῆς οἰκίας; φέρε μοι τὸ κέντρον. Αμυνίαςταῦτʼ ἐγὼ μαρτύρομαι. Στρεψιάδηςὕπαγε. τί μέλλεις; οὐκ ἐλᾷς ὦ σαμφόρα; Αμυνίαςταῦτʼ οὐχ ὕβρις δῆτʼ ἐστίν; Στρεψιάδηςᾄξεις; ἐπιαλῶκεντῶν ὑπὸ τὸν πρωκτόν σε τὸν σειραφόρον. φεύγεις; ἔμελλόν σʼ ἆρα κινήσειν ἐγὼαὐτοῖς τροχοῖς τοῖς σοῖσι καὶ ξυνωρίσιν.
1.1303
Χορόςοἷον τὸ πραγμάτων ἐρᾶν φλαύρων· ὁ γὰργέρων ὅδʼ ἐρασθεὶςἀποστερῆσαι βούλεταιτὰ χρήμαθʼ ἁδανείσατο· κοὐκ ἔσθʼ ὅπως οὐ τήμερονλήψεταί τι πρᾶγμʼ, ὃ τοῦτονποιήσει τὸν σοφιστὴν ἴσως, ἀνθʼ ὧν πανουργεῖν ἤρξατʼ, ἐξαίφνης λαβεῖν κακόν τι.
1.1311
Χορόςοἶμαι γὰρ αὐτὸν αὐτίχʼ εὑρήσειν ὅπερπάλαι ποτʼ† ἐπεζήτει† εἶναι τὸν υἱὸν δεινόν οἱγνώμας ἐναντίας λέγειντοῖσιν δικαίοις, ὥστε νικᾶνἅπαντας οἷσπερ ἂνξυγγένηται, κἂν λέγῃ παμπόνηρʼ. ἴσως δʼ ἴσως βουλήσεται κἄφωνον αὐτὸν εἶναι.
1.1321
Στρεψιάδηςἰοὺ ἰού. ὦ γείτονες καὶ ξυγγενεῖς καὶ δημόται, ἀμυνάθετέ μοι τυπτομένῳ πάσῃ τέχνῃ. οἴμοι κακοδαίμων τῆς κεφαλῆς καὶ τῆς γνάθου. ὦ μιαρὲ τύπτεις τὸν πατέρα; Φειδιππίδηςφήμʼ ὦ πάτερ. Στρεψιάδηςὁρᾶθʼ ὁμολογοῦνθʼ ὅτι με τύπτει. Φειδιππίδηςκαὶ μάλα. Στρεψιάδηςὦ μιαρὲ καὶ πατραλοῖα καὶ τοιχωρύχε. Φειδιππίδηςαὖθίς με ταὐτὰ ταῦτα καὶ πλείω λέγε. ἆρʼ οἶσθʼ ὅτι χαίρω πόλλʼ ἀκούων καὶ κακά; Στρεψιάδηςὦ λακκόπρωκτε. Φειδιππίδηςπάττε πολλοῖς τοῖς ῥόδοις. Στρεψιάδηςτὸν πατέρα τύπτεις; Φειδιππίδηςκἀποφανῶ γε νὴ Δίαὡς ἐν δίκῃ σʼ ἔτυπτον. Στρεψιάδηςὦ μιαρώτατε, καὶ πῶς γένοιτʼ ἂν πατέρα τύπτειν ἐν δίκῃ; Φειδιππίδηςἔγωγʼ ἀποδείξω καί σε νικήσω λέγων. Στρεψιάδηςτουτὶ σὺ νικήσεις; Φειδιππίδηςπολύ γε καὶ ῥᾳδίως. ἑλοῦ δʼ ὁπότερον τοῖν λόγοιν βούλει λέγειν. Στρεψιάδηςποίοιν λόγοιν; Φειδιππίδηςτὸν κρείττονʼ ἢ τὸν ἥττονα. Στρεψιάδηςἐδιδαξάμην μέντοι σε νὴ Δίʼ ὦ μέλετοῖσιν δικαίοις ἀντιλέγειν, εἰ ταῦτά γεμέλλεις ἀναπείσειν, ὡς δίκαιον καὶ καλὸντὸν πατέρα τύπτεσθʼ ἐστὶν ὑπὸ τῶν υἱέων. Φειδιππίδηςἀλλʼ οἴομαι μέντοι σʼ ἀναπείσειν, ὥστε γεοὐδʼ αὐτὸς ἀκροασάμενος οὐδὲν ἀντερεῖς. Στρεψιάδηςκαὶ μὴν ὅ τι καὶ λέξεις ἀκοῦσαι βούλομαι.
1.1345
Χορόςσὸν ἔργον ὦ πρεσβῦτα φροντίζειν ὅπῃτὸν ἄνδρα κρατήσεις, ὡς οὗτος, εἰ μή τῳ ʼπεποίθειν, οὐκ ἂν ἦνοὕτως ἀκόλαστος. ἀλλʼ ἔσθʼ ὅτῳ θρασύνεται· δῆλόν γε τἀνθρώπουʼσʼτὶ τὸ λῆμα.
1.1351
Χορόςἀλλʼ ἐξ ὅτου τὸ πρῶτον ἤρξαθʼ ἡ μάχη γενέσθαι, ἤδη λέγειν χρὴ πρὸς χορόν· πάντως δὲ τοῦτο δράσεις.
1.1353
Στρεψιάδηςκαὶ μὴν ὅθεν γε πρῶτον ἠρξάμεσθα λοιδορεῖσθαιἐγὼ φράσω· ʼπειδὴ γὰρ εἱστιώμεθʼ, ὥσπερ ἴστε, πρῶτον μὲν αὐτὸν τὴν λύραν λαβόντʼ ἐγὼ ʼκέλευσαᾆσαι Σιμωνίδου μέλος, τὸν Κριὸν ὡς ἐπέχθη. ὁ δʼ εὐθέως ἀρχαῖον εἶνʼ ἔφασκε τὸ κιθαρίζεινᾄδειν τε πίνονθʼ ὡσπερεὶ κάχρυς γυναῖκʼ ἀλοῦσαν. Φειδιππίδηςοὐ γὰρ τότʼ εὐθὺς χρῆν σʼ ἄρα τύπτεσθαί τε καὶ πατεῖσθαι, ᾄδειν κελεύονθʼ ὡσπερεὶ τέττιγας ἑστιῶντα; Στρεψιάδηςτοιαῦτα μέντοι καὶ τότʼ ἔλεγεν ἔνδον οἷάπερ νῦν, καὶ τὸν Σιμωνίδην ἔφασκʼ εἶναι κακὸν ποιητήν. κἀγὼ μόλις μὲν ἀλλʼ ὅμως ἠνεσχόμην τὸ πρῶτον· ἔπειτα δʼ ἐκέλευσʼ αὐτὸν ἀλλὰ μυρρίνην λαβόντατῶν Αἰσχύλου λέξαι τί μοι· κᾆθʼ οὗτος εὐθὺς εἶπεν· ἐγὼ γὰρ Αἰσχύλον νομίζω πρῶτον ἐν ποιηταῖς, ψόφου πλέων ἀξύστατον στόμφακα κρημνοποιόν; κἀνταῦθα πῶς οἴεσθέ μου τὴν καρδίαν ὀρεχθεῖν; ὅμως δὲ τὸν θυμὸν δακὼν ἔφην, σὺ δʼ ἀλλὰ τούτωνλέξον τι τῶν νεωτέρων, ἅττʼ ἐστὶ τὰ σοφὰ ταῦτα. ὁ δʼ εὐθὺς ᾖσʼ Εὐριπίδου ῥῆσίν τινʼ, ὡς ἐκίνειἀδελφὸς ὦλεξίκακε τὴν ὁμομητρίαν ἀδελφήν. κἀγὼ οὐκέτʼ ἐξηνεσχόμην, ἀλλʼ εὐθέως ἀράττωπολλοῖς κακοῖς καἰσχροῖσι· κᾆτʼ ἐντεῦθεν, οἷον εἰκός, ἔπος πρὸς ἔπος ἠρειδόμεσθʼ· εἶθʼ οὗτος ἐπαναπηδᾶ, κἄπειτʼ ἔφλα με κἀσπόδει κἄπνιγε κἀπέθλιβεν. Φειδιππίδηςοὔκουν δικαίως, ὅστις οὐκ Εὐριπίδην ἐπαινεῖςσοφώτατον; Στρεψιάδηςσοφώτατόν γʼ ἐκεῖνον· ὦ— τί σʼ εἴπω; ἀλλʼ αὖθις αὖ τυπτήσομαι. Φειδιππίδηςνὴ τὸν Δίʼ ἐν δίκῃ γʼ ἄν. Στρεψιάδηςκαὶ πῶς δικαίως; ὅστις ὦ ʼναίσχυντέ σʼ ἐξέθρεψα, αἰσθανόμενός σου πάντα τραυλίζοντος, ὅ τι νοοίης. εἰ μέν γε βρῦν εἴποις, ἐγὼ γνοὺς ἂν πιεῖν ἐπέσχον· μαμμᾶν δʼ ἂν αἰτήσαντος ἧκόν σοι φέρων ἂν ἄρτον· κακκᾶν δʼ ἂν οὐκ ἔφθης φράσας, κἀγὼ λαβὼν θύραζεἐξέφερον ἂν καὶ προὐσχόμην σε· σὺ δʼ ἐμὲ νῦν ἀπάγχων
1.1386
Στρεψιάδηςβοῶντα καὶ κεκραγόθʼ ὅτιχεζητιῴην, οὐκ ἔτληςἔξω ʼξενεγκεῖν ὦ μιαρὲθύραζέ μʼ, ἀλλὰ πνιγόμενοςαὐτοῦ ʼποίησα κακκᾶν.
1.1391
Χορόςοἶμαί γε τῶν νεωτέρων τὰς καρδίαςπηδᾶν ὅ τι λέξει. εἰ γὰρ τοιαῦτά γʼ οὗτος ἐξειργασμένοςλαλῶν ἀναπείσει, τὸ δέρμα τῶν γεραιτέρων λάβοιμεν ἂνἀλλʼ οὐδʼ ἐρεβίνθου.
1.1397
Χορόςσὸν ἔργον ὦ καινῶν ἐπῶν κινητὰ καὶ μοχλευτὰπειθώ τινα ζητεῖν, ὅπως δόξεις λέγειν δίκαια.
1.1399
Φειδιππίδηςὡς ἡδὺ καινοῖς πράγμασιν καὶ δεξιοῖς ὁμιλεῖν, καὶ τῶν καθεστώτων νόμων ὑπερφρονεῖν δύνασθαι. ἐγὼ γὰρ ὅτε μὲν ἱππικῇ τὸν νοῦν μόνῃ προσεῖχον, οὐδʼ ἂν τρίʼ εἰπεῖν ῥήμαθʼ οἷός τʼ ἦν πρὶν ἐξαμαρτεῖν· νυνὶ δʼ ἐπειδή μʼ οὑτοσὶ τούτων ἔπαυσεν αὐτός, γνώμαις δὲ λεπταῖς καὶ λόγοις ξύνειμι καὶ μερίμναις, οἶμαι διδάξειν ὡς δίκαιον τὸν πατέρα κολάζειν. Στρεψιάδηςἵππευε τοίνυν νὴ Δίʼ, ὡς ἔμοιγε κρεῖττόν ἐστινἵππων τρέφειν τέθριππον ἢ τυπτόμενον ἐπιτριβῆναι. Φειδιππίδηςἐκεῖσε δʼ ὅθεν ἀπέσχισάς με τοῦ λόγου μέτειμι, καὶ πρῶτʼ ἐρήσομαί σε τουτί· παῖδά μʼ ὄντʼ ἔτυπτες; Στρεψιάδηςἔγωγέ σʼ εὐνοῶν τε καὶ κηδόμενος. Φειδιππίδηςεἰπὲ δή μοι, οὐ κἀμέ σοι δίκαιόν ἐστιν εὐνοεῖν ὁμοίωςτύπτειν τʼ, ἐπειδήπερ γε τοῦτʼ ἐστʼ εὐνοεῖν τὸ τύπτειν; πῶς γὰρ τὸ μὲν σὸν σῶμα χρὴ πληγῶν ἀθῷον εἶναι, τοὐμὸν δὲ μή; καὶ μὴν ἔφυν ἐλεύθερός γε κἀγώ. κλάουσι παῖδες, πατέρα δʼ οὐ κλάειν δοκεῖς;⋯ φήσεις νομίζεσθαι σὺ παιδὸς τοῦτο τοὔργον εἶναι· ἐγὼ δέ γʼ ἀντείποιμʼ ἂν ὡς δὶς παῖδες οἱ γέροντες· εἰκὸς δὲ μᾶλλον τοὺς γέροντας ἢ νέους τι κλάειν, ὅσῳπερ ἐξαμαρτάνειν ἧττον δίκαιον αὐτούς. Στρεψιάδηςἀλλʼ οὐδαμοῦ νομίζεται τὸν πατέρα τοῦτο πάσχειν. Φειδιππίδηςοὔκουν ἀνὴρ ὁ τὸν νόμον θεὶς τοῦτον ἦν τὸ πρῶτονὥσπερ σὺ κἀγώ, καὶ λέγων ἔπειθε τοὺς παλαιούς; ἧττόν τι δῆτʼ ἔξεστι κἀμοὶ καινὸν αὖ τὸ λοιπὸνθεῖναι νόμον τοῖς υἱέσιν, τοὺς πατέρας ἀντιτύπτειν; ὅσας δὲ πληγὰς εἴχομεν πρὶν τὸν νόμον τεθῆναι, ἀφίεμεν, καὶ δίδομεν αὐτοῖς προῖκα συγκεκόφθαι. σκέψαι δὲ τοὺς ἀλεκτρυόνας καὶ τἄλλα τὰ βοτὰ ταυτί, ὡς τοὺς πατέρας ἀμύνεται· καίτοι τί διαφέρουσινἡμῶν ἐκεῖνοι, πλήν γʼ ὅτι ψηφίσματʼ οὐ γράφουσιν; Στρεψιάδηςτί δῆτʼ, ἐπειδὴ τοὺς ἀλεκτρυόνας ἅπαντα μιμεῖ, οὐκ ἐσθίεις καὶ τὴν κόπρον κἀπὶ ξύλου καθεύδεις; Φειδιππίδηςοὐ ταὐτὸν ὦ τᾶν ἐστίν, οὐδʼ ἂν Σωκράτει δοκοίη. Στρεψιάδηςπρὸς ταῦτα μὴ τύπτʼ· εἰ δὲ μή, σαυτόν ποτʼ αἰτιάσει. Φειδιππίδηςκαὶ πῶς; Στρεψιάδηςἐπεὶ σὲ μὲν δίκαιός εἰμʼ ἐγὼ κολάζειν, σὺ δʼ, ἢν γένηταί σοι, τὸν υἱόν. Φειδιππίδηςἢν δὲ μὴ γένηται, μάτην ἐμοὶ κεκλαύσεται, σὺ δʼ ἐγχανὼν τεθνήξεις.
1.1437
Στρεψιάδηςἐμοὶ μὲν ὦνδρες ἥλικες δοκεῖ λέγειν δίκαια· κἄμοιγε συγχωρεῖν δοκεῖ τούτοισι τἀπιεικῆ. κλάειν γὰρ ἡμᾶς εἰκός ἐστʼ, ἢν μὴ δίκαια δρῶμεν. Φειδιππίδηςσκέψαι δὲ χἀτέραν ἔτι γνώμην. Στρεψιάδηςἀπὸ γὰρΦειδιππίδηςκαὶ μὴν ἴσως γʼ οὐκ ἀχθέσει παθὼν ἃ νῦν πέπονθας. Στρεψιάδηςπῶς δή; δίδαξον γὰρ τί μʼ ἐκ τούτων ἐπωφελήσεις. Φειδιππίδηςτὴν μητέρʼ ὥσπερ καὶ σὲ τυπτήσω. Στρεψιάδηςτί φῄς, τί φῂς σύ; τοῦθʼ ἕτερον αὖ μεῖζον κακόν. Φειδιππίδηςτί δʼ ἢν ἔχων τὸν ἥττω
1.1445
Φειδιππίδηςλόγον σε νικήσω λέγωντὴν μητέρʼ ὡς τύπτειν χρεών; Στρεψιάδηςτί δʼ ἄλλο γʼ ἢν ταυτὶ ποιῇς, οὐδέν σε κωλύσει σεαυτὸνἐμβαλεῖν ἐς τὸ βάραθρονμετὰ Σωκράτουςκαὶ τὸν λόγον τὸν ἥττω.
1.1452
Στρεψιάδηςταυτὶ διʼ ὑμᾶς ὦ Νεθέλαι πέπονθʼ ἐγώ, ὑμῖν ἀναθεὶς ἅπαντα τἀμὰ πράγματα. Χορόςαὐτὸς μὲν οὖν σαυτῷ σὺ τούτων αἴτιος, στρέψας σεαυτὸν ἐς πονηρὰ πράγματα. Στρεψιάδηςτί δῆτα ταῦτʼ οὔ μοι τότʼ ἠγορεύετε, ἀλλʼ ἄνδρʼ ἄγροικον καὶ γέροντʼ ἐπῄρετε; Χορόςἡμεῖς ποιοῦμεν ταῦθʼ ἑκάστοθʼ ὅταν τινὰγνῶμεν πονηρῶν ὄντʼ ἐραστὴν πραγμάτων, ἕως ἂν αὐτὸν ἐμβάλωμεν ἐς κακόν, ὅπως ἂν εἰδῇ τοὺς θεοὺς δεδοικέναι. Στρεψιάδηςὤμοι πονηρά γʼ ὦ Νεφέλαι, δίκαια δέ. οὐ γάρ μʼ ἐχρῆν τὰ χρήμαθʼ ἁδανεισάμηνἀποστερεῖν. νῦν οὖν ὅπως ὦ φίλτατετὸν Χαιρεφῶντα τὸν μιαρὸν καὶ Σωκράτηἀπολεῖς μετʼ ἐμοῦ ʼλθών, οἳ σὲ κἄμʼ ἐξηπάτων. Φειδιππίδηςἀλλʼ οὐκ ἂν ἀδικήσαιμι τοὺς διδασκάλους. Στρεψιάδηςναὶ ναὶ καταιδέσθητι πατρῷον Δία. Φειδιππίδηςἰδού γε Δία πατρῷον· ὡς ἀρχαῖος εἶ. Ζεὺς γάρ τις ἔστιν; Στρεψιάδηςἔστιν. Φειδιππίδηςοὐκ ἔστʼ, οὔκ, ἐπεὶΔῖνος βασιλεύει τὸν Δίʼ ἐξεληλακώς. Στρεψιάδηςοὐκ ἐξελήλακʼ, ἀλλʼ ἐγὼ τοῦτʼ ᾠόμηνδιὰ τουτονὶ τὸν δῖνον. οἴμοι δείλαιοςὅτε καὶ σὲ χυτρεοῦν ὄντα θεὸν ἡγησάμην. Φειδιππίδηςἐνταῦθα σαυτῷ παραφρόνει καὶ φληνάφα.
1.1476
Στρεψιάδηςοἴμοι παρανοίας· ὡς ἐμαινόμην ἄρα, ὅτʼ ἐξέβαλλον τοὺς θεοὺς διὰ Σωκράτη. ἀλλʼ ὦ φίλʼ Ἑρμῆ μηδαμῶς θύμαινέ μοιμηδέ μʼ ἐπιτρίψῃς, ἀλλὰ συγγνώμην ἔχεἐμοῦ παρανοήσαντος ἀδολεσχίᾳ· καί μοι γενοῦ ξύμβουλος, εἴτʼ αὐτοὺς γραφὴνδιωκάθω γραψάμενος εἴθʼ ὅ τι σοι δοκεῖ. ὀρθῶς παραινεῖς οὐκ ἐῶν δικορραφεῖν, ἀλλʼ ὡς τάχιστʼ ἐμπιμπράναι τὴν οἰκίαντῶν ἀδολεσχῶν. δεῦρο δεῦρʼ ὦ Ξανθία, κλίμακα λαβὼν ἔξελθε καὶ σμινύην φέρων, κἄπειτʼ ἐπαναβὰς ἐπὶ τὸ φροντιστήριοντὸ τέγος κατάσκαπτʼ, εἰ φιλεῖς τὸν δεσπότην, ἕως ἂν αὐτοῖς ἐμβάλῃς τὴν οἰκίαν· ἐμοὶ δὲ δᾷδʼ ἐνεγκάτω τις ἡμμένην, κἀγώ τινʼ αὐτῶν τήμερον δοῦναι δίκηνἐμοὶ ποιήσω, κεἰ σφόδρʼ εἴσʼ ἀλαζόνες. Μαθητής Αἰοὺ ἰού. Στρεψιάδηςσὸν ἔργον ὦ δᾲς ἱέναι πολλὴν φλόγα. Μαθητής Αἄνθρωπε, τί ποιεῖς; Στρεψιάδηςὅ τι ποιῶ; τί δʼ ἄλλο γʼ ἢδιαλεπτολογοῦμαι ταῖς δοκοῖς τῆς οἰκίας; Μαθητής Βοἴμοι τίς ἡμῶν πυρπολεῖ τὴν οἰκίαν; Στρεψιάδηςἐκεῖνος οὗπερ θοἰμάτιον εἰλήφατε. Μαθητής Γἀπολεῖς ἀπολεῖς. Στρεψιάδηςτοῦτʼ αὐτὸ γὰρ καὶ βούλομαι, ἢν ἡ σμινύη μοι μὴ προδῷ τὰς ἐλπίδας, ἢ ʼγὼ πρότερόν πως ἐκτραχηλισθῶ πεσών. Σωκράτηςοὗτος τί ποιεῖς ἐτεὸν οὑπὶ τοῦ τέγους; Στρεψιάδηςἀεροβατῶ καὶ περιφρονῶ τὸν ἥλιον. Σωκράτηςοἴμοι τάλας δείλαιος ἀποπνιγήσομαι. Χαιρεφῶνἐγὼ δὲ κακοδαίμων γε κατακαυθήσομαι. Στρεψιάδηςτί γὰρ μαθόντες τοὺς θεοὺς ὑβρίζετε, καὶ τῆς σελήνης ἐσκοπεῖσθε τὴν ἕδραν; Ερμῆςδίωκε βάλλε παῖε, πολλῶν οὕνεκα, μάλιστα δʼ εἰδὼς τοὺς θεοὺς ὡς ἠδίκουν. Χορόςἡγεῖσθʼ ἔξω· κεχόρευται γὰρμετρίως τό γε τήμερον ἡμῖν.